Divisiones Aristoteleae
Aristotle
Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.
διαιρεῖται ἡ ἰατρικὴ εἰς πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι φαρμακευτικόν, τὸ δὲ χειρουργικόν, τὸ δὲ διαιτητικόν, τὸ δὲ νοσογνωμικόν, τὸ δὲ βοηθητικόν. καὶ ἡ μὲν φαρμακευτικὴ διὰ φαρμακείας ἰᾶται τὰς ἀρρωστίας, ἡ δὲ χειρουργικὴ διὰ 〈τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτητικὴ διὰ〉 τοῦ διαιτᾶν ἀπαλλάττει τῆς ἀρρωστίας, ἡ δὲ νοσογνωμικὴ διὰ τοῦ γνῶναι τὴν νόσον οὕτως ἰᾶται τὸν νοσοῦντα, ἡ δὲ βοηθητικὴ διὰ τῶν βοηθημάτων ὑγιάζει τοὺς ἀσθενοῦντας.