De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Ἕτερον δὲ χέεται καὶ συμπήγνυται ὅμοιον λίθοις ἡ κογχυλίοις. Ὅτε δὲ κατὰ στράγγα ῥεῖ, μένον ἐν τῷ οἰκείῳ εἴδει γίνεται ὡς τὸ λεγόμενον σμηρίον. Τὸ δὲ ἀλλοιούμενον ὡς λίθος ἐστὶ κατὰ τὸ φαινόμενον λίαν ψυχρόν. Ποιεῖ δὲ τοῦτο ἡ θερμότης τοιοῦτον εἶναι· ὅταν δὲ ψῦχος καὶ καταρρῇ, ἀπολιθοῦται.
Πάλιν τῶν δένδρων τινὰ ἀλλοιοῦνται ἐν τῷ χειμῶνι, καὶ ποτὲ μὲν γίνονται χλοερὰ ποτὲ δὲ γλαυκά, καὶ οὐ φθείρονται οὔτε τὰ φύλλα αὐτῶν οὔτε οἱ καρποί, ὅτι τὰ φυτὰ ἐν οἶς τοῦτο συμβαίνει ἔχουσιν ἐπάνω θερμότητα παχεῖαν καὶ ἐν ταῖς ῥίζαις ὑγρότητα λεπτήν· ὅθεν ἐν τῇ προόδῳ τοῦ ἔτους κατέχει ἡ ὑγρότης ἐκεῖνο τὸ χρῶμα διὰ τὴν ψυχρότητα τοῦ ἀέρος.
Καὶ ὅτε παραβάλλει ἡ θερμότης πρὸς τὴν ψυχρότητα, ὠθεῖ ἡ θερμότης τὴν ὑγρότητα ἔξωθεν, μετὰ τοῦ οὖπερ ἔβαψε χρώματος τοῦ ἐν τῇ ἐπιφανείᾳ τοῦ δένδρου ἀκολουθοῦντος. Ὅτε δὲ στρέφεται πάλιν ἡ ψυχρότης καὶ ἡ ξηρότης εἰς ἐνέργειαν, καὶ ἡ ὑγρότης κατέχει τὴν θερμότητα, τότε τὸ χρῶμα φαίνεται τὸ γλαυκόν.
Πικρὸς δὲ γίνεται καρπός, ὅτε ἡ θερμότης καὶ ἡ ὑγρότης οὐκ εἰσὶ πλήρεις ἐν τῇ πέψει. Ἡ ψυχρότης γὰρ καὶ ἡ ξηρότης ἐμποδίζουσι τὴν τελείωσιν, καὶ οὕτω στρέφεται εἰς πικρίαν ὁ καρπός. Τούτου σημεῖον ὅτι τὸ πικρὸν εἰς πῦρ
ἐμβληθὲν γλυκὺ γίνεται. Δένδρα δὲ ὅσα γεννῶνται ἐν ὕδατι ὀξώδει, ποιοῦσι καρπὸν γλυκύν, διότι τὸ ὀξῶδες ἕλκει μετὰ θερμότητος τοῦ ἡλίου, ὅπερ ἐστὶ τῆς ἰδίας ποιότητος.Καὶ τοῦτο ψυχρότης ἐστὶ καὶ ξηρότης· κἀντεῦθεν ἀπομένουσιν ὑγρότητές τινες ὀλίγαι ἔνδον γλυκεῖαι. Θερμαίνεταί τε καὶ ἡ κοιλία τοῦ δένδρου, ὅταν προσμείνῃ ἐς αὐτὴν ὁ ἥλιος, καὶ οὕτως γένεται ὁ χυμὸς τοῦ καρποῦ στύφος ὀλίγον. Καὶ ὅσον πλέον πεπεμμένος γένηται, διαλύεται κατὰ μικρὸν τὸ ὀξῶδες, ἔστ’ ἂν καταναλωθείη καὶ φανῇ ἡ γλυκύτης.
Ἔσται τοίνυν ὁ καρπὸς γλυκύς, τὰ δὲ φύλλα αὐτοῦ καὶ οἱ ἀκρέμονες ξηροί. Ὅταν δὲ τελειωθῇ ἡ πεπειρότης, ἐπὶ πλέον γίνεται ὁ καρπὸς πικρός. Τοῦτο δέ ἐστι διὰ τὴν περισσὴν θερμότητα μετὰ βραχείας ὑγρότητος. Καταναλίσκεται γὰρ ἡ ὑγρότης, ποιεῖ τε ὁ καρπὸς τὴν θερμότητα ἀναβαίνειν, καὶ ἐστὶ τότε ὁ καρπὸς πικρός. Γίνονται δὲ καὶ