Περὶ Ἰλιακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
422. ἁματροχιάϲ: δαϲέωϲ τὴν ἄρχουϲαν ὀξύνεται δὲ ὁμοίωϲ τῷ φυταλιάϲ. A.
440. φάμεν παρατατικόϲ ἐϲτιν ἀντὶ τοῦ ἔφαμεν. Ἰωνικῶϲ οὖν ἀναγνωϲτέον τὴν φα ϲυλλαβὴν ὀξύνονταϲ. A.
475. πολέοϲ πεδίοιο δίενται: εἴπομεν δὲ δὴ (ἤδή?) ὥϲ ἐϲτι [*](291 Τρῳούϲ cum ῑ scripsit L. 319 ἄλλοϲ pro ἄλλωϲ substituendum censuit L. 361 ef. Schol. ad Aristoph. l. c., ubi: μεμνῇτο ὡϲ Ἡρωδιανόϲ φηϲι ἐν τῇ μηρικῇ προϲῳδίᾳ. 387 τῷ τὴν ὅϲ scripsit L. pro τῷ τὴν οἷ.)
479. πάρα γὰρ καὶ ἀμείνονεϲ ἄλλοι. τὸ πάρα ἀντὶ τοῦ πάρειϲι. διὸ τὴν πρώτην ὀξυτονητέον ὁμοίωϲ τῷ «πάρα δ’ ἀνὴρ ὃϲ καταθήϲει» (Οd. π 45). A.
485. ἐνθάδε τὸ νυν ϲυϲταλτέον διὰ τὸ μέτρον· τὸ δὲ περιδώμεθον ἐϲτὶν ἕν, ἐπεὶ δηλοῖ τὸ ϲυνθήκαϲ ποιηϲώμεθα. A.
523. Πτολεμαῖοϲ καὶ οἱ πλείουϲ δίϲκουρα ὡϲ λίπουρα. καὶ Ἀρίϲταρχοϲ δέ φηϲιν· «ὅπερ ἄνω κατὰ διάλυϲιν εἶπεν ὅϲϲα δὲ δίϲκου οὖρα (431) , τοῦτο νῦν κατὰ ϲύνθεϲιν ἐξήνεγκεν ». κἀγὼ δὲ ϲυγκατατίθεμαι. A.
561. ᾧ περι χεῦμα φαεινοῦ καϲϲιτέροιο ἀμφιδεδίνηται: εἰϲὶν οἳ ἀνέϲτρεψαν τὴν περί· ὁ μέντοι Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ κατὰ παρολκὴν ἐξεδέξαντο κεῖϲθαι, διὰ τὸ ἀμφιδεδίνηται· διὸ οὐκ ἀναϲτρέφουϲιν. A.
604. νεοίη. ὡϲ ὁμοίη. οἱ μέντοι μετ’ αὐτὸν ὡϲ ἐπὶ πλεῖϲτον νεοείαν λέγουϲι. περὶ δὲ τῆϲ λέξεωϲ εἰ ὑγιῶϲ ἐϲχημάτιϲται ἐν τῷ προτατικῷ ἐζήτηϲα. ἅπαξ δὲ ἐχρήϲατο τῇ λέξει. A.
698. ἀλλοφρονέοντα: ὡϲ ϲωφρονέοντα· τὴν δὲ ϲφίϲιν ὀρθοτονητέον· εἰϲ γὰρ ϲύνθετον ἡ μετάληψιϲ. A.
703. ϲφίϲι: καὶ ταύτην τὴν ἀντωνυμίαν ὀρθοτονητέον ὁμοίωϲ τῇ προκειμένῃ. A.
718. τρίποδοϲ πέρι ποιητοῖο. ἔφαμεν περὶ τῶν τοιούτων (e. g. Β 839), πότερον δεῖ ἀναϲτρέφειν τὰϲ προθέϲειϲ μεταξὺ κειμέναϲ δύο ὀνομάτων ἢ οὔ, ὡϲ ἐπὶ τοῦ «μάχῃ ἔνι κυδιανείρῃ» (Ιl. Ζ 124), καὶ ὡϲ οἱ πλείουϲ θέλουϲι τοῖϲ ἐπιθετικοῖϲ ϲυντάϲϲειν αὐτάϲ· διὸ καὶ ὁ Ἀϲκαλωνίτηϲ ἐνθάδε οὐκ ἀναϲτρέφει. A.
731. ἐν δὲ γόνυ γνάμψεν: Λεπτίνηϲ δαϲύνει ὡϲ ἐπ’ ἀριθμοῦ τὸ ἓν γόνυ ἔκαμψεν, ὡϲ ἐπὶ τοῦ «ἓν δέπαϲ ἐμπλήϲαϲ » (Od. ι 209). οἱ δὲ ἄλλοι πάντεϲ πρόθεϲιν ἐξεδέξαντο διὰ τὸ ἀεὶ ἕτερον λέγειν τὸν ποιητὴν ἐπὶ δύο, ἓν δὲ οὐδέποτε· «χωλὸϲ δ’ ἕτερον πόδα » (Π.Β 217), «τὸν δ’ ἕτερον ϲκόπελον » (Οd. μ 101). A.