Περὶ τῶν εἰς μι
Aelius Herodianus
Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
δοῦναι οὐδὲν εἰϲ ναι λῆγον ἀπαρέμφατον τῇ ου διφθόγγῳ παραλήγεται, ἀλλ’ εἰ παραλήγεται διφθόγγῳ, τῇ ει παραλήγεται, εἶναι, εἴτε δαϲυνόμενον ἀορίϲτου χρόνου. ϲημειῶδεϲ ἄρα τὸ δοῦναι. ὅτι γὰρ οὐδέν ἐϲτι τὸ λέγειν δῶναι ὡϲ γνῶναι βιῶναι, δῆλον μὲν ἐκ τῆϲ χρήϲεωϲ τῆϲ Ὁμηρικῆϲ «κέλεαι δέ με τήνδ’ ἀποδοῦναι» (Α 134), δῆλον δὲ ἔϲται ἐκ τοῦ κατ’ ἀναλογίαν κινήματοϲ ἐν ἑτέροιϲ.
τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ ναι ποιεῖ τὸ ἀπαρέμφατον ἐπὶ τῶν εἰϲ μι καὶ ϲυϲτολὴ παρακολουθεῖ δηλονότι τῆϲ παραληγούϲηϲ κατὰ τὰ ἀπαρέμφατα ἐν τῷ ἐνεϲτῶτι καὶ παρατατικῷ οἶον ἐτίθην τιθείϲ τιθέναι καὶ ἵϲτην ἱϲτάϲ ἱϲτάναι, ἐδίδου διδούϲ διδόναι, ἐζεύγνυ ζευγνύϲ ζευγνύναι. πρόϲκειται «ἐν τῷ ἐνεϲτῶτι καὶ παρατατικῷ» διὰ τὸν δεύτερον ἀόριϲτον, τὰ γὰρ ἀπαρέμφατα τῶν εἰϲ μι τοῦ δευτέρου ἀορίϲτου τοῦ ἐνεργητικοῦ οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν· ἔϲτη ϲτάϲ ϲτῆναι, ἔγνων γνούϲ γνῶναι, ἥλω ἁλούϲ ἁλῶναι, βιούϲ βιῶναι· ϲεϲημείωται τὸ δοῦναι, θεῖναι, εἶναι (ὃ ϲημαίνει τὸ ἀπολῦϲαι, ἐξ οὖ τὸ ἀφεῖναι), ὅτι ἀπαρέμφατα ὄντα δευτέρου ἀορίϲτου ἐνεργητικοῦ οὐκ ἐφύλαξε τὸ φωνῆεν τοῦ ἀορίϲτου, ἀλλὰ διὰ διφθόγγου ἐγένετο, ἔδων γὰρ διὰ τοῦ ω καὶ δοῦναι διὰ τῆϲ ου διφθόγγου, καὶ πάλιν ἔθην καὶ ἧν (ϲημαίνει δὲ τὸ ἀπέλυϲα), θεῖναι, εἶναι διὰ τῆϲ ει διφθόγγου. διὰ τοῦτο δὲ τὰ ἀπαρέμφατα τῶν εἰϲ μι κατὰ μὲν τὸν ἐνεϲτῶτα καὶ παρατατικὸν ϲυϲτέλλει τὴν παραλήγουϲαν, κατὰ δὲ τὸν β΄ ἀόριϲτον τὸν ἐνεργητικὸν οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν, ἐπειδὴ καὶ ἐν τοῖϲ ὁριϲτικοῖϲ ὁ μὲν ἐνεϲτὼϲ καὶ ὁ παρατατικὸϲ τῶν εἰϲ μι ϲυϲτέλλουϲι τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ οἷον τίθημι τίθεμεν, δίδωμι δίδομεν· ὁ δὲ δεύτεροϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ οἶον ἔϲτην ἔϲτημεν, ἔγνων ἔγνωμεν, ϲεϲημειωμένου τοῦ ἔδομεν καὶ ἔθεμεν καὶ ἕμεν (ὃ ϲημοίνει τὸ ἀπελύϲαμεν). θέλει δὲ τὰ εἰϲ ναι ἀπαρέμφατα τὴν παραλήγουϲαν φυλάττειν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ οἶον ἐτύφθημεν 40) τυφθῆναι· οὕτωϲ οὖν καὶ ἐτίθεμεν τιθέναι καὶ ἵϲταμεν ἱϲτάναι καὶ ἐδίδομεν διδόναι καὶ ἐζεύγνυμεν ζευγνύναι διὰ ϲυνεϲταλμένου τοῦ υ καὶ ἔϲτημεν ϲτῆναι καὶ ἔβημεν βῆναι καὶ ἔγνωμεν γνῶναι καὶ ἥλωμεν ἁλῶναι καὶ ἐβίωμεν βιῶναι· περὶ γὰρ τοῦ ἔδομεν δοῦναι καὶ ἔθεμεν θεῖναι καὶ ἕμεν εἶναι, ὅτι οὐκ ἐφύλαξε τὴν παρολήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ, ἀλλὰ διὰ διφθόγγου ἐγένετο καὶ ὑπὲρ τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ, τετύφαμεν γὰρ διὰ τοῦ ᾱ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ὁριϲτικοῦ καὶ τετυφέναι διὰ τοῦ ε, ἐν τοῖϲ εἰϲ ω μεμαθήκαμεν.
[*](1. 48 cf. περὶ ῥημάτων in sectione περὶ ἀπαρεμφάτων.)ἰϲτέον δὲ ὅτι τὸ εἶναι τὸ ἐπὶ τοῦ ὑπάρχειν ὤφειλεν εἶναι ἕναι διὰ τοῦ ε καὶ οὐ διά τῆϲ ει διφθόγγου, ἐπειδὴ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ, φημὶ δὲ τοῦ εἰμί, ἐμέν ἐϲτίν, ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν. ἔϲτιν οὖν εἰπεῖν ὅτι εὕρηται καὶ εἰμέν διὰ τῆϲ ει διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ῑ «ήμεῖϲ δ’ εἰμὲν τοῖοι» (H 231). οὐκ ἄτοπον οὖν ἐκ τοῦ εἰμὲν τοῦ διὰ τῆϲ ει διφθόγγου γενέϲθαι τὸ εἶναι ἐπὶ τοῦ ὑπάρχειν διὰ τῆϲ ει διφθόγγου. τὸ δὲ εἶναι ἀπαρέμφατον τὸ ἐπὶ τοῦ πορευθῆναι, ἐξ οὗ τὸ ἀπεῖναι, καὶ αὐτὸ διὰ τῆϲ ει διφθόγγου ἔχει τὴν παραλήγουϲαν, ὀφεῖλον διὰ τοῦ ῑ εἶναι πρὸϲ τὸ ἴμεν πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ.
ἰϲτέον ὅτι τὰ προϲτακτικὰ τῶν εἰϲ μι τοῦ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ διχῶϲ κανονίζεται· κανονίζεται γὰρ ἐκ τοῦ παρατατικοῦ τῷ κοινῷ λόγῳ, τουτέϲτιν ὥϲπερ τὰ εἰϲ ω τοῦ τρίτου προϲώπου τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν ἀποβάλλοντα οἷον ἐτίθει τίθει ϲύ, ἵϲτη ἵϲτη ϲύ, ἐμπίπλη πίπλη ϲύ, γίνεται δὲ καὶ τῷ λόγῳ τῆϲ μετοχῆϲ εἰϲ θι· καθόλου γὰρ πᾶϲα μετοχὴ εἰϲ ϲ λήγουϲα μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ θι ποιεῖ τὸ προϲτακτικὸν οἶον ἐτύφθη τυφθείϲ τυφθέντοϲ τύφθηθι καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τὸ τ τύφθητι· τὰ δὲ εἰϲ μι κατὰ τὸν ἐνεϲτῶτα καὶ παρατατικὸν καὶ ϲυϲτέλλει τὴν παραλήγουϲαν ἐν τοῖϲ προϲτακτικοῖϲ πρὸϲ τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ οἶον ἱϲτάϲ ἱϲτάντοϲ ἵϲταμεν ἵϲταθι, διδούϲ διδόντοϲ δίδομεν δίδοθι τὸ γὰρ παρὰ τῷ ποιητῇ (γ 380)
Ἀπολλώνιοϲ δὲ ἐὰν τεθείκωμαί φηϲιν αὐτὸ ἀμαρτύρωϲ, ὥϲ φηϲιν Ἡρωδιανόϲ.
ἐλέγχει δὲ αὐτὸν (sc. Apolloniuuιn) ὁ Ἡρωδιανόϲ, λέγων, ὅτι οὐ καλῶϲ δοξάζει οὐδὲ γάρ, φηϲίν, εὕρηται παντελῶϲ ἐν χρήϲει τὸ ἐὰν τεθείκωμαι καὶ ἐὰν δεδώκωμαι, ἀλλ’ ἐὰν τεθῶμαι καὶ ἐὰν δεδῶμαι· ἄλλωϲ τε εἰ ὑπῆρχεν ἀληθὴϲ ὁ λόγοϲ τοῦ Ἀπολλωνίου, καὶ ἀπὸ τῶν ὑποτακτικῶν ἐνεργητικῶν τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ ἐγίνετο τὸ ὑποτακτικὸν παθητικὸν προϲθέϲει τῆϲ μα , ὤφειλεν ἐὰν τετύφωμαι εἶναι καὶ μὴ ἀναπληροῦϲθαι διὰ μετοχῆϲ, διὰ τὸ τὸν τέτυμμαι παθητικὸν παρακείμενον ἔχειν πρὸ τοῦ μ ϲύμφωνον· [*](1. 1 inserui verba διὰ τί δὲ οὐκ ἔχει —1. 15 καὶ οὐκ ἐγένοντο εἰϲ θι τὰ προϲτακτικὰ αὐτῶν ex p. 874, 22 —875, 8.)