Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
τῶν δὲ δένδρων οὐδὲν γυμνόσπερμον ἀλλ᾿ ἢ σαρξὶ περιεχόμενον ἢ κελύφεσιν, τὰ μὲν δερματικοῖς, ὥσπερ ἡ βάλανος καὶ τὸ Εὐβοϊκόν, τὰ δὲ ξυλώδεσιν, ὥσπερ ἡ ἀμυγδάλη καὶ τὸ κάρυον. οὐδὲν δὲ ἐναγγειόσπερμον, εἰ μή τις τὸν κῶνον ἀγγεῖον θήσει διὰ τὸ χωρίζεσθαι τῶν καρπῶν.
Αὐτὰ δὲ τὰ σπέρματα τῶν μὲν εὐθὺ σαρκώδη, καθάπερ ὅσα καρυηρὰ καὶ βαλανηρά· τῶν δὲ ἐν πυρῆνι τὸ σαρκῶδες ἔχεται, καθάπερ ἐλάας καὶ δαφνίδος καὶ ἄλλων. τῶν δ᾿ ἐμπύρηνα μόνον ἢ πυρηνώδη γε καὶ ὥσπερ ξηρά, καθάπερ τὰ κνηκώδη καὶ κεγχραμιδώδη καὶ πολλὰ τῶν λαχανηρῶν. ἐμφανέστατα δὲ τὰ τοῦ φοίνικος· οὐδὲ γὰρ κοιλότητα ἔχει τοῦτο οὐδεμίαν ἀλλ᾿ ὅλον ξηρόν· οὐ μὴν ἀλλ᾿ ὑγρότης δή τις καὶ θερμότης ὑπάρχει δῆλον ὅτι καὶ τούτῳ, καθάπερ εἴπομεν.
[*](¹ μηκωνικὰ . . . τὸ γὰρ conj. W. from G; μήκωνι· κατὰ γὰρ UMV Ald.)[*](² κορίαννον ἄννησον conj. Sch.; κοριάννησον UM Ald.; κο- ράννησωον V ; cf. Plin. 19. 119.)[*](³ ἢ κελύφεσιν conj. Sch., cf. C. P. 4. 1. 2; ἡ δὲ κύμασιν U; Plin. 15. 112, crusta teguntur glandes. 4 PIin. 15. 113.)Διαφέρουσι δὲ καὶ τῷ τὰ μὲν ἀθρόα μετ᾿ ἀλλήλων εἶναι, τὰ δὲ διεστῶτα καὶ στοιχηδόν, ὥσπερ τὰ τῆς κολοκύντης καὶ σικύας καὶ τῶν δένδρων, ὡς Περσικῆς μηλέας. καὶ τῶν ἀθρόων τὰ μὲν ἑνί τινι περιέχεσθαι, καθάπερ τὰ τῆς ῥόας καὶ τῆς ἀπίου καὶ μηλέας καὶ τῆς ἀμπέλου καὶ συκῆς· τὰ δὲ μετ᾿ ἀλλήλων μὲν εἶναι, μὴ περιέχεσθαι δὲ ὑφ᾿ ἑνός, ὥσπερ τὰ σταχυηρὰ τῶν ἐπετείων, εἰ μή τις θείη τὸν στάχυν ὡς περιέχον· οὕτω δ᾿ ἔσται καὶ ὁ βότρυς καὶ τἆλλα τὰ βοτρυώδη καὶ ὅσα δὴ φέρει δι᾿ εὐβοσίαν καὶ χώρας ἀρετὴν ἀθρόους τοὺς καρπούς, ὥσπερ ἐν Συρίᾳ φασὶ καὶ ἄλλοθι τὰς ἐλάας.
Ἀλλὰ καὶ αὕτη δοκεῖ τις εἶναι διαφορὰ τὸ τὰ μὲν ἀφ᾿ ἑνὸς μίσχου καὶ μιᾶς προσφύσεως ἀθρόα γίνεσθαι, καθάπερ ἐπί τε τῶν βοτρυηρῶν καὶ σταχυηρῶν εἴρηται μὴ περιεχόμενα κοινῷ τινι γίνεσθαι· τὰ δὲ μὴ γίνεσθαι. ἐπεὶ καθ᾿ ἔκαστόν γε λαμβάνοντι τῶν σπερμάτων ἢ τῶν περιεχόντων ἰδίαν ἀρχὴν ἔχει τῆς προσφύσεως, οἷον ἥ τε ῥὰξ καὶ ἡ ῥόα καὶ πάλιν ὁ πυρὸς καὶ ἡ κριθή. ἥκιστα δ᾿ ἂν δόξειεν τὰ τῶν μήλων καὶ τὰ τῶν ἀπίων, ὅτι συμψαύει τε καὶ περιείληπται καθάπερ ὑμένι τινὶ δερματικῷ περὶ ὃν τὸ περικάρπιον· ἀλλ᾿ ὅμως καὶ τούτων ἕκαστον ἰδίαν ἀρχὴν ἔχει καὶ φύσιν· φανερώτατα δὲ τῷ [*](¹ στοιχηδόν conj. W.; σχεδὸν Ald.) [*](² ἐνί τινι conj. Sch.; ἐν τινι Ald. ³ cf. Plin. 15. 15.) [*](⁴ αὕτη conj. Sch.; αὐτὴ Ald. 5 τὸ conj. W.; τῷ Ald.)
καὶ γὰρ τούτῳ ἔχουσι διαφορὰν καίπερ ἀμφότερα περιεχόμενα σαρκώδει τινὶ καὶ τῷ τοῦτο περιειληφότι μετὰ τῶν ἄλλων· τὰ μὲν γὰρ περὶ ἕκαστον ἔχει πυρῆνα τὸ σαρκῶδες τοῦτο τὸ ὑγρόν, αἱ δὲ κεγχραμίδες ὥσπερ κοινόν τι πᾶσαι, καθάπερ καὶ τὸ γίγαρτον καὶ ὅσα τὸν αὐτὸν ἔχει τρόπον. ἀλλὰ τὰς μὲν τοιαύτας διαφορὰς τάχ᾿ ἄν τις λάβοι πλείους· ὧν δεῖ τὰς κυριωτάτας καὶ μάλιστα τῆς φύσεως μὴ ἀγνοεῖν.
XII. Αἱ δὲ κατὰ τοὺς χυλοὺς καὶ τὰ σχήματα καὶ τὰς ὅλας μορφὰς σχεδὸν φανεραὶ πᾶσιν, ὥστε μὴ δεῖσθαι λόγου· πλὴν τοσοῦτόν γ᾿ ὅτι σχῆμα οὐδὲν περικάρπιον εὐθύγραμμον οὐδὲ γωνίας ἔχει. τῶν δὲ χυλῶν οἱ μέν εἰσιν οἰνώδεις, ὥσπερ ἀμπέλου συκαμίνου μύρτου· οἱ δ᾿ ἐλαώδεις, ὥσπερ ἐλάας δάφνης καρύας ἀμυγδαλῆς πεύκης πίτυος ἐλάτης· οἱ δὲ μελιτώδεις, οἷον σύκου φοίνικος διοσβαλάνου· οἱ δὲ δριμεῖς, οἷον ὀριγάνου θύμβρας καρδάμου νάπυος· οἱ δὲ πικροί, ὥσπερ ἀψινθίου κενταυρίου. διαφέρουσι δὲ καὶ ταῖς εὐωδίαις, οἷον ἀννήσου κεδρίδος· ἐνίων δὲ ὑδαρεῖς ἂν δόξαιεν, οἷον οἱ τῶν κοκκυμηλέων· οἱ δὲ ὀξεῖς, ὥσπερ ῥοῶν [*](¹ i. e. of the pulp. ³ τούτῳ conj. Sch.; τοῦτο Ald.) [*](³ τὸν om. St.: i. e. the seeds are arranged in compartments of the pulp.)
Ἔχει δὲ καὶ ἡ τῶν δένδρων αὐτῶν ὑγρότης. ὥσπερ ἐλέχθη, διάφορα εἴδη· ἡ μὲν γάρ ἐστιν ὀπώδης, ὥσπερ ἡ τῆς συκῆς καὶ τῆς μήκωνος· ἡ δὲ πιττώδης, οἷον ἐλάτης πεύκης τῶν κωνοφόρων· ἄλλη δ᾿ ὑδαρής, οἷον ἀμπέλου ἀπίου μηλέας, καὶ τῶν λαχανωδῶν δέ, οἷον σικύου κολοκύντης θριδακίνης· αἱ δὲ ἤδη δριμύτητά τινα ἔχουσι, καθάπερ ἡ τοῦ θύμου καὶ θύμβρας· αἱ δὲ καὶ εὐωδίαν, ὥσπερ αἱ τοῦ σελίνου ἀνήθου μαράθου καὶ τῶν τοιούτων. ὡς δ᾿ ἁπλῶς εἰπεῖν ἅπασαι κατὰ τὴν ἰδίαν φύσιν ἑκάστου δένδρου καὶ ὡς καθ᾿ ὅλου εἰπεῖν φυτοῦ· πᾶν γὰρ ἔχει κρᾶσίν τινα καὶ μίξιν ἰδίαν, ἥπερ οἰκεία δῆλον ὅτι τυγχάνει τοῖς ὑποκειμένοις καρποῖς· ὧν τοῖς πλείστοις συνεμφαίνεταί τις ὁμοιότης οὐκ ἀκριβὴς οὐδὲ σαφής· ἀλλ᾿ ἐν τοῖς περικαρπίοις· διὸ μᾶλλον κατεργασίαν λαμβάνει καὶ πέψιν καθαρὰν καὶ εἰλικρινῆ ἡ τοῦ [*](¹ cf. C. P. 6. 6. 4.) [*](² T, is said to have written a treatise περὶ χυμῶν.) [*](3 ὀπώδης. ὀπός is used specially of the juice of the fig itself.) [*](4 μήκωνος probably corrupt: it should be a tree.)
Ἔχει δὲ αὐτὰ τὰ σπέρματα καὶ οἱ χιτῶνες οἱ περὶ αὐτὰ διαφορὰν τῶν χυλῶν. ὡς δ᾿ ἀπλῶς εἰπεῖν ἅπαντα τὰ μόρια τῶν δένδρων καὶ φυτῶν, οἷον ῥίζα καυλὸς ἀκρεμὼν φύλλον καρπός, ἔχει τινὰ οἰκειότητα πρὸς τὴν ὅλην φύσιν, εἰ καὶ παραλλάττει κατά τε τὰς ὀσμὰς καὶ τοὺς χυλούς, ὡς τὰ μὲν εὔοσμα καὶ εὐώδη τὰ δ᾿ ἄοσμα καὶ ἄχυλα παντελῶς εἶναι τῶν τοῦ αὐτοῦ μορίων.
Ἐνίων γὰρ εὔοσμα τὰ ἄνθη μᾶλλον ἢ τὰ φύλλα, τῶν δὲ ἀνάπαλιν τὰ φύλλα μᾶλλον καὶ οἱ κλῶνες, ὥσπερ τῶν στεφανωματικῶν· τῶν δὲ οἱ καρποί· τῶν δ᾿ οὐδέτερον· ἐνίων δ᾿ αἱ ῥίζαι· τῶν δέ τι μέρος. ὁμοίως δὲ καὶ κατὰ τοὺς χυλούς· τὰ μὲν γὰρ βρωτὰ τὰ δ᾿ ἄβρωτα τυγχάνει καὶ ἐν φύλλοις καὶ περικαρπίοις. ἰδιώτατον δὲ τὸ ἐπὶ τῆς φιλύρας· ταύτης γὰρ τὰ μὲν φύλλα γλυκέα καὶ πολλὰ τῶν ζώων ἐσθίει, ὁ δὲ καρπὸς οὐδενὶ βρωτός· ἐπεὶ τό γε ἀνάπαλιν οὐδὲν θαυμαστόν, ὥστε τὰ μὲν φύλλα μὴ ἐσθίεσθαι τοὺς δὲ καρποὺς οὐ μόνον ὑφ᾿ ἡμῶν ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ζώων. ἀλλὰ καὶ περὶ τούτου καὶ τῶν ἄλλων τῶν τοιούτων ὕστερον πειρατέον θεωρεῖν τὰς αἰτίας.
XIII. Νῦν δὲ τοσοῦτον ἔστω δῆλον, ὅτι κατὰ πάντα τὰ μέρη πλείους εἰσὶ διαφοραὶ πολλαχῶς· [*](¹ i. e. the pulp. ² i. e. the flavour.) [*](³ Sense: Every tree has a characteristic juice of its own, which is however specially recognisable in its fruit ; in the tree as a whole its character is not always apparent. Hence the importance of the flavour (which is seen in the fruit. pulp), since it is this which determines the specific character,)
Ἐν δὲ τοῖς ἐπετείοις σχεδὸν τά γε πλείω τοιαῦτα καὶ δίχροα καὶ διανθῆ. λέγω δὲ διανθὲς ὅτι ἕτερον ἄνθος ἐν τῷ ἄνθει ἔχει κατὰ μέσον. ὥσπερ τὸ ῥόδον καὶ τὸ κρίνον καὶ τὸ ἴον τὸ μέλαν. ἔνια δὲ καὶ μονόφυλλα φύεται διαγραφὴν ἔχοντα μόνον τῶν πλειόνων, ὥσπερ τὸ τῆς ἰασιώνης· οὐ γὰρ κεχώρισται ταύτης ἐν τῷ ἄνθει τὸ φύλλον ἕκαστον· οὐδὲ δὴ τοῦ λειρίου τὸ κάτω μέρος, ἀλλὰ ἐκ τῶν ἄκρων ἀποφύσεις γωνιώδεις. σχεδὸν δὲ καὶ τὸ τῆς ἐλάας τοιοῦτόν ἐστιν.
Διαφέρει δὲ καὶ κατὰ τὴν ἔκφυσιν καὶ θέσιν· τὰ μὲν γὰρ ἔχει περὶ αὐτὸν τὸν καρπόν, οἷον ἄμπελος [*](1 i. e. petaloid.) [*](² ἀγρίων Ald.; αἰτίων U; ἀντιῶν MV; ποντίων conj. W.) [*](³ i. e. corolla and stamens, etc.) [*](4 i. e. are gamopetalous (or gamosepalous).)
Ἄλλα δὲ ἰδιωτέρως, οἷον ὁ κιττὸς καὶ ἡ συκάμινος· ἐν αὐτοῖς μὲν γὰρ ἔχει τοῖς ὅλοις περικαρπίοις, οὐ μὴν οὕτε ἐπ᾿ ἄκροις οὕτ᾿ ἐπὶ περιειληφόσι καθ᾿ ἕκαστον, ἀλλ᾿ ἐν τοῖς ἀνὰ μέσον· εἰ μὴ ἄρα οὐ σύνδηλα διὰ τὸ χνοῶδες.
Ἔστι δὲ καὶ ἄγονα τῶν ἀνθῶν ἔνια, καθάπερ ἐπὶ τῶν σικύων ἃ ἐκ τῶν ἄκρων φύεται τοῦ κλήματος, [*](¹ cf. 3. 16. 4. ² Lacuna in text; ἀνθῶν I conj.) [*](³ τάχα Ald.; τινα W. after Sch. conj.) [*](4 ἄποισ conj. Bod.; ἄγνος Ald. H.) [*](5 i. e. composites.) [*](6 σπερμάτων conj. Dalec. from G ; στομάτων Ald.) [*](7 ἄκανος conj W.; ἄκαρος UV.) [*](8 ἀκανώδη conj. W.; ἀνθώδη Ald. H. cf. 1. 10. 6; 6. 4. 4.)