Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Οὐ μὴν ἀλλὰ καὶ τουτων εἴ τις ἀκριβολογεῖσθαι θέλοι, τὰ μὲν ἂν εὕροι κοινὰ καὶ ὥσπερ ἀμφίβια, καθάπερ μυρίκην ἰτέαν κλήθραν, τὰ δὲ καὶ τῶν ὁμολογουμένων χερσαίων πεφυκότα ποτὲ ἐν τῇ θαλάττῃ βιοῦν, φοίνικα σκίλλαν ἀνθέρικον. ἀλλὰ τὰ τοιαῦτα καὶ ὅλως τὸ οὕτω σκοπεῖν οὐκ οἰκείως ἐστὶ σκοπεῖν· οὐδὲ γὰρ οὐδ᾿ ἡ φύσις οὕτως οὐδ᾿ ἐν τοῖς τοιούτοις ἔχει τὸ ἀναγκαῖον. τὰς μὲν οὖν διαιρέσεις καὶ ὅλως τὴν ἱστορίαν τῶν φυτῶν οὕτω ληπτέον. ἅπαντα δ᾿ οὖν καὶ ταῦτα καὶ τὰ ἄλλα διοίσει καθάπερ εἴρηται ταῖς τε τῶν ὅλων μορφαῖς καὶ ταῖς τῶν μορίων διαφοραῖς, ἢ τῷ ἔχειν τὰ δὲ μὴ ἔχειν, ἢ τῷ πλείω τὰ δ᾿ ἐλάττω, ἢ τῷ ἀνομοίως ἢ ὅσοι τρόποι διῄρηνται πρότερον.
οἰκεῖον δὲ ἴσως καὶ τοὺς τόπους συμπαραλαμβάνειν ἐν οἷς ἕκαστα πέφυκεν ἢ μὴ πέφυκε γίνεσθαι. μεγάλη γὰρ καὶ αὕτη διαφορὰ καὶ οὐχ ἥκιστα οἰκεία τῶν φυτῶν διὰ τὸ συνηρτῆσθαι τῇ γῇ καὶ μὴ ἀπολελύσθαι καθάπερ τὰ ζῶα.
V. Πειρατέον δ᾿ εἰπεῖν τὰς κατὰ μέρος διαφορὰς ὡς ἂν καθόλου λέγοντας πρῶτον καὶ κοινῶς, [*](¹ θέλοι conj. Sch.; θέλει Ald. H.) [*](2 εὕροι conj. Sch.; εὕρη Ald.; εὕρῃ H.) [*](³ Presumably as being sometimes found on the shore below high-water mark.) [*](⁴ ἅπαντα . . . ζῶα. This passage seems not to belong here (W.).) [*](5 τρόποι conj. Sch. ; τόποι UMV Ald.)
Ἔστι δὲ τὰ μὲν ὀρθοφυῆ καὶ μακροστελέχη καθάπερ ἐλάτη πεύκη κυπάριττος, τὰ δὲ σκολιώτερα καὶ βραχυστελέχη οἷον ἰτέα συκῆ ῥοιά, καὶ κατὰ πάχος δὲ καὶ λεπτότητα ὁμοίως. καὶ πάλιν τὰ μὲν μονοστελέχη τὰ δὲ πολυστελέχη· τοῦτο δὲ ταὐτὸ τρόπον τινὰ καὶ τῷ παραβλαστητικὰ ἡ ἀπαράβλαστα εἶναι· καὶ πολυκλαδῆ καὶ ὀλιγόκλαδα καθάπερ ὁ φοῖνιξ. καὶ ἐν αὐτοῖς τούτοις ἔτι κατὰ ἰσχὺν ἡ πάχος ἡ τὰς τοιαύτας διαφοράς.
πάλιν τὰ μὲν λεπτόφλοια, καθάπερ δάφνη φίλυρα, τὰ δὲ παχύφλοια. καθάπερ δρῦς. ἔτι τὰ μὲν λειόφλοια, καθάπερ μηλέα συκῆ, τὰ δὲ τραχύφλοια, καθάπερ ἀγρία δρῦς φελλὸς φοῖνιξ. πάντα δὲ νέα μὲν ὄντα λειοφλοιότερα, ἀπογηράσκοντα δὲ τραχυφλοιότερα, ἔνια δὲ καὶ ῥηξίφλοια, καθάπερ ἄμπελος, τὰ δὲ καὶ ὡς περιπίπτειν, οἷον ἀνδράχλη μηλέα κόμαρος. ἔστι δὲ καὶ τῶν μὲν σαρκώδης ὁ φλοιός, οἶον φελλοῦ δρυὸς αἰγείρου· τῶν δὲ ἰνώδης καὶ ἄσαρκος ὁμοίως δένδρων καὶ θάμνων καὶ ἐπετείων, οἷον ἀμπέλου καλάμου πυροῦ. καὶ τῶν μὲν πολύλοπος, οἷον φιλύρας ἐλάτης ἀμπέλου λινοσπάρτου κρομύων, τῶν δὲ μονόλοπος, οἷον συκῆς [*](¹ i.e. taking account of differences in qualities, etc. See § 4, but the order in which the three kinds of ‘differences’ are discussed is not that which is here given; the second is taken first and resumed at 6. 1, the third begins at 5. 4, the first at 14. 4.) [*](2 ταὐτὸ conj. Sch.; αὐτὸ UMVP Ald.) [*](³ τραχυφλοιότερα conj. H. from G ; παχυφ. UMAld. cf. Plin. 16 126.)
Τῶν δὲ ξύλων αὐτῶν καὶ ὅλως τῶν καυλῶν οἱ μέν εἰσι σαρκώδεις, οἷον δρυὸς συκῆς, καὶ τῶν ἐλαττόνων ῥάμνου τεύτλου κωνείου· οἱ δὲ ἄσαρκοι, καθάπερ κέδρου λωτοῦ κυπαρίττου. καὶ οἱ μὲν ἰνώδεις· τὰ γὰρ τῆς ἐλάτης καὶ τοῦ φοίνικος ξύλα τοιαῦτα· τὰ δὲ ἄϊνα, καθάπερ τῆς συκῆς. ὡσαύτως δὲ καὶ τὰ μὲν φλεβώδη τὰ δ᾿ ἄφλεβα. περὶ δὲ τὰ φρυγανικὰ καὶ θαμνώδη καὶ ὅλως τὰ ὑλήματα καὶ ἄλλας τις ἂν λάβοι διαφοράς· ὁ μὲν γὰρ κάλαμος γονατῶδες, ὁ δὲ βάτος καὶ ὁ παλίουρος ἀκανθώδη. ἡ δὲ τύφη καὶ ἔνια τῶν ἑλείων ἢ λιμναίων ὁμοίως ἀδιάφρακτα καὶ ὁμαλῆ, καθάπερ σχοῖνος. ὁ δὲ τοῦ κυπείρου καὶ βουτόμου καυλὸς ὁμαλότητά τινα ἔχει παρὰ τούτους· ἔτι δὲ μᾶλλον ἴσως ὁ τοῦ μύκητος.
Αὗται μὲν δὴ δόξαιεν ἂν ἐξ ὦν ἡ σύνθεσις. αἱ δὲ κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις οἷον σκληρότης μαλακότης γλισχρότης κραυρότης πυκνότης μανότης κουφότης βαρύτης καὶ ὅσα ἄλλα τοιαῦτα· ἡ μὲν γὰρ ἰτέα καὶ χλωρὸν εὑθὺ κοῦφον, ὥσπερ ὁ φελλός, ἡ δὲ πύξος καὶ ἡ ἔβενος οὐδὲ αὐανθέντα. καὶ τὰ μὲν σχίζεται, καθάπερ τὰ τῆς [*](¹ ῥάμνου conj. W.; θάμνου F2; βαλάνου Ald. H.) [*](² κωνοίου conj Sch.; κωνίου Ald. U (corrected to κωνείου). cf. 7. 6. 4.) [*](3 ἄϊνα conj Sch from G.; δὲ βῖνα U; δὲ μανά Ald.; δὲ . . . να M.) [*](⁴ ὑλήματα conj. Sch. (a general berm including shrubs, under-shrubs, etc. cf. 1. 6. 7; 1. 10. 6); κλήματα, Ald.)
Δεῖ δὲ καὶ τὰς τοιαύτας ὑπολαμβάνειν νῆς φύσεως. εὔσχιστον μὲν γὰρ ἡ ἐλάτη τῷ εὐθυπορεῖν, εὔθραυστον δὲ ἡ ἐλάα διὰ τὸ σκολιὸν καὶ σκληρόν. εὔκαμπτον δὲ ἡ φίλυρα καὶ ὅσα ἄλλα διὰ τὸ γλίσχραν ἔχειν τὴν ὑγρότητα. βαρὺ δὲ ἡ μὲν πύξος καὶ ἡ ἔβενος ὅτι πυκνά, ἡ δὲ δρῦς ὅτι γεῶδες. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα πρὸς τὴν φύσιν πως ἀνάγεται.