Περὶ Ἰλιακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
105. καὶ δὲ ϲέ φαϲι: ὁ Ἀϲκαλωνίτηϲ ὠρθοτόνηϲε τὴν ἀντωνυμίαν, τὸν δέ ϲύνδεϲμον ἀντὶ τοῦ γάρ παραλαβών. καὶ οὕτωϲ ἔχει τὰ τῆϲ ἀναγνώϲεωϲ καὶ τῆϲ διανοίαϲ. AB.
114. τὸ ἄμυδιϲ ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο. A.
152. ἀμφὶ ϲέ: ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοίωϲ τῷ « ἀμφὶ ϲέ, Πηλέοϲ υἱέ» (2).AB.
171. ἑέ: ἡ ἕ τοῦ τρίτου προϲώπου ἀντωνυμία ἐπλεόναϲε κατ’ ἀρχήν, ὥϲπερ ἐπὶ τοῦ ἑόν, ἑοῦ, ἑῷ. ἅμα δὲ τῷ πλεοναϲμῷ μετέβη καὶ τὸ πνεῦμα. A.
188. ὅτε πέρ ϲε βοῶν ἄπο μοῦνον ἐόντα ϲεῦα: ἀναϲτρεπτέον τὴν πρόθεϲιν. ἔϲτι γὰρ τὸ ἑξῆϲ ἀπὸ βοῶν. ἔνιοι δὲ ϲυντάϲϲουϲι τὴν ἀπὸ τῷ ϲεῦα. AB.