Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

διαιρεῖται ἡ ἐπιστήμη εἰς τρία· ἔστι γὰρ αὐτῆς τὸ μὲν θεωρητικόν, τὸ δὲ ποιητικόν,

τὸ δὲ πρακτικόν. ἔστι δὲ ἡ μὲν θεωρητικὴ, 〈ἧς〉 τὸ κεφάλαιον θεωρία [δὲ] ἐστίν, οἷον ἡ γεωμετρικὴ καὶ ἀριθμητικὴ καὶ ἁρμονικὴ καὶ αἱ τοιαῦται· ἡ δὲ ποιητική, ἧς τὸ κεφάλαιόν ἐστιν ἔργου συντελεστικὸν, οἷον οἰκοδομικὴ καὶ ἀνδριαντοποιητικὴ καὶ ἄλλαι τοιαῦται· ἡ δὲ πρακτική, ἧς τὸ κεφάλαιόν ἐστι πρᾶξις, οἷον ἰατρικὴ καὶ στρατηγικὴ καὶ πολιτικὴ καὶ ἄλλαι τοιαῦται. τῆς ἐπιστήμης ἄρα ἡ μέν ἐστι θεωρητική, ἡ δὲ ποιητική, ἡ δὲ πρακτική.