Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

266. Τυραννίων παρώξυνε τὸ πίθεϲθε, ἀγνοῶν ὅτι μεταγενεϲτέρων Ἰώνων ἐϲτὶ τὰ τοιαῦτα, πιθέϲθε, λαβέϲθε. V.

319. ϲκύμνουϲ: ϲκύμνοϲ ὡϲ ὕμνοϲ εἰϲ ἰδιότηκα ἀνεγνώϲθη. τὸ μέντοι ἀνδρωνυμικὸν ὀξύνεϲθαι ἀξιοῖ ὁ Ἀϲκαλωνίτηϲ πρὸϲ διαφοράν. ὁ μέντοι λόγοϲ ϲυναγωνίζεται τῇ βαρείᾳ τάϲει· τὰ γὰρ εἰϲ νοϲ λήγοντα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου διϲύλλαβα μονογενῆ, ἔχοντα ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ τὸ υ, βαρύνεϲθαι θέλει, ὕμνοϲ, κύκνοϲ, λύχνοϲ, Κύθνοϲ. οὕτωϲ ἄρα καὶ ϲκύμνοϲ. A.

352. δεῖ ὀξυτόνωϲ ἀναγινώϲκειν τὸ λιτί κατὰ τὸν κανόνα τοῦ Ἡρωδιανοῦ. πᾶϲα δοτικὴ διϲύλλαβοϲ ἐπὶ ὀνομάτων ὀξύνεϲθαι θέλει, φωτί, παντί, θητί. οὕτωϲ γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ ἐν τῇ (254) (cf. Ξ 387 ) λέγει ὅτι δεῖ ὀξύνειν κατὰ τοῦτον τὸν κανόνα. οὕτωϲ γὰρ καὶ Ἀρίϲταρχοϲ. εἰϲὶ δὲ οἳ περιϲπῶϲιν, οὐ καλῶϲ. εἶτα ἐπάγει οὕτωϲ· παραιτητέον δὲ τὸν Ἀϲκαλωνίτην οἰόμενον ἀπὸ τῆϲ λίϲ (cod. λῖϲ) εὐθείαϲ κεκλίϲθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν· οὐ γάρ ποτε ἐμελέτηϲε τὰ εἰϲ ιϲ μονοϲύλλαβα διὰ τοῦ τ κλίνεϲθαι. μεταπλαϲμὸϲ οὖν ἐϲτι τῆϲ λιτῷ δοτικῆϲ, ὡϲ ἡ κλαδί τῆϲ κλάδῳ· καὶ ἡ αἰτιατικὴ λῖτα μεταπέπλαϲται ἐκ τῆϲ λιτόν ὡϲ κρόκα ἐκ τῆϲ κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ « κάθηράν τε ῥύπα πάντα» ( Od. ζ 93), εἰ μή ἐϲτι πληθυντικὸν οὐδέτερον , τοῦ προκειμένου μεταπλαϲμοῦ ἔχεται. οὐχ ὁμότονοϲ δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν, ἐπεὶ πᾶϲα αἰτιατικὴ εἰϲ α λήγουϲα ἐβαρύνετο, ὑπεϲταλμένηϲ τῆϲ τινά κατὰ ἀόριϲτον προφοράν. (Hanc ultimam regulam de accusativo, alibi saepius item prolatam , Θ 441 [*](162 pro πόλεωϲ in versu Hom correxit L. πολέοϲ. 352 transiisse in E.M. adnotat L.)

108
dedit cum additamento, ut diceret nulus accusativus ἀπαθήϲ, propter εὐφυᾶ et simil.»). A.

375. χρύϲεα δέ ϲφ’ ὑπὸ κύκλα ἑκάϲτῳ πυθμένι θῆκεν: τινὲϲ ὑπόκυκλα, ὡϲ ὑπότροχα· τὸ μέντοι ἐν τῇ Ὀδυϲϲείᾳ (δ 131) τάλαρόν θ’ ὑπόκυκλον » κατὰ ϲύνθεϲιν ἀνεγνωϲμένον ἑτέρου ἔχεται. ϲημαινομένου. A.

400. τῇϲι παρ’: ἔϲτι μὲν τὸ ἑξῆϲ παρὰ τῇϲι, οὐκ ἀναϲτρεπτέον δὲ διὰ τὴν ϲυναλοιφήν. A.

410. αἴητον: ὁ Ἀϲκαλωνίτηϲ προπαροξύνει ἐκδεχόμενοϲ πλεοναϲμὸν τοῦ ῑ, παρὰ τὸ «θάρϲοϲ ἄητον ἔχουϲα» (Φ 395), οἷον ταχὺ καὶ κινῃτικόν, Πρωτέαϲ δὲ ἐν ἴϲῳ τῷ ὡρμημένῳ, παρὰ τὸ ἄω. ἄλλοι δὲ ἐκ παραλλήλου τὸ μέγα, παρὰ τὴν αἶαν τὴν γῆν. ἐγὼ δὲ ἐπιζητῶ τὸ ἄητον πῶϲ δυνατὸν τρίτην ἀπὸ τέλουϲ ἔχειν τὴν ὀξεῖαν, ἐπιθετικῶϲ κείμενον. μήποτε οὖν ὀφείλομεν πείθεϲθαι τῷ Φιλοξένῳ· φηϲὶ. γὰρ αὐτὸ ϲύνθετον εἶναι παρὰ τὸ ἐτόϲ, ὡϲ θετόϲ, ὃ ϲημαίνει τὴν ὕπαρξιν, ἐξ οὖ τὸ ἀληθέϲ, ὃ καὶ γίνεται ἐτεόϲ. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει, καὶ τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ οὐκ ἐτόϲ ἀντὶ μεϲότητοϲ τῆϲ ἐτῶϲ. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέϲτι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται ὁ τόνοϲ· ὁρᾶται γὰρ ϲύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον, ἄκλητον, ἄκμητον· οὕτωϲ ἄητον. A.

411. δαϲύνεται τὸ ἁραιαί. A.

458. ἔξω τοῦ ι τὸ ἐμωκυμόρῳ. ϲυνεκτέθλιπται γὰρ τῷ ω τὸ ι. A.

485. τείρεα: ὡϲ τείχεα. A.

487. εἰϲ ἰδιότητα ἄμαξαν ἐψίλωϲαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ ϲυναλοιφὴ οὕτωϲ εὑρέθη «τιλλέϲθην ἐπ’ ἄμαξαν v» (Ω 711, cod. ἄμαξαι) καὶ «οἱ δ’ ὑπ’ ἀμάξῃϲιν ( 782, cod. αἱ), ὥϲπερ καὶ τὸ ἅλυϲιϲ ἐκ τοῦ ἐναντίου ἐδαϲύνθη εἰϲ ἰδιότητα. Ἀττικοὶ μέντοι οἱ νεώτεροι τὴν ἅμαξαν δαϲύνουϲιν, ἴϲωϲ διὰ τὸν ϲχηματιϲμὸν καὶ διὰ τὸ φιληδεῖν τῇ δαϲείᾳ· ἔνθεν παρ’ αὐτοῖϲ καὶ ἡ ϲυναλοιφὴ διὰ δαϲέοϲ, καθημαξευμένα. AD.

501. ἵϲτωρ: ἀπὸ τοῦ εἴδω εἴϲω ἵϲτωρ, ἐλλείψαντοϲ τοῦ ε, ἐπεὶ τῷ ι τὸ ϲτ ἐπεφέρετο, ὡϲ ἐν τῷ ἱϲτῶ ἱϲτίον ἵϲτημι. ὅθεν καὶ δαϲύνεται, ἐπεὶ τὸ ι πρὸ τοῦ ϲτ μόνου δαϲύνεται. πρόϲκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴϲτροϲ ψιλοῦται. A.

506. τὸ ἀμοιβηδίϲ κατ’ ὀξεῖαν τάϲιν· εἴρηται δὲ περὶ τῶν εἰϲ διϲ ληγόντων ἐπιρρημάτων (puto ad Ξ 463). A.

519. ὑπολίζονεϲ: προπαροξυτονητέον. πρόδηλον κἀκ τοῦ παρακειμένου οὐδετέρου «οὐδὲν ὄλιζον ἕξομεν» (Cod. -μαι), εἴ γε ὁμοτονεῖ τοῖϲ οὐδετέροιϲ ἀεὶ τὰ ἀρϲενικὰ κατὰ τὸ τέλοϲ κατὰ τὴν ἡμετέραν διάλεκτον, [*](410 verba ἐν ἴϲῳ addidit L. 458 pro ἔξω τοῦ ῖ, quod iure Lehrsium offendit, in B est ἄνευ τοῦ ι, quod fortasse substituendum est. 501 pro ἴϲτωρ scr. L. ἵϲτωρ.)

109
ἑνὸϲ ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύναϲθαι περιϲπωμένην ἐπὶ βραχείαϲ εἶναι. τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάϲηϲ καταλήξεωϲ ἐχούϲηϲ παραϲχηματιϲμὸν οὐδετέρου, μέλαϲ μέλαν, τάλαϲ τάλαν, πᾶϲ πᾶν, εὐμήκηϲ εὔμηκεϲ, ταχύϲ ταχύ, φίλοϲ φίλον, ϲώφρων ϲῶφρον. ὅθεν εἰ οὕτωϲ ἀνέγνωμεν «οὐδὲν ὄλιζον ἕξομεν», καὶ τὸ ὀλίζων βαρύνειν ὀφείλομεν. καὶ γὰρ οὐδέποτε τοῖϲ εἰϲ ων ὀξυνομένοιϲ ὀνόμαϲι παράκειται οὐδετέρου παραϲχηματιϲμόϲ, τοῖϲ μέντοι βαρυνομένοιϲ, ϲῶφρον, τλῆμον. εἰ δὴ παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ τὸ ἀρϲενικὸν βαρύνεται. ἐϲχημάτιϲται δὲ ϲυγκριτικῶϲ κατὰ πάθοϲ. παρὰ γὰρ τὸ ὀλιγώτεροϲ κατὰ δεύτερον τύπον (v. E. Gud. s. κάρρων) τὸ ὀλιγίων μὴ εἰρημένον ϲυγκριτικῶϲ, ὑπερθετικῶϲ δὲ ἐν τῷ ὀλίγιϲτοϲ, ἐξέπιπτε. τρίτεροϲ τοϲ τύποϲ ὁ διὰ δύο ϲϲ, ὀλίϲϲων· τὰ δὲ δύο ϲϲ μετέπεϲεν εἰϲ τὸ ζ, καὶ ἀπετελέϲθη τὸ ὄλιζον. οὕτωϲ οὖν ἐϲχηματίϲαμεν καὶ τὸ μεῖζον, λέγω δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν ϲτοιχείων. A .

521. ἐκτατέον τὴν πρώτην ϲυλλαβὴν τοῦ ἀρδμόϲ, ἐπεὶ καὶ τὸ ἄρδω ἔχει ἐκτεινόμενον τὸ α· «τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν» (Ar. Eq. 96. 114). οὐχ ὅϲα μέντοι ἐν ῥήμαϲιν ἔκταϲιν ἔχει, καὶ ἐν ὀνόμαϲιν· παρὰ γὰρ τὸ ἄϲϲω καὶ κατάϲϲω (i. e. ἄγνυμι v. Hes. ἄϲϲει κατάϲϲει et ib. interprtt.) καὶ μέλλοντα τὸν ἄξω καὶ προϲτακτικὸν τὸ ἆξον δὴ ἔγχοϲ Διομήδεοϲ» (Ιl. Ζ 306) ἡ ἀξίνη ϲυϲτέλλει τὸ α, παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι ἐκτεινόμενον ϲυϲτέλλομεν ὄνομα Ἄρην «πιϲϲοκωνίαϲ Ἀρην» Κρατῖνοϲ. A.

538. δαφοινεόν: ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰϲ οϲ ὀνομάτων ὁ πλεοναϲμὸϲ τοῦ ε φυλάϲϲει τὴν ἐπὶ τέλουϲ οξεῖαν, κενόϲ κενεόϲ, ἀδελφόϲ ἀδελφεόϲ. A.

547. τέλϲον. βαρυτόνωϲ ὡϲ μέτρον. ἐγένετο δὲ παρὰ τὸ τέλοϲ ἐν ὑπερθέϲει τοῦ ϲ καὶ προϲόδῳ τοῦ ν. A.

570. τὸ λίνον κατὰ βαρεῖαν τάϲιν προενεκτέον, ὅτι ἂν ϲημαίνῃ, εἴτε τὴν λινῆν ἐϲθῆτα, εἴτε καὶ ἐπὶ τῆϲ χορδῆϲ τάϲϲοιτο, εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα, εἴτε ϲημαίνοι εἶδοϲ ὕμνου, ὥϲπερ καὶ ἐνθάδε, ὡϲ παιὰν καὶ διθύραμβοϲ. A.

580. ἐρύγμηλον· ὡϲ βέβηλον. τὰ γὰρ διὰ τοῦ ηλοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ προϲηγορικὰ ἢ κύρια προπαροξύνεϲθαι θέλει, κάμηλοϲ καὶ φάϲηλοϲ, Ϲτύμφηλοϲ· τὰ μέντοι ἐπιθετικὰ ὀξύνεϲθαι μὲν θέλει, ὅτε παραϲχηματιϲμὸν ἔχει θηλυκοῦ, ϲιγηλόϲ, ὑψηλόϲ, ἀπατηλόϲ, μὴ οὕτωϲ δὲ ἔχοντα βαρύνεϲθαι, βέβηλοϲ, κίβδηλοϲ, κάπηλοϲ. εἰ δὴ καὶ τὸ ἐρύγμηλοϲ οὐκ ἔχει θηλυκόν, δῆλον ὅτι ὑγιῶϲ βαρυτονηθήϲεται καὶ οὐ [*](521 extrema verba in codice sic scripta sunt: παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι ἐκτείνομεν ὄνομα Ἄρην «επιϲϲοκονίαϲ Ἄρην» Κρατῖνοϲ; ἐκτεινόμενον ϲυϲτέλλομεν emendavit Lehres , pro πιϲϲοκονίαϲ Bergkius comm. p. 255 et Meinek. Cratin. p. 228 (edit. min. p. 76) scripserunt πιϲϲοκωνίαϲ, sed quod iidem viri Ἄρηϲ pro Ἄρην substituunt, ut incertum non probat Lebrsius. 547. propter hoc adnotamentum Lehrsius dubitat an Ν 707 sit Herodiani. 580 in E. M. transiisse monet L. pro ἕλικι scripsi Ἑλικώνιον.)

110
δεόντωϲ αὐτὸ Τυραννίων ὀξύνει. ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸϲ «ἤρυγεν ἑλκόμενοϲ Ἐλικώνιον» (Ιl. Υ 404), ἐρύγηλοϲ, καὶ ἐν πλεοναϲμῷ τοῦ μ ἐρύγμηλοϲ. A.

584. τὸ ἐνδίεϲαν παρὰ τὸ δίεϲθαι, ὅ ἐϲτι διώκεϲθαι· «τρὶϲ περὶ ἄϲτυ μέγα Πριάμου δίον » ἀντὶ τοῦ ἐδιώχθην (Ιl. X 251). ϲημαίνει δὲ τὸ ἐπώτρυνον. εἴρηται δὲ ὅτι κλίϲιϲ ἐϲτὶ τοῦ δίημι τὸ ἐνδίεϲαν (Ϲ 162). καὶ οὐ προϲεκτέον τῷ Ἀϲκαλωνίτῃ δαϲύνοντι τὸ ι καὶ πλεοναϲμὸν τοῦ δ (Cod. ι) εχομένψῳ AV.

4. εὗρε δὲ Πατρόκλ ῳ περικείμενον: τινὲϲ ἀνέϲτρεψαν τὴν περί, ἵν’ ᾖ περὶ Πατρόκλῳ κείμενον, ἐπεὶ καὶ ἐν ἑτέροιϲ ἔφη (284) ἀμφ’ αὐτῷ χυμένη», τῇ δοτικῇ ϲυντάξαϲ τὴν πρόθεϲιν, οὐ τῇ μετοχῇ· ἡμῖν δὲ δοκεῖ, ὥϲπερ ἔτι καὶ τοῖϲ πλείοϲι καὶ τῷ Ἀϲκαλωνίτῃ, ἓν εἶναι τὸ περικείμενον· ἔμφαϲιϲ γὰρ μείζων νοεῖται. A.