Περὶ μονήρους λέξεως
Aelius Herodianus
Aelius Herodianus, Περὶ μονήρους λέξεως, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Ἐϲθίω. τὰ εἰϲ ω λήγοντα ῥήματα ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου, εἰ λάβοι ἐπέκταϲιν τοῦ ι, περιϲπᾶϲθαι θέλει, χαίρω χαιριῶ, ἐρεύθω ἐρευθιῶ, φλέγω φλεγιῶ, κνήθω κνηθιῶ, κνίφω κνιφιῶ· ἀλλὰ μόνον τὸ ἐϲθίω βαρύνεται, τὸ γὰρ δείδιε οὐχ’ ὥϲ τινεϲ οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω· εἰ δὲ καὶ ἀπαιτήϲῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον.
Πιέζω. τὰ εἰϲ ζω λήγοντα ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα οὐδέποτε τῷ ε παραλήγεϲθαι θέλει, εὐάζω, ϲκεδάζω, ϲκεπάζω, ἁρπάζω, λυρίζω, ϲαλπίζω, βαύζω, χαιτίζω, κιθαρίζω, ἑρπύζω. ϲημειῶδεϲ ἄρα παρ’ Ἀττικοῖϲ καὶ τοῖϲ Ἴωϲι λεγόμενον διὰ τοῦ ε τὸ πιέζω, ὥϲπερ καὶ παρὰ τῷ ποιητῇ. προϲέθηκα δὲ καὶ τὰϲ διαλέκτουϲ, ἐπεὶ παρ’ Ἀλοκαίῳ διχῶϲ λέγεται, παρὰ δὲ Ἀλκμᾶνι διὰ τοῦ α,
Ἐϲϲί. οὐδὲν εἰϲ cι λῆγον ῥῆμα δεύτερον πρόϲωπον, ἀλλὰ μόνον τὸ ἐϲϲί· [*](l.1 γέρρω cod., Ls. ἀγέρρω. cod. οἰκτέρρω, em.Ls. l. 7 ἐκήου cod., ἔκηα οὐ Lebrsius cum Lob. Rhem. 17. 1 8 eod. ἡ, Le. ἢ. ἐϲτὶ ὡϲ πρὸϲ cod., Ls. ἐϲτὶν ὥϲπερ, idem l. 9 ante εἶπερ inseruit ἢ. καὶ διαλέκτου cod., em. Ls. l. 10 τὸ παλαίω Ls. inseruit cum Dind. et Ahrens de Dial. Aeol. p. 187. l.11 cod. κλαίω, Ls. cum Lob. Rhem. p. 17 κλείω. l. 16 post τὸ ἐϲθίω Lob. Rhem. p.19 inseruit verba βαρύνεται. τὸ δὲ (Ls.γάρ) δείδιε. l.17 cod. διδειῶ, em. Lob.) [*](l. 19 ἐάζω cod, em. Ls. l. 20 βαρύζω cod., em. Bl. ἀτυχίζω cod., Lehrsius, qui cogitaverat de τυκίζω scripsit χαιτίζω col. Epim. Cr. I 291, 4 καὶ τὸ πελεμίζει ἀπὸ τοῦ παλάμη παλαμίζω ὡϲ χαίτη χαιτίζω καὶ τὸ πιάζω οἱ Ἴωνεϲ πιέζω καὶ Ἀττικοὶ καὶ Αἰολεῖϲ Δωριεῖϲ πιάζω ἀναλογώτερον. l. 24 cod. τῷ δὲ ϲκομύνθεα κατ’ αν κάρρον μάβωϲ ἐπίαζε, recepi Lehrsii emendationem deam Aphroditen vel Aten intellegentie, cf. Bergk fr. 35 p. 642 ed. II qui ipse suspicatur τῷ δὲ ϲκόλον θεὰ καττὰν κάραν ἁβρῶϲ πίαζεν et Nauckium coniecisse dicit: τῷ δὲ κόρυν θεά καττὰν κάραν λαβῶϲ’ ἐπίαζε. l. 29 δὲ post περιϲπώμενον delevit Ls.)
Εἴϲ. οὐδὲν εἰϲ ειϲ λῆγον δεύτερον πρόϲωπον ὀξύνεται, ἀλλὰ μόνον τὸ εἴϲ
Ὑφήφαϲται. οὐδεὶϲ Ἀττικὸϲ παρακείμενοϲ ἀπὸ τοῦ υ ἄρχεται, ἀλλὰ μόνοϲ ὁ ὑφήφαϲται.
Οἶϲθα. ὅϲα εἰϲ θᾶ λήγει δεύτερα πρόϲωπα ἐπεκτεταμένα, ταῦτα ἀποβολῇ τῆϲ θα ϲυλλαβῆϲ καταλείπει ῥητὸν τὸ ῥῆμα, οἷον λέγῃϲθα λέγῃϲ, βάλῃϲθα βάλῃϲ, ἦϲθα ἦϲ. μόνον δὲ τὸ οἶϲθα τοιοῦτον οὐκ αἴτιον δὲ τὸ πάθοϲ.
Ἦν. οὐδὲν ῥῆμα ὁριϲτκὸν ἑνικὸν πρῶτον πρόϲωπον κατὰ τὸν αὐτὸν χρόνον ὁρᾶται πρῶτον πρόϲωπον ἑνικοῦ καὶ τρίτον ἑνικοῦ καὶ πρῶτον καὶ τρίτον πληθυντικοῦ, ὅτι μὴ μόνον τὸ ἦν. ἦν γὰρ ἐγὼ Ἀττικοὶ λέγουϲι καὶ ἦν ἐκεῖνοϲ· καὶ πληθυντικῶϲ Ϲιμωνίδηϲ ἐπὶ πρώτου προϲώπου, ὡϲ καὶ ἐν ἐπιγράμμαϲιν·