Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

θέλει δὲ τὰ εἰϲ μι φύϲει μακρᾷ παραλήγεϲθαι. καὶ παραλήγονται ἡ μὲν α΄ καὶ β΄ ϲυζυγία τῶν εἰϲ μι τῷ η οἷον τιθῶ τιθεῖϲ τίθημι, ἱϲτῶ ἱϲτᾷϲ ἵϲτημι, ἀλλ’ ἐν τῇ ϲυϲτολῇ διαφέρουϲιν· ἡ μὲν γὰρ πρώτη ϲυζυγία τῶν εἰϲ μι διὰ τοῦ ε ϲυϲτέλλεται ἐν τοῖϲ πληθυντικοῖϲ οἶον τίθεμεν, ἀφίεμεν· ἡ δὲ δευτέρα διὰ τοῦ ᾱ ϲυνεϲταλμένου, ἵϲταμεν, κίχραμεν· ἠ δὲ γ΄ παραλήγεται τῷ ω οἶον δίδωμι, ὅπερ ϲυϲτελλόμενον διὰ τοῦ ο ϲυϲτέλλεται ἐν τοῖϲ πληθυντικοῖϲ οἶον δίδομεν ἡ δὲ δ’ διχρόνῳ ἐκτεταμένῳ παραλήγεται οἷον ζευγνύω ζεύγνυμι, ὄλλυμι· ϲυϲτελλομένη δὲ τὸ δίχρονον μόνον ϲυϲτέλλει οἶον ζεύγνυμεν, πήγνυμεν, διὰ ϲυνεϲταλμένου τοῦ υ. εὐλόγωϲ δὲ ἡ μὲν α΄ ϲυζυγία τῶν εἰϲ μι τῷ η παραλήγεται [*](1. 25 posui ἐϲμί pro εἰμί, cui Gaisf. substituere vult ἐμμί. l. 45 οὐ post ὅπερ eieci.)

827
λήγεται οἶον τίθημι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ε ἔχει οἶον τιθέω τιθῶ τὸ δὲ ε μεγεθυνόμενον ἐν τοῖϲ ῥήμαϲι διχῶϲ μεγεθύνεται ἢ γὰρ διὰ τῆϲ προϲθήκηϲ τοῦ ῑ μεγεθύνεται οἶον ἔχω εἶχον, διὰ τοῦ τρέπεϲθαι εἰϲ τὸ η, ἐλέγχω ἤλεγχον· καὶ ἐπειδὴ ἐπὶ τῶν εἰϲ μι οὐ δύναται τὸ ε διὰ τῆϲ προϲθήκηϲ τοῦ ῑ μεγεθύνεϲθαι, ὡϲ γὰρ μετ’ ὀλίγον μαθηϲόμεθα, οὐ θέλει τὰ εἰϲ μι ὁριϲτικὰ διφθόγγῳ παραλήγεϲθαι, εὐλόγωϲ διὰ τοῦ τρέπεϲθαι εἰϲ η μεγεθύνεται ὡϲαύτωϲ δὲ καὶ ἡ β΄ ϲυζυγία τῶν εἰϲ μι εὐλόγωϲ τῷ η παραλήγεται οἶον ἵϲτημι, ἐπειδὴ τὸ ἐντελὲϲ τοῦ πρωτοτύπου τὸ ᾱ ἔχει οἶον ἱϲτάω ἱϲτῶ, τὸ δὲ ᾱ μεγεθυνόμενον ἐν τοῖϲ ῥήμαϲιν εἰϲ η τρέπεται οἶον ἀκούω, ἤκουον· ἡ δὲ γ΄ τῷ ω παραλήγεται οἶον δίδωμι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ο ἔχει οἶον διδόω, διδῶ, τὸ δὲ ο μεγεθυνόμενον εἰϲ ω τρέπεται οἶον ὀμνύω ὤμνυον ἡ δὲ δ΄ ϲυζυγία τῶν εἰϲ μι διχρόνῳ ἐκτεταμένῳ παραλήγεται οἶον ζεύγνυμι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ υ ἔχει οἶον ζευγνύω, τὸ δὲ υ μεγεθυνόμενον ἐν τοῖϲ ῥήμαϲιν εἰϲ ἑαυτὸ μεγεθύνεται, τουτέϲτι φύϲει μακρὸν γίνεται, καὶ οὐ τρέπεται εἰϲ ἄλλο φωνῆεν οἶον ὑδρεύω ὕδρευον, ὑφαίνω ὕφαινον.

ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ τί τὰ εἰϲ μι ἀεὶ φύει μακρᾷ παραλήγεται οἶον τίθημι. λέγει δὲ ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν ἐπειδὴ ἡ τελευταία ϲυλλαβὴ τὸν μακρὸν χρόνον ἔτρεψεν εἰϲ βραχύν (τροπῇ γὰρ τοῦ ω εἰϲ μι γίνεται) τούτου χάριν ὑπερβιβαϲμὸν ἀνεδέξατο τοῦ χρόνου, καὶ ἐποίηϲαν τὴν παραλήγουϲαν φύϲει μακράν, ἵνα τὸν μακρὸν χρόνον τὸν κεχρεωϲτημένον τῇ ληγούϲῃ ἀναδέξηται ἡ παραλήγουϲα.

ἰϲτέον δὲ ὅτι οὐ θέλει τὰ εἰϲ μι ὁριϲτικὰ διφθόγγῳ παραλήγεϲθαι οἶον τίθημι, ὄλλυμι, ὅθεν ϲεϲημείωται τὸ εἰμί τὸ ϲημαῖνον τὸ ὑπάρχω καὶ τὸ εἶμι τὸ ϲημαῖνον τὸ πορεύομαι διφθόγγῳ παραληγόμενα. πρόϲκειται «ὸριϲτικὰ» διὰ τὰ εὐκτικὰ οἶον τύπτοιμι, λέγοιμι. καὶ περὶ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω ἀπολογούμεθα οὕτωϲ ἔϲτιν ἔω τὸ ϲημαῖνον τὸ ὑπάρχω· τοῦτο τροπῇ τοῦ ω εἰϲ μι γέγονεν ἐμί, ὥϲπερ ζευγνύω ζεύγνυμι, καὶ ἐπειδὴ τὰ εἰϲ μι φύϲει μακρᾷ παραλήγεϲθαι θέλει οἶον τίθημι, ἠναγκάζετο δὲ τοῦτο φύϲει μακρᾷ παραλήγεϲθαι, καὶ λοιπὸν ἠναγκάζετο ἢ τρέψαι τὸ ε εἰϲ η ἢ παραλαβεῖν τὸ ῖ, καὶ μᾶλλον ὤφειλε τρέψαι τὸ ε εἰϲ η ἤπερ προϲλαμβάνειν τὸ ῑ, ἐπειδή, ὡϲ εἴρηται, τὰ εἰϲ μι ὁριϲτικὰ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι οἶον τίθημι, ἵϲτημι· ἀλλ᾿ ἐπειδὴ αἱ παραγωγοὶ λέξειϲ θέλουϲι φυλάττειν λείψανόν τι τῆϲ φωνῆϲ τοῦ πρωτοτύπου οἶον τιθῶ τίθημι, ἄρδω ἀρδεύω, τούτου χάριν, ἵνα καὶ αὐτὴ ἡ λέξιϲ ἡ ἐμί φυλάξῃ λείψανόν τι τῆϲ φωνῆϲ τοῦ πρωτοτύπου, προϲέλαβε τὸ ῑ καὶ γέγονεν εἰμί διά τῆϲ ει διφθόγγου, καὶ ἐφύλαξε τὸ ε τοῦ πρωτοτύπου, φημὶ δὲ τοῦ ἔω· εἰ γὰρ ἔτρεψε τὸ ε εἰϲ η, οὐκ ἐφυλάττετο τῆϲ φωνῆϲ τὸ πρωτότυπον. τὸ δὲ εἶμι τὸ ϲημαῖνον τὸ πορεύομαι διὰ τοῦτο τῇ διφθόγγῳ παραλήγεται, ἐπειδὴ ἀπὸ τοῦ εἴω ἐϲτίν· ἔϲτι γὰρ εἴω διὰ τῆϲ ει διφθόγγου, ὃ ϲημαίνει τὸ πορεύομαι· ἐκ τούτου οὖν τοῦ εἴω γέγονε τὸ εἶμι, τροπῇ τοῦ ω εἰϲ μι, ὥϲπερ τὸ ζευγνύω ζεύγνυμι, καὶ λοιπὸν ἐκ τοῦ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον.

δεῖ δὲ γινώϲκειν, ὅτι ὁ Ἀπολλώνιοϲ τὸ εἶμι διὰ μακροῦ τοῦ ῑ γράφει, ἐκ τοῦ καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ ϲυνεϲταλμένου τοῦ ῑ εἶναι οἷον ἴτον ἴτον ἴμεν τε καὶ ἐν ϲυνθέϲει ἔξιτον [*](1. 34 παραγωγοί pro παράλογοι posui.)

828
καὶ τὸ γ΄ τῶν πληθυντικῶν ἴϲι καὶ ἴαϲιν οἷον «καί τ’ ἀγεληδὸν ἴαϲιν» (Π 160). οὐ ϲυνάδει δὲ αὐτῷ ἡ παράδοϲιϲ· φηϲὶ γὰρ ὁ Ἡρωδιανὸϲ ἀεὶ τὴν παράδοϲιν γινώϲκειν τὸ εἶμι ἐν τοῖϲ ἑνικοῖϲ διὰ τῆϲ ει διφθόγγου οἷον «εἶμι μέν, οὐδ’ ἁλίη ὁδὸϲ ἔϲεται» (β 318) καὶ τὸ δεύτερον εἶϲ οἷον «τῇ δ᾿  εἶϲ, ᾖ ϲ᾿  ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦϲαν» (Hesiod. op. 206) καὶ τὸ τρίτον τῶν ἑνικῶν εἶϲιν οἶον
  • μαχηϲόμενοϲ — εἶϲι περὶ πτόλιοϲ (P 147).
  • τὰ μέντοι δυϊκὰ καὶ τὰ πληθυντικά, ὡϲ εἴρηται, διὰ ϲυνεϲταλμένου τοῦ ῑ ἐϲτί. καὶ ἔϲτιν εἰπεῖν, ὅτι τὸ εἴω διὰ τῆϲ ει διφθόγγου τὸ ϲημαῖνον τὸ πορεύομαι καὶ ἴω διὰ τοῦ ῑ κατὰ μὲν τὰ ἑνικὰ διὰ τῆϲ ει διφθόγγου ἐϲτί· τὰ δὲ δυϊκὰ καὶ τὰ πληθυντικὰ ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ῑ. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ ἶϲι τρίτον πληθυντικῶν διὰ τοῦτο ἐκτεταμένον ἔχει τὸ ῑ, τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ϲυϲτελλόντων αὐτό, ἐπειδὴ τὰ εἰϲ ῑ λήγοντα ῥήματα μακρᾷ θέλει παραλήγεϲθαι οἷον τετύφαϲιν, ἱϲτᾶϲι, διδοῦϲι· ἀμέλει τὸ ἴαϲι «καί τ’ ἀγεληδὸν ἴαϲιν» (Π 160), ἐπειδὴ τὸ ῑ οὐκ ἔϲτι κατὰ τὴν παραλήγουϲαν, ϲυϲτέλλεται.

    ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν οἶον τίθημι, εἶμι ὃ ϲημαίνει τὸ πορεύομαι, χωρίϲ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω καὶ τοῦ φημί καὶ τοῦ ἠμί τοῦ ϲημαίνοντοϲ τὸ λέγω. ἔϲτι δὲ ἀπολογήϲαϲθαι περὶ τοῦ εἰμί καὶ φημί, ὅτι διά τοῦτο ταῦτα ὀξύνεται, ἐπειδὴ ἐγκλιτικά ἐϲτι οἶον ἄνθρωπόϲ εἰμι, αἰδεῖϲθαί φηϲι· τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ᾿  ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ θέλει ἔχειν τὸν τόνον οἶον ἐϲτί, τινῶν, πῶϲ, τέ. πρόϲκειται «αὐτὰ καθ’ ἑαυτὰ ὄντα», ἐπειδὴ ἐν τῇ ϲυντάξει ἀναπέμπει τὸν ἴδιον τόνον ἢ τῇ προηγουμένῃ λέξει οἷον ἄνθρωπόϲἐϲτιν, ὑπέρ τινων, καί πωϲ, Ἀρκεϲίλαόϲ τε, ἢ τῇ προηγουμένῃ ϲυλλαβῇ οἷον ἤκουϲαν ἥμων, δέδωκεν ἥμιν· οὕτωϲ οὖν καὶ τὸ εἰμί καὶ τὸ φημί ἐγκλιτικὰ ὄντα οἶον ἄνθρωπόϲ εἰμι, ἐγώ φημι, εἰκότωϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ ἔχει τὸν τόνον αὐτὰ καθ᾿  ἑαυτὰ ὄντα ἐν δὲ τῇ τελευταίᾳ ἔχοντα τὸν τόνον εὐλόγωϲ ὀξύνεται καὶ οὐ περιϲπᾶται, ἐπειδὴ βραχυκαταληκτεῖ· περιϲπωμένη οὔτε ἐπάνω βραχείαϲ τίθεται, οὕτε ἐπάνω θέϲει μακρᾶϲ· τὸ δὲ εἶμι τὸ ϲημαῖνον τὸ πορεύομαι οὐκ ἔϲτιν ἐγκλιτικόν, ὡϲ δηλοῖ ὁ τόνοϲ· βαρύνεται γάρ.

    Ἰϲτέον, ὅτι τὰ εἰϲ μ οὐ θέλει ϲυμφώνῳ παραλήγεϲθαι οἶον τίθημι, ἵϲτημι, ὅθεν ἡμάρτηται ϲυμφώνῳ παραληγόμενον τὸ ἐϲμί, ϲημαίνει δὲ τὸ ὑπάρχω· τούτου χάριν, ὡϲ ἀνωτέρω εἴρηται, τὰ παραγόμενα εἰϲ μι ἀπὸ βαρυτόνων ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ παράγεται οἶον ζευγνύω ζεύγνυμι, καὶ οὐκ ἀπὸ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων εἰ γὰρ ἐγένετο ἀπὸ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων, ἔμελλε παραλήγεϲθαι ϲυμφώνῳ, ἅτε δὴ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων διὰ ϲυμφώνου ἐκφερομένων, ὅπερ ἐϲτίν ἀδύνατον. ἰϲτέον δὲ ὅτι οὐ μόνον κατὰ τοῦτο ἡμάρτηται τὸ ἐϲμί, ἀλλά καὶ ὅτι θέϲει μακρᾷ παραλήγεται, τῶν εἰϲ μι, ὥϲπερ εἴρηται, φύϲει μακρᾷ παραλήγεϲθαι θελόντων οἶον τίθημι, δίδωμι, ζεύγνυμι· τοῦτο δὲ τὸ ἐϲμί οὔτε ἔϲτιν ἐν χρήϲει, ἀλλ’ ἐν ὑπομνήϲει. ἔχομεν ἐξ αὐτοῦ τὸ ἐϲϲί καὶ τὸ ἐϲτί.