Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Τάχα δ᾿ ἄν τις φαίη καὶ ὅλως μεγέθει καὶ μικρότητι διαιρετέον εἶναι, τὰ δὲ ἰσχύι καὶ ἀσθενείᾳ καὶ πολυχρονιότητι καὶ ὀλιγοχρονιότητι. τῶν τε γὰρ φρυγανωδῶν καὶ λαχανωδῶν ἔνια μονοστελέχη καὶ οἶον δένδρου φύσιν ἔχοντα γίνεται, καθάπερ ῥάφανος πήγανον, ὅθεν καὶ καλοῦσί τινες τὰ τοιαῦτα δενδρολάχανα, τά τε λαχανώδη πάντα ἡ τὰ πλεῖστα ὅταν ἐγκαταμείνῃ λαμβάνει τινὰς ὥσπερ ἀκρεμόνας καὶ γίνεται τὸ ὅλον ἐν σχήματι δενδρώδει πλὴν ὀλιγοχρονιώτερα.
Διὰ δὴ ταῦτα ὥσπερ λέγομεν οὐκ ἀκριβολογητέον τῷ ὅρῳ ἀλλὰ τῷ τύπῳ ληπτέον τοὺς ἀφορισμούς· ἐπεὶ καὶ τὰς διαιρέσεις ὁμοίως, οἶον ἡμέρων ἀγρίων, καρποφόρων ἀκάρπων, ἀνθοφόρων ἀνανθῶν, ἀειφύλλων φυλλοβόλων. τὰ μὲν γὰρ ἄγρια καὶ ἥμερα παρὰ τὴν ἀγωγὴν εἶναι δοκεῖ· πᾶν γὰρ καὶ ἄγριον καὶ ἥμερόν φησιν Ἵππων γίνεσθαι τυγχάνον ἡ μὴ τυγχάνον θεραπείας. [*](¹ i.e. so that the tree comes to look like a shrub from the growth of fresh shoots after cutting. cf. 2 6. 12: 2. 7. 2.) [*](2 ῥάφανος conj. Bod. from G ; ῥαφανὶς Ald.) [*](³ cf. 3. 2 2. The Ionian philosopher. See Zeller, Pre- Socratie Philosophy (Eng. trane.), 1. 281 f.) [*](4 καὶ add W.; so G.) [*](5 ἢ conj. Sch.; καὶ UAld.Cam.Bas.H.)
Ἀλλ᾿ ὅμως τοιαῦτα διαιρετέον· ἔχει γάρ τι τῆς φύσεως κοινὸν ὁμοίως ἐν δένδροις καὶ θάμνοις καὶ τοῖς φρυγανικοῖς καὶ ποιώδεσιν· ὑπὲρ ὦν καὶ τὰς αἰτίας ὅταν τις λέγῃ περὶ πάντων κοινῇ δῆλον ὅτι λεκτέον οὐχ ὁρίζοντα καθ᾿ ἕκαστον· εὔλογον δὲ καὶ ταύτας κοινὰς εἶναι πάντων. ἄμα δὲ καὶ φαίνεταί τινα ἔχειν φυσικὴν διαφορὰν εὐθὺς ἐπὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων, εἴπερ ἔνια μὴ δύναται ζῆν ὥσπερ τὰ γεωργούμενα μηδ᾿ ὅλως δέχεται θεραπείαν ἀλλὰ χείρω γίνεται, καθάπερ ἐλάτη πεύκη κήλαστρον καὶ ἁπλῶς ὅσα ψυχροὺς τόπους φιλεῖ καὶ χιονώδεις, ὡσαύτως δὲ καὶ τῶν φρυγανικῶν καὶ ποιωδῶν, οἶον κάππαρις καὶ θέρμος. ἥμερον δὲ καὶ ἄγριον δίκαιον καλεῖν ἀναφέροντα πρός τε ταῦτα καὶ ὅλως πρὸς τὸ ἡμερώτατον· ὁ δ᾿ ἄνθρωπος ἡ μόνον ἡ μάλιστα ἥμερον.
IV. Φανεραὶ δὲ καὶ κατ᾿ αὐτὰς τὰς μορφὰς αἱ διαφοραὶ τῶν ὅλων τε καὶ μορίων, οἶον λέγω [*](¹ ἀνθόφορα καὶ ἀνανθῆ conj. Sch. from G ; καρποφόρα ἄνθη P2AId. 2 cf. 1. 9. 5; Plin. 16. 81.) [*](³ τοιαῦτα conj. W,: διαιρετέον conj Sch.; τοῖς αὐτοῖς αἱρετέον Ald. The sense seems to be : Though these 'secondary’ distinctions are not entirely satisfactory, yet (if we look to the causes of different characters), they are indispensable. since they are due to causes which affect all the four classes of our 'primary’ distinction.) [*](⁴ i.e, we must take the extreme cases.) [*](5 i.e. plants which entirely refuse cultivation.)
Αὗταί τε δὴ φυσικαί τινες ὥσπερ εἴρηται διαφοραί, καὶ ἔτι δὴ μᾶλλον τῶν ἀκάρπων καὶ καρποφόρων καὶ φυλλοβόλων καὶ ἀειφ ύλλων καὶ ὅσα ἄλλα τοιαῦτα. πάντων δὲ ληπτέον ἀεὶ καὶ τὰς κατὰ τοὺς τόπους· οὐ γὰρ οὐδ᾿ οἶόν τε ἴσως ἄλλως. αἱ δὲ τοιαῦται δόξαιεν ἄν γενικόν τινα ποιεῖν χωρισμόν, οἶον ἐνύδρων καὶ χερσαίων, ὥσπερ ἐπὶ τῶν ζώων. ἔστι γὰρ ἔνια τῶν φυτῶν ἃ οὐ δύναται μὴ ἐν ὑγρῷ ζῆν· διῄρηται δὲ ἄλλο κατ᾿ ἄλλο γένος τῶν ὑγρῶν, ὥστε τὰ μὲν ἐν τέλμασι τὰ δὲ ἐν λίμναις τὰ δ᾿ ἐν ποταμοῖς τὰ δὲ καὶ ἐν αὐτῇ τῇ θαλάττῃ φύεσθαι, τὰ μὲν ἐλάττω καὶ ἐν τῇ παρ᾿ ἡμῖν τὰ δὲ μείζω περὶ τὴν ἐρυθράν. ἔνια δὲ ὡσπερεὶ κάθυγρα καὶ ἕλεια, καθάπερ ἰτέα καὶ πλάτανος, τὰ δὲ οὐκ ἐν ὕδατι δυνάμενα ζῆν οὐδ᾿ ὅλως ἀλλὰ διώκοντα τοὺς ξηροὺς τόπους· τῶν δ᾿ ἐλαττόνων ἔστιν ἃ καὶ τοὺς αἰγιαλούς.
[*](¹ κατ᾿ αὐτὰς τὰς conj. Sch. ; καὶ τά τ᾿ αὐτὰς τὰς U; κατὸ ταύτας τὰς MV Ald.)[*](² πάντων . . . τόπους, text perhaps defective.)[*](³ i.e. as to locality. 4 cf. 4. 7. 1.)Οὐ μὴν ἀλλὰ καὶ τουτων εἴ τις ἀκριβολογεῖσθαι θέλοι, τὰ μὲν ἂν εὕροι κοινὰ καὶ ὥσπερ ἀμφίβια, καθάπερ μυρίκην ἰτέαν κλήθραν, τὰ δὲ καὶ τῶν ὁμολογουμένων χερσαίων πεφυκότα ποτὲ ἐν τῇ θαλάττῃ βιοῦν, φοίνικα σκίλλαν ἀνθέρικον. ἀλλὰ τὰ τοιαῦτα καὶ ὅλως τὸ οὕτω σκοπεῖν οὐκ οἰκείως ἐστὶ σκοπεῖν· οὐδὲ γὰρ οὐδ᾿ ἡ φύσις οὕτως οὐδ᾿ ἐν τοῖς τοιούτοις ἔχει τὸ ἀναγκαῖον. τὰς μὲν οὖν διαιρέσεις καὶ ὅλως τὴν ἱστορίαν τῶν φυτῶν οὕτω ληπτέον. ἅπαντα δ᾿ οὖν καὶ ταῦτα καὶ τὰ ἄλλα διοίσει καθάπερ εἴρηται ταῖς τε τῶν ὅλων μορφαῖς καὶ ταῖς τῶν μορίων διαφοραῖς, ἢ τῷ ἔχειν τὰ δὲ μὴ ἔχειν, ἢ τῷ πλείω τὰ δ᾿ ἐλάττω, ἢ τῷ ἀνομοίως ἢ ὅσοι τρόποι διῄρηνται πρότερον.
οἰκεῖον δὲ ἴσως καὶ τοὺς τόπους συμπαραλαμβάνειν ἐν οἷς ἕκαστα πέφυκεν ἢ μὴ πέφυκε γίνεσθαι. μεγάλη γὰρ καὶ αὕτη διαφορὰ καὶ οὐχ ἥκιστα οἰκεία τῶν φυτῶν διὰ τὸ συνηρτῆσθαι τῇ γῇ καὶ μὴ ἀπολελύσθαι καθάπερ τὰ ζῶα.
V. Πειρατέον δ᾿ εἰπεῖν τὰς κατὰ μέρος διαφορὰς ὡς ἂν καθόλου λέγοντας πρῶτον καὶ κοινῶς, [*](¹ θέλοι conj. Sch.; θέλει Ald. H.) [*](2 εὕροι conj. Sch.; εὕρη Ald.; εὕρῃ H.) [*](³ Presumably as being sometimes found on the shore below high-water mark.) [*](⁴ ἅπαντα . . . ζῶα. This passage seems not to belong here (W.).) [*](5 τρόποι conj. Sch. ; τόποι UMV Ald.)
Ἔστι δὲ τὰ μὲν ὀρθοφυῆ καὶ μακροστελέχη καθάπερ ἐλάτη πεύκη κυπάριττος, τὰ δὲ σκολιώτερα καὶ βραχυστελέχη οἷον ἰτέα συκῆ ῥοιά, καὶ κατὰ πάχος δὲ καὶ λεπτότητα ὁμοίως. καὶ πάλιν τὰ μὲν μονοστελέχη τὰ δὲ πολυστελέχη· τοῦτο δὲ ταὐτὸ τρόπον τινὰ καὶ τῷ παραβλαστητικὰ ἡ ἀπαράβλαστα εἶναι· καὶ πολυκλαδῆ καὶ ὀλιγόκλαδα καθάπερ ὁ φοῖνιξ. καὶ ἐν αὐτοῖς τούτοις ἔτι κατὰ ἰσχὺν ἡ πάχος ἡ τὰς τοιαύτας διαφοράς.
πάλιν τὰ μὲν λεπτόφλοια, καθάπερ δάφνη φίλυρα, τὰ δὲ παχύφλοια. καθάπερ δρῦς. ἔτι τὰ μὲν λειόφλοια, καθάπερ μηλέα συκῆ, τὰ δὲ τραχύφλοια, καθάπερ ἀγρία δρῦς φελλὸς φοῖνιξ. πάντα δὲ νέα μὲν ὄντα λειοφλοιότερα, ἀπογηράσκοντα δὲ τραχυφλοιότερα, ἔνια δὲ καὶ ῥηξίφλοια, καθάπερ ἄμπελος, τὰ δὲ καὶ ὡς περιπίπτειν, οἷον ἀνδράχλη μηλέα κόμαρος. ἔστι δὲ καὶ τῶν μὲν σαρκώδης ὁ φλοιός, οἶον φελλοῦ δρυὸς αἰγείρου· τῶν δὲ ἰνώδης καὶ ἄσαρκος ὁμοίως δένδρων καὶ θάμνων καὶ ἐπετείων, οἷον ἀμπέλου καλάμου πυροῦ. καὶ τῶν μὲν πολύλοπος, οἷον φιλύρας ἐλάτης ἀμπέλου λινοσπάρτου κρομύων, τῶν δὲ μονόλοπος, οἷον συκῆς [*](¹ i.e. taking account of differences in qualities, etc. See § 4, but the order in which the three kinds of ‘differences’ are discussed is not that which is here given; the second is taken first and resumed at 6. 1, the third begins at 5. 4, the first at 14. 4.) [*](2 ταὐτὸ conj. Sch.; αὐτὸ UMVP Ald.) [*](³ τραχυφλοιότερα conj. H. from G ; παχυφ. UMAld. cf. Plin. 16 126.)
Τῶν δὲ ξύλων αὐτῶν καὶ ὅλως τῶν καυλῶν οἱ μέν εἰσι σαρκώδεις, οἷον δρυὸς συκῆς, καὶ τῶν ἐλαττόνων ῥάμνου τεύτλου κωνείου· οἱ δὲ ἄσαρκοι, καθάπερ κέδρου λωτοῦ κυπαρίττου. καὶ οἱ μὲν ἰνώδεις· τὰ γὰρ τῆς ἐλάτης καὶ τοῦ φοίνικος ξύλα τοιαῦτα· τὰ δὲ ἄϊνα, καθάπερ τῆς συκῆς. ὡσαύτως δὲ καὶ τὰ μὲν φλεβώδη τὰ δ᾿ ἄφλεβα. περὶ δὲ τὰ φρυγανικὰ καὶ θαμνώδη καὶ ὅλως τὰ ὑλήματα καὶ ἄλλας τις ἂν λάβοι διαφοράς· ὁ μὲν γὰρ κάλαμος γονατῶδες, ὁ δὲ βάτος καὶ ὁ παλίουρος ἀκανθώδη. ἡ δὲ τύφη καὶ ἔνια τῶν ἑλείων ἢ λιμναίων ὁμοίως ἀδιάφρακτα καὶ ὁμαλῆ, καθάπερ σχοῖνος. ὁ δὲ τοῦ κυπείρου καὶ βουτόμου καυλὸς ὁμαλότητά τινα ἔχει παρὰ τούτους· ἔτι δὲ μᾶλλον ἴσως ὁ τοῦ μύκητος.