De signis tempestatum
Theophrastus
Theophrastus, Concerning Weather Signs, Hort, Harvard, 1927
Μετοπώρῳ ἐὰν πρόβατα ἢ βόες ὀρύττωσι καὶ κοιμῶνται ἀθρόοι πρὸς ἀλλήλους ἔχοντες τὰς κεφαλάς, τὸν χειμῶνα χειμέριον σημαίνει. ἐν δὲ τῷ Πόντῳ φασίν, ὅταν Ἀρκτοῦρος ἀνατείλῃ θᾶττον, ἐναντίους τῷ βορρᾷ νέμεσθαι. βόες μᾶλλον ἐσθίοντες τοῦ εἰωθότος καὶ ἐπὶ τὸ δεξιὸν κατακλινόμενοι χειμέριον. καὶ ὦτα κρούων ὄνος χειμέριον· καὶ μαχόμενα πρόβατα καὶ ὄρνιθες περὶ σίτου παρὰ τὸ ἔθος· προπαρασκευάζονται γάρ· καὶ μῦες τρίζοντες καὶ ὀρχούμενοι χειμέριον.
Καὶ κύων τοῖς ποσὶν ὀρύττουσα καὶ ὀλολυγὼν ᾄδουσα μόνη ἀκρωρίας χειμέριον. γῆς ἔντερα πολλὰ φαινόμενα χειμῶνα σημαίνει. καὶ ἐὰν πῦρ μὴ θέλῃ ἅπτεσθαι, χειμέριον· καὶ ἐὰν λύχνος ἅπτεσθαι μὴ ἐθέλῃ, χειμῶνα σημαίνει· καὶ τέφρα πηγνυμένη νιφετόν. λύχνος εὐδίας ἡσυχαῖος καιόμενος χειμῶνα σημαίνει· καὶ ἐὰν χειμῶνος ὄντος μύκαι μέλαιναι ἐπιγίνωνται, χειμῶνα σημαίνει· καὶ ἐὰν ὥσπερ κέγχροις πολλοῖς κατάπλεως [*](¹ τευθίδες. The word is perhaps corrupt and conceals the name of a bird) [*](2 cf. 21, 29. πολύπλοκον is Furlanus’ conj. for Vulg. πολύποδον.) [*](³ πνεύμονες. Plin. 18. 359. pulmones: cf. 9. 154.)
Ἡ τοῦ ὄνου Φάτνη εἰ συνίσταται καὶ ζοφερὰ γίνεται, χειμῶνα σημαίνει. καὶ ἐὰν ἀστραπὴ λαμπρὰ μὴ ἐν τῷ αὐτῷ μένῃ, χειμέριον. ἐπὶ Πλειάδι δυομένῃ ἐὰν λάμψῃ κατὰ Πάρνηθα καὶ Bρίληττον καὶ Ὕμηττον, ἐὰν μὲν ἅπαντα καταλάμψῃ. μέγαν χειμῶνα σημαίνει, ἐὰν δὲ τὰ δύο, ἐλάττω, ἐὰν δὲ Πάρνηθα μόνον, εὐδιεινόν· καὶ ἐὰν χειμῶνος ὄντος νεφέλη μακρὰ ἐπὶ τὸν Ὕμηττον ᾖ, χειμῶνος ἐπίτασιν σημαίνει. Ἄθως καὶ Ὄλυμπος καὶ ὅλως ὀρέων κορυφαὶ κατεχόμεναι ὑπὸ νεφελῶν χειμέριον. ἐὰν εὐδίας γινομένης νεφέλιον φαίνηται ἐν τῷ ἀέρι παρατεταμένον καὶ τιλλόμενον, οὔπω παύεται ὁ χειμών.
Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν παρὰ τὸ εἰκὸς γένηται, τὸ ἔαρ γίνεται ψυχρὸν ὡς τὰ πολλά. ἐὰν πρωὶ χειμάζειν ἄρξηται, πρωῒ παύεται καὶ ἔαρ καλόν, ἐὰν δὲ τοὐναντίον, καὶ ἔαρ ὄψιον ἔσται. ἐὰν χειμὼν ὑέτιος, τὸ ἔαρ αὐχμηρόν, ἐὰν δ᾿ αὐχμηρὸς ὁ χειμών, τὸ ἔαρ καλόν. ἐὰν ἡ ὄπωρα γίνηται ἐπιεικής, τὰ πολλὰ γίνεται τοῖς προβάτοις λιμός. ἐὰν τὸ ἔαρ καὶ τὸ θέρος ψυχρὰ γίνηται, ἥ τε ὄπωρα γίνεται καὶ μετόπωρον πνιγηρὸν καὶ οὐκ ἀνεμῶδες.
Οἱ πρῖνοι ἐὰν εὐκαρπῶσι, χειμῶνες πολλοὶ σφόδρα γίνονται. ἐὰν ἐπὶ κορυφῆς ὄρους νέφος ὀρθὸν στῇ, χειμῶνα σημαίνει, ὅθεν καὶ Ἀρχίλοχος ἐποίησε “ Γλαῦχ᾿ ὅρα· βαθὺς γὰρ ἤδη κύμασιν [*](¹ ὄνου φάτνη. cf. 23, 51. See LS, s.ν. ὄνοs ; Theocr. 22.) [*](21. Plin. 18. 353, sunt in signo Cancri duae stellae parvae)