Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

40. Φρόντιδι ὡϲ Ἤλιδι. οὕτωϲ Τυραννίων, καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντίϲ· τὰ γὰρ εἰϲ τιϲ λήγοντα θηλυκὰ διϲύλλαβα, μὴ ὄντα ἐπιθετικά, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ ϲὺν ἑτέρῳ φωνήεντι, ὀξύνεϲθαι θέλει, κοιτίϲ, Προιτίϲ, φροντίϲ, οὐτίϲ τὸ ζῷον παῤ Ἀλκμᾶνι. οὕτωϲ οὖν καὶ φροντίϲ, εἰ μὴ ἄρα, ἐπεὶ κύριον τοῦτο, καὶ βαρυτονηθήϲεται. οὐ μάχεται τὸ πόρτιϲ· καὶ γὰρ χωρὶϲ τοῦ τ «πόριεϲ περὶ βοῦϲ ἀγελαίαϲ» (Od. κ 410). μὴ ὄντα ἐπιθετικὰ πρόϲκειται διὰ τὸ πότιϲ, ᾧ παράκειται τὸ πότηϲ. A.

65. δῃῶν. περιϲπαϲτέον, ἐπεὶ καὶ ἐν ἑτέροιϲ λέγει κατὰ διαίρεϲιν ϲὺν τῷ ο «ἔγχεϊ δηϊόων» (Il. Ϲ 195). γέγονε δὲ παρὰ τὸ δήϊοϲ· διὸ καὶ ϲὺν τῷ ι γράφεται τὸ δῃῶν. A.

91. τὸ ἑξῆϲ ἐϲτι καταλίπω. διὸ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. AB.

110. δίωνται: ὡϲ λέγωνται. ἔϲτι δὲ καὶ ἀπὸ τοῦ δίημι ἡ κλίϲιϲ παῤ αὐτὸ (v. Μ 276, Ϲ 162, ψ 475). A.

[*](827 pro πίτνων Lehrsius cum Lob. πιτνῶν, idem pro ἡ ι ἡ ἴϲοϲ proposuit coll. Apoll. de adv. 587. cf. Pros. Cath. 470, 9 et 20.)[*](P 110 in altero Scholio cod. A exstant οὕτωϲ δίενται (scr. δίωνται) ὡϲ τίθενται (scr. τίθωνται). μέμνηται ὁ Ἡρωδιανὸϲ ἐν τῷ Μ (v. 276).)
105

143. περιϲπαϲτέον τὸν ἦ εἴτε θαυμαϲτικῶϲ εἴτε βεβαιωτικῶϲ κεῖται. A.

174. ὅϲ τέ με φῄϲ: ἀξιοῖ ὁ Ἀϲκαλωνίτηϲ ἀναγιγνώϲκειν διϲυλλάβωϲ ἐπὶ ἀορίϲτου χρόνου, ὁ μέντοι Ἀλεξίων μονοϲυλλάβωϲ ἐπὶ ἐνεϲτῶτοϲ χρόνου· διὸ καὶ ϲὺν τῷ ι γράφεϲθαι. τοῦτο δὲ ἀπαιτεῖ καὶ ἡ διάνοια. κἀγὼ δὲ ϲυγκατατίθεμαι. διὸ ἐν τῇ ϲυντάξει ἐγκλιτέον· ὀξύνεται γὰρ ἐπὶ ἐνεϲτῶτοϲ χρόνου. A.

190. μεταϲπών: ὡϲ καταλαβών· ἔϲτι γὰρ δεύτεροϲ ἀόριϲτοϲ. οὐδεμία δὲ μετοχὴ ἐν τῇ ϲυνθέϲει ἀναβιβάζει τὸν τόνον, ὅτι μὴ μόνη ἡ ἀέκων, περὶ ἧϲ ζητοῦμεν. A.

201. ζητεῖ ὁ Ἡρωδιανὸϲ ἐν τῷ α΄ ὑπομνήματι τοῦ περὶ παθῶν Διδύμου (cf. Λ 160) περὶ τοῦ ἆ δειλ᾿ , πῶϲ δεῖ τονίζειν αὐτὸ καί φηϲι· πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐϲτι τὸ τῆϲ ἀναγνώϲεωϲ, ἆ δείλ᾿ οὐδέ τί τοι θάνατοϲ, ἢ ἆ δεῖλ᾿ οὐδέ τί τοι θάνατοϲ. τὸ γὰρ πλῆρέϲ. ἐϲτιν ἆ δειλέ· οὐ γάρ, ὡϲ οἱ ἐξηγηϲάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροιϲ γὰρ αὐτὸϲ λέγει «ἆ δειλώ, τί νυ δάκρυ κατείβετον» (φ 86). περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυϲιϲ γέγονεν. ἀρά γε οὖν φυλαχθήϲεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆϲ ὀξείαϲ περιγέγραπται καὶ ὁ τόνοϲ; τὸ κρινόμενον ἐκεῖνο, ἵνα ἐπιϲτάμενοι ἀναγνῶμεν· ἕν ἐϲτιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνοϲ γενέϲθω τῆϲ προτέραϲ ϲυλλαβῆϲ, οὐχὶ τῆϲ ἐπὶ τέλουϲ. A.

218. Φόρκυν ὡϲ βότρυν, ἀπ᾿ εὐθείαϲ τῆϲ εἰϲ ϲ ληγούϲηϲ, ἡ μέντοι Φόρκυνα (312) αἰτιατικὴ ἀπ᾿ εὐθείαϲ τῆϲ εἰϲ ν. τὸ δὲ τοιοῦτον ἴδιον ποιητικῆϲ. οὐχ ὑγιῶϲ δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φηϲί, καὶ ἡ εὐθεῖα ἐκτεινομένη Φόρκυϲ αὖ Φρύγαϲ ἦγε» (Il. Β 862)· ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει. A.

324. κήρυκι: διὰ μέτρον ϲυϲταλτέον τὸ ρυ (v. Κ 258). BV.

465. οἱ περὶ Ἀρίϲταρχον ἐπίϲχειν κατὰ παρατατικόν, οἱ δὲ περὶ τὸν Ἀϲκαλωνίτην κατὰ ἀόριϲτον ὡϲ λαβεῖν. καὶ ὁ Ἡρωδιανὸϲ δὲ ἐπίϲχειν παροξυτόνωϲ, εἰ μή τιϲ λέγοι ὅτι ἔθοϲ ἐϲτὶ τῷ ἀορίϲτῳ ϲυντάττεϲθαι τὴν ἐπί. V.

539. καταπέφνων: Ἀρίϲταρχοϲ ὡϲ τέμνων. A.

688. κυλίνδει: Ἀρίϲταρχοϲ βαρύνει, ὑγιῶϲ πάνυ διὰ τὰ κινήματα· «κυλίνδετο» γοῦν φηϲιν (Od. θ 81. λ 598) οὐχὶ ἐκυλινδεῖτο, καὶ «ἡ δὲ κυλινδομένη καναχὴν ἔχε» (Il. Π 794). διὸ καὶ βαρέωϲ τὴν κυλίνδων ἀναγινώϲκομεν· «μέγα κῦμα κυλίνδων» (Od. ε 296). A.

7. νηυϲὶν ἔπι κλονέονται: ἐπὶ τὰϲ ναῦϲ. ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ὁμοίωϲ καὶ ἐπὶ τοῦ «νηυϲὶν ἔπι προέηκα» (439). ABV.

[*](201 pro δειλοὶ et δάκρυα κατείβεται in versu Hom. correxit L, δειλώ et δάκρυ κατείβετον. idem conferri iubet Λ 441.)
106

39. ἐνθάδε ἐβάρυνεν ὁ Ἀρίϲταρχοϲ τὸ Γλαύκη, εἰϲ ἀποφυγὴν τοῦ ἐπιθετικοῦ τοῦ «γλαυκὴ δέ ϲ’ ἔτικτε θάλαϲϲα» (ΙI. Π 34). ἐπὶ δὲ τοῦ Νημερτήϲ τε καὶ Ἀψευδήϲ οὐκ ἐποιήϲατο μεταβολὴν τόνου. ἔφαμεν δὲ ἤδή περὶ τῶν τοιούτων (cf.Arist.stud. Hom. 265 sqq ). A.

64. ἀπό: Ἀρίϲταρχοϲ φυλάττει τὸν τόνον τῆϲ προθέϲεωϲ. ἔφαμεν δὲ ἐν ἑτέροιϲ (Β 162) ὅτι ἡ ἀπό ἐὰν ϲυντάϲϲηται τῇ γενικῇ μὴ μεταξὺ πιπτουϲῶν λέξεων καὶ ϲημαίνῃ τὸ ἄποθεν φυλάϲϲει τὸν τόνον. οὕτωϲ γοῦν ἀνέγνωμεν κἀπὸ πατρίδοϲ ἄνδρα κατακτάϲμεν (Ιl. N 696) καὶ «οὐκϲ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ» (Ιl. Ι 353) «καὶ γάρ τίϲ θ’ ἕνα μῆνα μένων ἀπὸ ἧϲ ἀλόχοιο» (Ιl. Β 292). προϲέθηκα δὲ μὴ μεταξὺ πιπτουϲῶν λέξεων διὰ τὸ «ἄπο πλυνοί εἰϲι πόληοϲ (Od. ζ 40) οὐ γὰρ ἐπληϲίαϲε τῇ γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξειϲ (cf. quaest.ep. p. 94). A.

68. ἐπιϲχερώ. ὀξύνεται καὶ ϲεϲημείωται, ὥϲπερ καὶ τὸ ἰώ οὐδὲν γὰρ εἰϲ ω λῆγον ἐπίρρημα θέλει ὀξύνεϲθαι. A.

76. ἀλήμεναι. ὡϲ  παρὰ τὸ βῆναι βήμεναι ἐγένετο, οὕτωϲ καὶ. παρὰ τὸ ἀλῆναι ἀλήμεναι· «λαοὺϲ ἐϲ τεῖχοϲ ὁμοκλήϲειεν ἀλῆναι » (Ιl. Π 714). ψιλοῦται δὲ καὶ τὸ ἐάλη (Ιl. Ν 408) καὶ πᾶϲ ὁ ϲχηματιϲμόϲ, ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο (cf. 192). A.

77. ὁ Ἀϲκαλωνίτηϲ ἀἑκήλια, οἷον οὐχ ἥϲυχα οὐδὲ εἰρηνικά, ἐπεὶ ἕκηλοϲ ὁ ηϲυχοϲ, ὥϲτε ϲτέρηϲιν αὐτὸν ἐκδέχεϲθαι. οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ, οἰον ταραχώδη. ἢ ἀκούϲια, ἀ οὐκ ἄν τιϲ ἑκὼν πάθοι. ὁμοίωϲ δὲ καὶ Ἀλεξίων· καὶ ἔχονται τοῦ δηλουμένου. A.

92. πρῶτοϲ ἐμῷ ὕπο δουρὶ τυπεὶϲ ἀπὸ θυμὸν ὀλέϲϲῃ: τὸ ἑξῆϲ ἐϲτιν ἀπολέϲῃ. διὸ οὐκ ἀναϲτρεπτέον τὴν ἀπό. τὴν μέντοι ὑπό, ἐπεὶ τὸ ἀκόλουθόν ἐϲτιν ὑπ’ ἐμῷ. εἰϲὶ μέντοι οἵ οὐκ ἀνέϲτρεψαν, ἀλλὰ ϲυνέταξαν τῇ δοτικῇ, δουρὶ ἐμῷ· ἐν ἑτέροιϲ γὰρ οὕτωϲ αὐτὸν εἰρηκέναι «« δουρὶ δ’ ἐμῷ κτεάτιϲϲα » (ΙI. Π 57). A.