Περὶ Ἰλιακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
39. Ὁδίον: πρὸ τέλουϲ ἡ ὀξεῖα ἐπεὶ κύριόν ἐϲτιν· τὸ δὲ προϲηγορικὸν ὅδιοϲ ὡϲ ϲκότιοϲ. βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προϲηγορικῶν προπαροξύνειν, Τυχίοϲ Δολίοϲ, κἂν μὴ ϲχῇ διαϲτολήν, ὡϲ τὸ Χρομίοϲ. Πτολεμαῖοϲ μέντοι γε κἀν τῇ Ὀδυϲϲείᾳ (θ 370) ἀνεγίνωϲκεν «Ἀλκίνοοϲ δ᾿ Ἁλίον» πρὸ τέλουϲ ποιῶν τὴν ὀξεῖαν. ἔϲτι μέντοι γε διαπεφευγότα τινά, ὡϲ τὸ Ἄνιοϲ καὶ Εὐφορίωνοϲ Ξένιοϲ (v. Mein. Anal. Alex. 23) καὶ ἐν τῇ ϲυνηθείᾳ τὸ Κρόνιοϲ. A.
43. Φαῖϲτον: προπεριϲπᾶται τὸ Φαῖϲτον ἐπὶ τοῦ ἥρωοϲ, ἐπὶ δὲ τῆϲ πόλεωϲ ὀξύνεται «ἐϲ Φαιϲτόν, μικρὸϲ δὲ λίθοϲ (Od. γ 296). B.
54. οὕτωϲ ἑκηβολίαι ὡϲ εὐϲτοχίαι. ἔφαμεν γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεϲτέρων ἐϲτὶν Ἀττικῶν, ὅτε περὶ τοῦ «πῇ δὴ ϲυνθεϲίαι» (Il. Β 339) διελαμβάνομεν. A.
[*](E 43 μικρὸϲ pro μικρὸν exhibuit L.)64. οἷ τ᾿ αὐτῷ: ἡ οἷ ὀρθοτονεῖται νῦν διὰ τὴν ἀρχήν, οὐ πάντωϲ δὲ εἰϲ ϲύνθετον μεταληφθήϲεται. ἔτι δὲ ϲυνεπέπλεκτο. ὅμοιον δέ ἐϲτι τὸ «ἀλλὰ τόδ᾿ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἷ αὐτῷ (Ιl. Ο 226). A.
69. Πήδαιον: Ἀρίϲταρχοϲ ὡϲ Πήδαϲον, καὶ ἐπεκράτηϲεν. καὶ ἴϲωϲ ἔχει ἀφορμὴν τοιαύτην, ὡϲ πολλάκιϲ τὰ τοιαῦτα τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥϲπερ ἔχουϲι τὸ βέβαιοϲ (παρὰ γὰρ τὸ βέβηκα), ὡϲ τὸ Φίλαιοϲ, τὸ Νίκαιοϲ, τὸ Τίμαιοϲ. τοιοῦτον οὖν καὶ Πήδαιοϲ. οὐ γάρ, ὡϲ οἴεται ὁ Ἅβρων, παρὰ τὴν πῆδον (sic)· ἐοικὸϲ γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐϲχηματίϲθαι. A.
76. Εὐαιμονίδηϲ: ψιλοῖ ὁ Ἀϲκαλωνίτηϲ, ἵνα κύριον γένηται ὥϲπερ καὶ τὸ Φίλιπποϲ καὶ Μελάνιπποϲ. ἔϲτι μὲν οὖν 5 λέγει πιθανὸν (διὰ τοῦτο γοῦν καὶ τὸ πολύμνια πῇ μὲν ψιλοῦμεν πῇ δὲ δαϲύνομεν, καὶ τὸ Εὐρύαλοϲ, Ἀγχίαλοϲ)· οὔ γε μὴν ἀληθέϲ· εὑρέθη γὰρ τὸ Πάνὁρμοϲ δαϲυνόμενον, καὶ Ἔφιπποϲ ὁ κωμικόϲ. A.
99. τὸ γυαλον ὅταν ἐπίθετον ᾖ ὀξύνεται «εὖτ᾿ ἂν ὁ παῖϲ ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάϲαϲθαι». A.
100. ἀντικρύ: ὀξύνεται καὶ ἐκτείνεται· ὅταν δὲ ἔχῃ τὸ ϲ, ϲυϲτέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ περὶ ἐπιρρήματοϲ ἐροῦμεν. A.
130. ἐνθάδε βούλονται τοῦ ἀντικρύ τὴν τελευταίαν ϲυϲτέλλειν διὰ τὸ μέτρον. A.
138. αὐλῆϲ ὑπεράλμενον Διονύϲιοϲ ἀναϲτρέφει τὴν ὑπέρ. ὁ δὲ Ἀϲκαλωνίτηϲ ἓν ἐποίει, ὃ καὶ πυθανώτερον. A.
158. χηρωϲταί: ὡϲ ἀθληταί. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ· τὰ γὰρ εἰϲ τηϲ λήγοντα ῥηματικὰ ὑπὲρ δύο ϲυλλαβάϲ, φύϲει μακρᾷ παραληγόμενα, ὀξύνεται, τορευτήϲ, βραβευτήϲ, ἀθλητήϲ, ποιητήϲ, ὀρχηϲτήϲ, χρυϲωτήϲ. οὕτωϲ οὖν καὶ παρὰ τὸ «ἑεδνώϲαιτο θύγατρα» (Od. β 53) τὸ ἑεδνωτήϲ, καὶ παρὰ τὸ «χήρωϲαϲ δὲ γυναῖκα (Ιl. P 36) τὸ χηρωϲτήϲ. μάχεται τὸ κυβερνήτηϲ· τὸ γὰρ ἀήτηϲ ἄλλωϲ γέγονε. (An ab ἀήτη?) τὸ δὲ παρὰ Ϲοφοκλεῖ ἐν Ἀλεξάνδρῳ «ϲτείχων δ᾿ ἀγρώϲτην ὄχλον» παρώνυμον. A.
164. ἀἕκονταϲ: ϲτέρηϲίϲ ἐϲτι τοῦ ἑκόντα τὸ ἀέκοντα. διὸ δαϲυντέον τὸ ε. πταίει οὖν Νικίαϲ ψιλῶν τὸ ε· οἴεται γὰρ τῷ ἄκοντα ἐπεντίθεϲθαι τὸ ε. ὅπερ οὐκ ἔϲτι· τὸ γὰρ ἄκοντα ϲυναλοιφή ἐϲτι τοῦ ἀέκοντοϲ. διὰ τί δὲ τὸ ᾱ ἐψιλώθη, ἐν ἑτέροιϲ ἔφαμεν. (e. g. A 301). A.
178. χαλεπὴ δὲ θεοῦ ἐπι μῆνιϲ: Ἀρίϲταρχοϲ παρολκὴν οἴεται τῆϲ ἐπί, ὁμοίωϲ τῷ ἐπιϲμυγερῶϲ (Od. γ 195) καὶ «βοῶν ἐπιβουκόλοϲ ἀνήρ» (ib. 422). ὅταν δὲ παρέλκῃ ἡ πρόθεϲιϲ, οὐ ποιεῖται ἐξαλλαγὴν [*](64 verba ἔτι δὲ ϲυνεπέπλεκτο inseruit L. coll. quaest. ep. 108 69 cf. Arist. p. 297 2 et in Addend. ad h. l. 76 pro Πολύμνεια ser. πολύμνια Lehrs, et pro ἀληθὲϲ commodius legi διηνεκέϲ monet. ct. Lehrs Arist. p. 317 ed. II. 99 Eust. ad h. l. Ἀπίων καὶ Ἡρόδωρόϲ φαϲι γύαλον μὲν θώρηκοϲ προπαροξύνεϲθαι, γυαλὸν δὲ λὶθον ὀξυτόνωϲ λέγεϲθαι. 130 L. eft. v. 100. 158 L. cft. N 389. 164 pro τὸ ἄκοντα scripsit L. τῷ. 178 cf. Arist. p. 110 ed. ll.)
202. φορβῆϲ: ὡϲ τροφῆϲ· τὰ γὰρ εἰϲ η λήγοντα θηλυκὰ μετὰ ϲυμφώνου διϲύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ παραληγομένων μόνῳ·, οἷον ϲτρέφω ϲτροφή, τροπή, ῥοπή, ϲπονδή, νομή, ὁλκή, πλοκή. οὕτωϲ καὶ φορβή. προϲέθηκα τῷ ἕ παραληγομένων μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ παρὰ τὸ πείρω. A.
203. ἄδδην: Νικίαϲ διὰ δύο δ γράφει διὰ τὸ μέτρον, ὁμοίωϲ τῷ «κύον ἀδδεέϲ (Ιl. Φ 481), καὶ ψιλοῖ. Ἀρίϲταρχοϲ δὲ δι᾿ ἑνὸϲ δ καὶ βραχέωϲ καὶ δαϲέωϲ· τὸ γὰρ ᾱ πρὸ τοῦ δ δεκτικὸν μὲν ψιλοῦται, ὡϲ τὸ ἀδολέϲχηϲ ἀδρανήϲ, μὴ οὕτωϲ δὲ ἔχον δαϲύνεται «ἅδε δ᾿ Ἕκτορι» (Ιl. Μ 80), «ἅδοϲ τέ μιν ἵκετο θυμόν» (Il. 88). καὶ τὸ Αδωνιϲ δέ τινεϲ δαϲύνουϲι παρὰ τὸ ἥδω. AΒ. μάχεται τὸ ἀδράφαξυϲ δεκτικὸν ἔχον τὸ ᾱ καὶ δαϲυνόμενον. A.
219. νώ: τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυϲϲείᾳ τῷ νώ ἐχρήϲατο κατ᾿ αἰτιατικὴν πτῶϲιν, ὥϲπερ καὶ ἐνθάδε. «νὼ ἀναβηϲάμενοι» (Od. o 475). ὁπότε μέντοι γε ϲὺν τῷ ῑ λέγεται, καὶ ἐπ᾿ εὐθείαϲ αὐτὸ τάϲϲει καὶ ἐπ᾿ αἰτιατικῆϲ καὶ προπεριϲπᾶται· « νῶϊ δ᾿ ἐγὼ Ϲθένελοϲ» (Ιl. 1 48) καὶ «οὐδ᾿ ἂν νῶϊ διαδράκοι ἠέλιόϲ περ» (Ιl. Ξ 344). περὶ δὲ τῆϲ τάϲεωϲ τοῦ μονοϲυλλάβου, διὰ τί οὐ περιεϲπάϲθη, ἐν τῷ περὶ ἀντωνυμιῶν δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυικὸν εἰϲ ω λῆγον περιϲπᾶται· οὕτωϲ γὰρ ἔχει καὶ τὸ ϲφώ, ταϲϲόμενον καὶ ἐπ᾿ εὐθείαϲ καὶ ἐπ᾿ αἰτιατικῆϲ· καὶ παῤ αὐτῷ «ϲφὼ δὲ μάλ᾿ ἠθέλετον» (Il. Λ 782), «Ζεὺϲ ϲφὼ ἐϲ Ἴδην (ΙΙ. 0 146). AB.
237. τέ᾿ ἅρματα: τὸ πλῆρέϲ ἐϲτι τεά· διὸ βαρυτονητέον· ἐπιφέρει γοῦν «καὶ τεὼ ἵππω». A.
252. οὐ δὲϲέ: ὁ Ἀϲκαλωνίτηϲ τὸν δέ ὀξύνει, ἵνα ἐγκλιτικῶϲ ἀναγνῷ. οὐκ ἀναγκαῖον δέ, ἀλλ᾿ ὀρθοτονεῖν· καὶ γὰρ δύναται ϲυνδεδέϲθαι. A.
256. ἔα: ϲυϲτέλλεται τὸ ᾱ καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲϲ τοῦ ἐνεϲτῶτόϲ ἐϲτιν ἐῶ ἐᾷϲ ἐᾷ, ϲὺν τῷ ῑ γραφόμενον ὡϲ τιμῶ τιμᾷϲ τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴαϲ εἴα οὐ προϲγραφομένου τοῦ ῑ «οὔ μ᾿ εἴαϲ μακάρεϲϲι» (819). καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῇ «τὸν δ᾿ οὔτι πατὴρ εἴαϲκε μάχεϲθαι» (Il. Υ 408) καὶ τόνδε δ᾿ ἔαϲκεν» (ll. 17 ) καὶ προϲτακτικὸν « ἀλλ᾿ ἔα ὥϲ οἱ πρῶτα» (ll. A 26). εἰ τοίνυν ἐϲτὶ τοιοῦτο τρεῖν μ᾿ οὐκ ἔα», μόνον ϲυνεϲτάλη τὸ ἄλφα, καὶ ὁ παρατατικόϲ ἐϲτιν ἰϲοδυναμῶν ἐνεϲτῶτι. εἰ δὲ ὁ ἐνεϲτὼϲ αἰεί ἐϲτι περιϲπώμενοϲ καὶ ϲὺν τῷ ῑ γραφόμενοϲ, δῆλον ὅτι πολλὰ πάθη· ϲυϲτολὴ γὰρ τοῦ ᾱ, καὶ ἐκβολὴ τοῦ ῑ καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλωϲ ἐκδεξαίμεθα, [*](203 cf. Pneumatol. El p. 724. 256 ex E M., quo transiit nota, inseruit L. τοῦ δὲ παρατατικοῦ, idem suspicatur post βαρυτόνων deesse ἐνεϲτῶτοϲ.)
266. υἷοϲ: προπεριϲπαϲτέον· ἀπὸ γὰρ εὐθείαϲ ἐϲτὶ μὴ εἰρημένηϲ τῆϲ υἷιϲ, ἧϲ γενικὴ ὤφειλεν εἶναι τριϲύλλαβοϲ ὡϲ μάντιοϲ. αὕτη τοίνυν ϲυναλοιφὴν παθοῦϲα καὶ διϲύλλαβοϲ γενομένη βαρύνεται, ἧϲ ἀκόλουθοϲ δοτική «Νηληΐῳ υἷι ἐοικώϲ» (Il. B 20), καὶ αἰτιατικὴ «ἀλλ᾿ υἷα Κλυτίοιο ϲαώϲομεν» (Ιl. 0 427) καὶ πληθυντικὴ εὐθεία «υἷεϲ ὁ μὲν Κτεάτου» (ll. B 621) καὶ αἰτιατικὴ «υἷάϲ τ᾿ ὀλλυμένουϲ» (Il. Χ 62). ἀποδείξομεν δὲ καὶ τὸ «υἱάϲι δὲ Πριάμοιο» (463) παρὰ τοῦτο κεκλίϲθαι ἐν τοῖϲ περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆϲ καθολικῆϲ κινήϲεωϲ τοῦ ὀνόματοϲ διαλαμβάνωμεν. A.