Περὶ ῥημάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
τὰ τρίτα πρόϲωπα πληθυντικὰ ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ μετοχαῖϲ, λέγομεν λέγεται λέγουϲι καὶ τοῖϲ λέγουϲιν, [*](1. 13 Choer.499, 29. l. 20 οὐχ ὅτι scripsi pro παρ’ οἶϲ. Haec ex Herodiano petita esse coniectari licet ex Choer. 747, 17. l. 24 contra Herodiani sententiam fuerunt, qui dicerent primam dualis personam traiectione consonarum fingi potuisse τύπτοθμον aut τύπτοτμον, quibus Ϲhoeroboscus obsistit contendens, propter characterem pluralis et dualis antecedere debere literam θ sive τ. Antea Apollonii sententia exposita fuit, quae eodem redit. l. 25 altera, quae profertur, causa ex comparatione rerum physicarum desumpta potius Apollonio adscribam collat. Choer. 518, 28. l 35 simile praeceptum etiam in Rhematico exstitisse patet ex Theodos. 1009, 30 et Choer. 509, 24; 510, 6.)
(Περὶ παρατατικοῦ).
τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐϲτιν οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι. ἐν δὲ τοῖϲ ϲυγκοπεῖϲι τρίτοιϲ ἡ ϲυγκοπὴ ἀναδέχεται τὴν λῆξιν τὴν αὐτὴν τῇ παραληγούϲῃ τῆϲ γενικῆϲ τῆϲ κατὰ τὴν μετοχήν, ἔϲτηϲαν ἔϲταν, ϲτάντοϲ γάρ· ἔβηϲαν ἔβαν, βάντοϲ γάρ· ἐκοϲμήθηϲαν ἐκόϲμηθεν, κοϲμηθέντοϲ γάρ· «φάνεν δέ οἱ εὐρέεϲ ὦμοι» (ϲ 68), φανέντοϲ γάρ· ἔφυμεν ἔφυτε ἔφυϲαν ἔφυν, ἐπεὶ φύντοϲ ἔδυμεν ἔδυτε ἔδυϲαν ἔδυν, ἐπεὶ δύντοϲ. περὶ δὲ τοῦ «τῆϲ δ’ ἦν τρεῖϲ κεφαλαί» (Hesiod. Theog. 321) ἐν τοῖϲ περὶ ῥήματοϲ ἐροῦμεν.
ἔαϲκε κατὰ ϲυϲτολήν. οὕτωϲ καὶ πάντεϲ· τὰ γὰρ διὰ τοῦ ϲκε παρηγμένα Ἰακῶϲ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν «ὧδε δέ τιϲ εἴπεϲκε» (271) καὶ «τὴν αὐτὸϲ φορέεϲκε» (0 646).
(Περὶ παρακειμένου).
εἴ τιϲ εἶποι, διὰ τί γὰρ τετύφατε καὶ ἐτύψατε διὰ τοῦ α φαμὲν καὶ μὴ τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, λέγομεν ὅτι οὐ δύναται εἶναι τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, ἐπειδὴ τετύφαμεν καὶ ἐτύψαμεν διὰ τοῦ α ἐϲτὶ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν· καθόλου δὲ τὰ εἰϲ μεν πληθυντικὰ τροπῇ τοῦ μεν εἰϲ τε τὸ δεύτερον ποιεῖ καὶ φυλάττει τὴν παραλήγουϲαν, ὅϲα ἔχει τὴν μετοχὴν εἰϲ ϲ οἷον ἐτίθεμεν ἐτίθετε, τιθείϲ γάρ, ἐδίδομεν ἐδίδοτε, διδούϲ γάρ, ἐτύφθημεν ἐτύφθητε, τυφθείϲ γάρ, ἐτετύφειμεν ἐτετύφειτε, τετυφώϲ γάρ, ἐτύψαμεν ἐτύψατε, τύψαϲ γάρ. λέγει δὲ ὁ Ἡρωδιανόϲ, ὅτι εὑρίϲκεται χρῆϲιϲ τῆϲ διὰ τοῦ ε γραφῆϲ, ὡϲ παρὰ Ἀριϲτοφάνει ἐν Ὄρνιϲι
(Περὶ μέϲου παρακειμένου).
εἰ ὁ ἐνεϲτὼϲ διὰ δύο ἀμεταβόλων, διὰ τοῦ πρώτου ἀμεταβόλου ἐκφέρεται ὁ παρακείμενοϲ ὁ μέϲοϲ οἷον τέμνω τέτομα, κάμνω κέκαμα. ἐκ τούτου πιθανεύονταί τινεϲ καὶ λέγουϲιν, ὅτι ἐν τῷ τίλλω τέτιλα καὶ πάλλω πέπαλα καὶ ϲτέλλω ἔϲτολα καὶ ἐν τοῖϲ ὁμοίοιϲ τὸ δεύτερον λ ἀπεβλήθη καὶ τὸ πρῶτον ἐφυλάχθη· ὁ δὲ Ἡρωδιανὸϲ οὐ βούλεται τοῦτο, ἀλλὰ λέγει, ὅτι τὸ πρῶτον λ ἀπεβλήθη καὶ τὸ δεῦ τερον ἐφυλάχθη· φηϲὶ γάρ, ὅτι πρῶτον μὲν ἐν τῷ τέμνω τέτομα καὶ κάμνω κέκαμα τὸ ν ἀπὸ πλεοναϲμοῦ ἐϲτι· κάμω γὰρ καὶ τέμω ἦν· καὶ κατὰ πλεοναϲμὸν τοῦ ν γέγονε κάμνω καὶ τέμνω, καὶ λοιπὸν τὸ ν τὸ πλεονάϲαν κατὰ τὸν ἐνεϲτῶτα ἀπεβλήθη κατὰ τὸν μέϲον παρακείμενον· δεύτερον δὲ δυνάμεθα αὐτὰ λέγειν, λέγω δὲ τὸ κέκαμα καὶ τέτομα, ὡϲ ἀπὸ περιϲπωμένων θεμάτων ἐϲτὶν οἷον ὡϲ ἀπὸ τοῦ κάμω καὶ τεμῶ· τρίτον δέ, ὥϲπερ τὸ τέρπω καὶ πέρθω οὐ λέγομεν πέμπτηϲ εἶναι ϲυζυγίαϲ διὰ τὸ ρ τὸ ἐν τῇ παραληγούϲῃ, ἀλλὰ τὸ μὲν τέρπω πρώτηϲ διὰ τὸ π ἐν τῇ παραληγούϲῃ, τὸ δὲ πέρθω τρίτηϲ διὰ τὸ θ τὸ ἐν τῇ ληγούϲῃ. οὕτωϲ καὶ τὸ τίλλω καὶ τὸ πάλλω καὶ τὸ ϲτέλλω καὶ τὰ ὅμοια λέγομεν εἶναι πέμπτηϲ ϲυζυγίαϲ, οὐ διὰ τὸ λ τὸ ἐν τῇ παραληγούϲῃ, ἀλλὰ τὸ λ τὸ ἐν τῇ ληγούϲῃ· τὰ δὲ χαρακτηριϲτικὰ τοῦ ἐνεϲτῶτοϲ θέλει εἶναι καὶ ἐν τῷ μέϲῳ παρακειμένῳ χαρακτηριϲτικὰ οἷον πείθω πέποιθα, λέγω λέλογα, δηλονότι διὰ τοῦ δευτέρου λ ἐξηνέχθη ὁ μέϲοϲ παρακείμενοϲ ἐν τῷ τέτιλα καὶ πέπαλα καὶ ἔϲτολα καὶ τοῖϲ ὁμοίοιϲ, ἐπειδὴ αὐτό ἐϲτιν, ὡϲ εἴρηται, τὸ χαρακτηριϲτικὸν τοῦ ἐνεϲτῶτοϲ. εἰ δὲ ὁ ἐνεϲτὼϲ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, ὁ μέϲοϲ παρακείμενοϲ διὰ καθαροῦ τοῦ α ἐκφέρεται οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα ὁ Ἀττικόϲ, δείω δέδια καὶ δείδια κατὰ πλεοναϲμὸν τοῦ ι, δαίω (τὸ ϲημαῖνον τὸ καίω) δέδηα καὶ καίω κέκηα· εἴω (ϲημαίνει δὲ τὸ πορεύομαι) ὡϲ παρὰ Ϲώφρονι «ἐγκίκρα, ὡϲ εἴω», τουτέϲτι κέραϲον ἵνα πορευθῶ, καὶ ὁ μέϲοϲ παρακείμενοϲ εἶα διὰ καθαροῦ α καὶ κατὰ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η ᾖα διὰ τοῦ η καὶ ι ὥϲπερ εἰκάζω εἴκαζον καὶ ᾔκαζον καὶ πάλιν εἴδειν ᾔδειν, καὶ κατὰ διάλυϲιν τοῦ ι ἤϊα, ὡϲ παρὰ τῷ ποιητῇ (δ 433)
ϲιϲ, ἀλλὰ δοκεῖ ὅμωϲ πρωτότυπον αὐτὸ εἶναι τοῦ νείφω, ὡϲ ὑποδηλοῖ καὶ τὸ ἐξ αὐτοῦ νέφοϲ καὶ ἡ νεφέλη.
περὶ ποϲότητοϲ τῶν ϲυλλαβῶν λέγομεν ὅτι μὲν ἐπὶ βαρυτόνων θεμάτων ἰϲοϲυλλαβεῖ τῷ ἐνεργητικῷ παρακειμένῳ ὁ μέϲοϲ παρακείμενοϲ οἷον τύπτω τέτυφα τέτυπα, νύϲϲω νένυχα νένυγα, νήθω νένηκα νένηθα, πείθω πέπεικα πέποιθα, πλήϲϲω πέπληχα πέπληγα. κείρω κέκαρκα κέκορα, φθείρω ἔφθαρκα ἔφθορα, ἐπὶ δὲ τῶν περιϲπωμένων θεμάτων μιᾷ ϲυλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ ὁ μέϲοϲ παρακείμενοϲ οἶον δουπῶ δουπήϲω δεδούπηκα δέδουπα, μυκῶ μυκήϲω μεμύκηκα μέμυκα, κτυπῶ κτυπήϲω ἐκτύπηκα ἔκτυπα.