Περὶ Ἰλιακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
266. Ἐλεῶνοϲ. εἰϲὶν οἳ ψιλοῦϲιν. ὁ δὲ Ἀϲκαλωνίτηϲ φηϲὶ δαϲύνεϲθαι. ἔϲτι δέ τινα ἃ ἱϲτορίᾳ τοπικῇ κατέχεται. οὕτωϲ οὖν καὶ ἐπὶ τούτου. ἱϲτοροῦϲι γὰρ οὕτωϲ δαϲέωϲ τὴν πόλιν λέγεϲθαι πῶϲ οὖν ἐν τῷ καταλόγῳ ψιλῶϲ ἀνέγνωμεν «οἵ τ᾿ Ἐλεῶν᾿ εἶχον» (Il. B 500); φαϲὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι πόλιν. εἰ μὴ λέγομεν ὅτι οὐ [*](258 ἐπὶ τῶν — κήρυκοϲ inseruit L. 266 extrema verba inde ab εἰ μὴ λέγομεν addidit Lehrsius coll. M 20 cf. Arist. p. 262 ed. Il.)
273. κατ᾿ αὐτόθι: φαϲὶ παρέλκειν τὴν κατά διὸ φυλάϲϲειν τὸν αὐτὸν τόνον. κἂν μὴ παρέλκῃ δέ, ϲυντάϲϲηται δὲ τῷ λιπέτην, οὐ δύναται ἀναϲτρέφεϲθαι κατὰ δύο τρόπουϲ, καὶ ἐπεὶ ϲυνήλειπται καὶ ἐπεὶ μεταξὺ πέπτωκεν ὁ δέ ϲύνδεϲμοϲ. A.
281. εὐκλεῖαϲ. προπεριϲπαϲτέον· ἐκ γὰρ τοῦ εὐκλέαϲ ἐγένετο κατ᾿ ἐπένθεϲιν τοῦ ῑ λέγει γάρ, δὸϲ ἡμᾶϲ εὐκλεεῖϲ καὶ ἐνδόξουϲ. οἱ δὲ ἐκτείνοντεϲ ἄνευ λόγου ἐκτείνουϲιν. A.
292. Πτολεμαῖοϲ ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν ὡϲ μῆνιν καὶ τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον Τυραννίων δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώϲει καὶ τὴν ἐπὶ τέλουϲ ἐκτείνεϲθαι ὀξεῖα γὰρ κατὰ μακρᾶϲ βραχείαϲ ἐπιφερομένηϲ οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθοϲ, ὑπεϲταλμένων τῶν ϲεϲημειωμένων, λέγω δὲ τοῦ εἴθε, αἴθε ναίχι, περὶ ὧν καὶ λόγον δεδώκαμεν. τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικὸν « ἤνιϲ ἠκέϲταϲ» (Il. Z 94) καὶ γὰρ πόλῖϲ λέγουϲι καὶ πόλῐν καὶ μάντῑϲ καὶ μάντῐν. A.
307. οἷ: ὀρθοτονεῖται καὶ περιϲπᾶται καὶ εἰϲ ϲύνθετον μεταλαμβάνεται. A.
335. κρατὶ δ᾿ ἐπὶ κτιδέην κυνέην: ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφεῖ ἵνα γένηται ἐπὶ κρατί, οὐχ ὑγιῶϲ· μέϲοϲ γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ ἑξῆϲ δεῖ διαϲτέλλειν κατὰ τὸν ποιητὴν κτιδέην ἀπὸ τοῦ κ ποιουμένουϲ τὴν ἀρχήν, ἐπεὶ ἐν ἑτέροιϲ φηϲὶ «τοῦ δ᾿ ἀπὸ μὲν κτιδέην» (458). A.
351. ἐπί: οὐδὲ ἐνθάδε ἀναϲτρεπτέον· μεταξὺ γὰρ πάλιν ϲύνδεϲμοϲ, ἐφ᾿ ὅϲον ὅρια. A.
373. ἐΰξου: Πτολεμαῖοϲ περιϲπᾷ: λέγων ἐκ τοῦ ἐϋξόου ϲυνηλεῖφθαι. οὐκ ἀναγκαῖον δέ εἰ γὰρ |ἤδη τέτριπται εὔξου ὡϲ ἡϲύχου, δῆλον ὅτι τὸ ἐΰξοοϲ πολὺ πρότερον ἐΰξουϲ ἐγένετο ὡϲ εὔνουϲ· καὶ. οὕτωϲ τὸ εὔξου ὡϲ εὔνου. A.
466. δέελον. ταὐτόν ἐϲτι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα καὶ ψιλοῦται τὸ δεύτερον ε. A.