Περὶ ῥημάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
εὐλόγωϲ τὰ ἀπαρέμφατα τοῦ ἐνεργηκικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ καὶ τοῦ μέϲου παρακειμένου εἰϲ ναι ἐϲτίν, ἐπειδὴ καὶ ἡ μετοχὴ αὐτῶν εἰϲ ϲ μετ᾿ ὀξείαϲ τάϲεώϲ ἐϲτιν οἷον τετυφώϲ, πεποιηκώϲ, δεδουπάϲ· τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ ναι ἔχει τὸ ἀπαρέμφατον οἶον τυφθείϲ τυφθῆναι, τυπείϲ τυπῆναι, ἱϲτάϲ ἱϲτάναι, διδούϲ διδόναι, ζευγνύϲ
οὐκ ἔϲτιν ἐντελὲϲ τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυϲιν ὥϲπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι ἀόριϲτοι καὶ μέλλοντεϲ οὐκ ἔχουϲι τὴν περιϲπωμένην ἀπὸ ἐντελείαϲ ὥϲπερ οἱ περιϲπώμενοι ἐνεϲτῶτεϲ.
ἄπρηκτόν γε νέεϲθαι: τούτεϲτι πορεύεϲθαι. οὕτωϲ Ἀρίϲταρχοϲ. Δημήτριοϲ δὲ γενέεϲθαι ἀντὶ τοῦ γενήϲεϲθαι, βιαίωϲ πάνυ. οὐδὲ γὰρ τὸ πυθέϲθαι πυθέεϲθαι γίνεται οὐδὲ λαβέϲθαι λαβέεϲθαι, ἵνα καὶ γενέϲθαι γενέεϲθαι γένηται.
ὤφειλε τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ διακεχωριϲμένον εἶναι, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτων διακεχωριϲμένη ἐϲτίν, ὅτι ἡ μετοχὴ τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ τῇ μὲν φωνῇ ϲυνέπεϲον, τόνῳ δὲ διεϲτάληϲαν ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίϲτου μετοχὴ ὀξύνεται, ἡ δὲ τοῦ δευτέρου μέλλοντοϲ περιϲπᾶται οἶον τυπών ἡ τοῦ δευτέρου ἀορίϲτου καὶ τυπῶν ἡ τοῦ δευτέρου μέλλοντοϲ ὤφειλεν οὖν καὶ τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ τῇ μὲν φωνῇ ϲυμπεϲεῖν, τῷ δὲ τόνῳ διιϲτάναι, καὶ ὤφειλεν τὸ μὲν ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου ὀξυνθῆναι ὁμοίωϲ τῇ ἰδίᾳ μετοχῇ, τὸ δὲ ἀπαρέμφατον τοῦ β΄ μέλλοντοϲ περιϲπαϲθῆναι παραπληϲίωϲ τῇ οἰκείᾳ μετοχῇ· ἀλλ᾿ ἐπειδή, ὡϲ ἐν τοῖϲ προλαβοῦϲιν ἐμάθομεν, τὰ ῥήματα ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, ἐξ ἀνάγκηϲ περιϲπᾶται. περιεϲπάϲθη οὖν τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου, καὶ ϲυνέπεϲε τῷ ἀπαρεμφάτῳ τοῦ δευτέρου μέλλοντοϲ, καὶ λοιπὸν εὑρίϲκεται τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ ἓν οἶον τυπεῖν· ὅτι δὲ τοῦτο ἀληθέϲ ἐϲτι, καὶ ἡ τοῦ τόνου χρεία τὴν ϲυνέμπτωϲιν ἐποίηϲε γενέϲθαι, [*](1. 47 τόνου χρεία scripsi pro ή τούτων εὐθεῖα.)
(Περὶ προϲτακτικῶν).
οὐ μόνον ἐπὶ τῶν εἰϲ ω ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν εἰϲ μι τὰ τρίτα πρόϲωπα τῶν παρατατικῶν δεύτερα γίνεται τῶν προϲτακτικῶν οἷον νόει, φίλει, βόα.
τὸ προϲτακτικὸν τοῦ ἐνεϲτῶτοϲ καὶ τοῦ παρατατικοῦ κανονίζεται τοῦτον τὸν τρόπον πᾶν τρίτον πρόϲωπον ἑνικὸν τοῦ ἐνεργητικοῦ παρατατικοῦ τοῦ ὁριϲτικοῦ, τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν ἀποβαλόν, τὸ προϲτοκτικὸν ποιεῖ τοῦ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ, τῆϲ βαρείαϲ τάϲεωϲ φυλαττομένηϲ οἷον ἔτυπτε τύπτε, ἔλεγε λέγε, ἔγραφε γράφε, ἔκοπτε κόπτε, ἐποίει ποίει, ἐνόει νόει, ἐβόα βόα, ἐγέλα γέλα, ἐχρύϲου χρύϲου, ἐϲτεφάνου ϲτεφάνου.
ex duobus perfecti imperativis in ε et θ hunc posteriorem in θι reiecit et solum exitum ε perfecto assignavit: ὁ Ἀπολλώνιοϲ λέγει ὅτι εἰϲ ε λήγει τὸ προϲτακτικὸν τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ ὁμοφώνωϲ τῷ τρίτῳ προϲώπῳ τῶν ἑνικῶν τοῦ ὁριϲτικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ οἶον τέτυφε ἐκείνοϲ τέτυφε ϲύ, τέτυπε ἐκεῖνοϲ τέτυπε ϲύ· τότε γάρ, φηϲίν, εἰϲ θι ἐϲτὶ τὸ προϲτακτικόν, ἡνίκα ἐϲτὶν οὐ μόνον εἰϲ ϲ καὶ ὀξύτονοϲ ἡ μετοχή, ἀλλὰ καὶ διὰ τοῦ ντ κλινομένη οἶον τυπείϲ τυπέντοϲ τύπηθι, νυγείϲ νυγέντοϲ νύγηθι, δαρείϲ δαρέντοϲ δάρηθι, ϲταλείϲ ϲταλέντοϲ ϲτάληθι, γνούϲ γνόντοϲ γνῶθι· εἰ οὖν ἄρα ὁ ἐνεργητικὸϲ καί μέϲοϲ παρακείμενοϲ οὐκ ἔχουϲι τὴν μετοχὴν διὰ τοῦ ντ κλινομένην, εἰ καὶ ἔχουϲιν αὐτὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἶον τετυφώϲ τετυφότοϲ, τετυπώϲ τετυπότοϲ, δηλονότι οὐδὲ τὸ προϲτακτικὸν δύναται ἔχειν εἰϲ θι.