De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Λεπτύνεται τὸ ὑγρόν, ὅτι ἡ φύσις τῆς εὐκρασίας γειτνιάζει τῇ πέψει, εἰσί τε καὶ οἱ πόροι μέσοι, καὶ ἡ ὕλη ἐπεκτείνεται καὶ ἄνω καὶ κάτω.
Ἔστι δὲ ἡ μὲν πρώτη πέψις ὑπὸ τὸ φυτόν, δὲ δευτέρα ἐν τῇ ἐντεριώνῃ, ἥτις ἐξέρχεται μὲν ἀπὸ τῆς γῆς, ἔστι δὲ καὶ ἐν τῷ μέσῳ τοῦ φυτοῦ· καὶ μετὰ ταῦτα γίνεται ἡ διαίρεσις, ἥτις συμβαίνει ἀπὸ τῆς δευτέρας, οὐκ ἀπὸ τῆς πρώτης πέψεως.
Ἡ δὲ τρίτη πέψις ἐστὶν ἐν τῷ ζῴῳ· οὐ γὰρ γίνεται αὕτη ἡ πέψις εἰ μὴ διὰ τὴν διαίρεσιν τῆς φύσεως τῶν μελῶν καὶ τὴν διάστασιν τῶν φυσικῶν πρὸς ἄλληλα. Τὰ δὲ φυτὰ γείτονά εἰσι πρὸς ἑαυτά, καὶ διὰ τοῦτο πληθύνονται ἐν πολλοῖς τόποις. Ὡς ἐπὶ τὸ πλεῖστον δὲ ἡ ὕλη τῶν φυτῶν κάτω ἐκτείνεται,
Τὰ σχήματα τοίνυν τῶν φυτῶν εἰσὶν ἐν τῇ φύσει καὶ τῇ ποσότητι τῶν σπερμάτων, τὰ ἄνθη δὲ τῶν φυτῶν καὶ οἱ καρποί εἰσιν ἐν ταῖς ὑγρότησι καὶ ἐν ταῖς ὕλαις. Κεῖται τοίνυν ἡ πρώτη κίνησις καθολικῶς καὶ ἡ πέψις ἐν πᾶσι τοῖς ζῴοις, καὶ οὐκ ἀποχωροῦσιν ἀπ’ αὐτῆς πάντα τὰ ζῷα.
Ἐν τοῖς φυτοῖς δέ ἐστιν ἡ πρώτη πέψις, εἶτα ἡ πέπανσις κατὰ τὴν τροφὴν αὐτῶν. Ἕκαστον οὖν δένδρον ἀναβαίνει ἀεί, ἔστ’ ἂν πληρωθείη. Αἰτία δὲ αὕτη ἐστίν, ὅτι ἐπὶ μὲν τῶν ζῴων ἑκάστου τὸ μῆκος πλησίον ἐστὶ τοῦ ἰδίου πλάτους, ἐν τῷ φυτῷ δὲ πόρρω, ὅτι
ἡ ῥίζα αὐτοῦ, ἤγουν τὸ πῦρ καὶ τὸ ὕδωρ, σπεύδουσιν εἰς ἀνάβασιν, ἵνα δημιουγηθῇ τὸ φυτόν.Ἡ διαφορὰ δὲ τῶν φυτῶν ἐν τοῖς κλάδοις ἐστὶν ἐκ τῆς περιττῆς ἀραιότητος. Ὅταν γὰρ συμπιεσθῶσιν οἱ χυμοί, θερμαίνεται ἡ φύσις καὶ σπεύδει εἰς τὴν πέψιν, κἀντεῦθεν τυποῦνται οἱ κλάδοι καὶ φύεται τὰ φύλλα, ὡς προείπομεν.
Τὸ δὲ τὰ τῶν δένδρων φύλλα πίπτειν ἐστὶ διὰ τὴν ἐπιφορὰν τῆς ὀξείας ἀραιότητος. Ὅταν γὰρ πεφθῇ ἡ ὑγρότης μετὰ τῆς ὕλης, πυραμιδοῦται, καὶ μετὰ ταῦτα κατισχναίνουσι. Καὶ ὅταν φανῇ ἡ ὕλη τῇ πέψει πεπληρωμένῃ, τότε τελείως βύονται τὰ ἄκρα τῶν πόρων ἄνω. Καὶ διὰ ταῦτα ἐπεὶ τὰ φύλλα οὐκ ἔχουσιν ὕλην, ξηραίνονται καὶ πίπτουσιν.
Ἐὰν δὲ συμβῇ τὸ ἐναντίον ὦν εἴπομεν, οὐ πίπτει τὸ φυτὸν εἰς στέρησιν τῶν ἰδίων φύλλων. Ὅταν δὲ πάλιν κινήσῃ τὸ φυτὸν ψυχρότης, θερμαίνει αὐτὸ ἡ ἐγκλειομένη τούτῳ θερμότης, καὶ ἡ φανέρωσις τῆς ψυχρότητος γίνεται ἐκτὸς ἐν τοῖς ἄκροις αὐτοῦ, καὶ ἀποτελοῦνται ἐντεῦθεν τὰ φύλλα γλαυκά, καὶ οὐδὲ πίπτουσιν, ὡς οὐδὲ ἐπὶ τῶν ἐλαιῶν καὶ τῶν μυρσινῶν καὶ τῶν λοιπῶν.
Ὁπόταν δὲ ἔχωσι τὰ δένδρα καὶ τὰ φυτὰ δύναμιν τοῦ ἕλκειν σφοδρῶς, γίνεται καρποφορία ὁμοῦ· ἥτις συμβαίνει, ὅτι χρῆται ἡ φύσις πέψει κατὰ διαδοχὴν συχνῇ, καὶ ἐν ἑκάστῃ πέψει καρπὸν προάγει πολύν, Καὶ διὰ τοῦτο τινὰ φυτὰ καὶ πολλάκις ἐν τῷ χρόνῳ καρποφοροῦσι.
Τὸ δὲ φυτὸν ὅπερ ἐστὶν ὡς ἡ φύσις τοῦ ὕδατος, μόλις καρποφορεῖ διὰ τὴν ἐπικράτειαν τῆς ὑγρότητος αὐτοῦ καὶ τὸν πλατυσμὸν τῶν ἰδίων πόρων καὶ τὴν ἀπορροὴν τῶν ἰδίων ῥιζῶν. Ὅτε δὲ ἰσχυροποιηθῇ τὸ θερμόν, ταχύνει τε ἡ τούτου πέψις, καὶ λεπτύνεται ἡ ὑγρότης καὶ οὐ συμπήγνυται· οὐδ’ οὕτως πάλνιν γίνεσθαι καρποφορίαν συμβαίνει.
Καὶ τοῦτο εὑρίσκεται ἐν πάσαις ταῖς βοτάναις ταῖς λεπταῖς, ἀλλὰ δὴ καὶ ἔν τισι λαχάνοις. Φαίοτης δὲ γίνεται ἐν τόποις σφόδρα θερμοῖς, καὶ ἔστιν ἐν τούτοις
ὀλίγος καρπὸς ἐκ τῆς ὑγρότητος, διότι εἰσὶ στενοὶ οἱ πόροι. Ὅταν γοῦν θελήσῃ ἡ φύσις πέψιν ποιῆσαι, μὴ ἔχουσα ὑγρότητα ἀρκοῦσαν τῇ ὕλῃ, τότε γίνονται οἱ πόροι στενώτεροι.Ἐπαναστρέφει γοῦν ἡ πέψις, καὶ συνεχῆ ταύτην ποιεῖ ἡ θερμότης, καὶ φαίνεται τότε τὸ μέσον λευκοῦ καὶ μέλανος ἐν χρώματι. Καὶ ὅτε τοῦτο τοιουτοτρόπως γένηται, τότε τὸ ξύλον φθάνει γίνεσθαι μέλαν, καὶ πᾶν τὸ πλησιάζον τῷ φαιῷ· καὶ τοῦτο ἔστιν ἰδεῖν ἀπὸ τοῦ ἐβένου καὶ τῆς πτελέας.
Ὁ δὲ ἔβενος καταδύεται ἐν τῷ ὕδατι, ὅτι τὰ μέρη αὐτοῦ εἰσὶ συμπεπηγότα καὶ οἱ πόροι στενοί, καὶ ἀὴρ οὐκ εἰσέρχεται ἐν αὐτοῖς. Ὃ δὲ ἐκ τῶν ξύλων τῶν λευκῶν βυθίζεται, ἔστι διὰ τὴν στενότητα τῶν πόρων καὶ τὴν περιττότητα τῆς ὑγρότητος τῆς βυούσης τοὺς πόρους, ὥστε μὴ ἐξέρχεσθαι ἀπ’ αὐτῶν ἀέρα.
Τὸ δὲ ἄνθος ἐκ λεπτῆς μόνον ὕλης ἐστίν, ὅταν ἄρξηται ἡ πέψις· καὶ διὰ τοῦτο προηγεῖται τοῦ φυτοῦ, ὡς ἐδείξαμεν. Ἐντεῦθεν γοῦν δεικνύομεν καὶ τὴν αἰτίαν δι’ ἣν τὰ φυτὰ ἐκφέρουσι φύλλα πρότερον, εἶτα καρπούς. Ὃ ἐν τῷ φυτῷ τῷ ἔχοντι στενοὺς πόρους γίνεται χρῶμα, ἔσται ἐν χρώματι σαπφειρίνηῳ, καὶ διότι συμπιέζονται αὐτοῦ τὰ μέρη, εἰς λευκότητα κλίνει.
Ὅταν δὲ εἰς εὐκρασίαν φθάσῃ, ἐστὶ γλαυκόν. Διότι δέ τινα φυτὰ ἄνθη οὐκ ἔχουσιν, ἔστιν ἡ αἰτία ὅτι ὡς ἐπὶ τὸ πλεῖστον γίνεται τοῦτο διὰ τὴν διαφορὰν τῶν ἐν αὐτοῖς μερῶν καὶ τὴν ἐν αὐτοῖς λεπτότητα καὶ τραχύτητα καὶ παχύτητα.
Οὐκ ἔχουσι δὲ ἄνθη φοίνικες, συκαῖ καὶ τὰ τούτοις ὅμοια. Τὸ δὲ φυτὸν τὸ παχεῖς ἔχον φλοιοὺς ἐκτείνεται κατὰ τὴν ἔκτασιν τῆς ὑγρότητος καὶ τὴν συνώθησιν τῆς θερμότητος. Καὶ τοῦτό ἐστιν ἐν τῇ πεύκῃ καὶ τῷ φοίνικι.
Τὸ δὲ φυτὸν τὸ γάλα ἐκβάλλον ἔχει τοῦτο ἐν τῷ μέσῳ. Ἔστι δὲ ἡ θερμότης ὑποκάτω ἰσχυροτέρα, καὶ μένει ἐκεῖ πιότης, Ὁπόταν οὖν ἄρξηται ἡ θερμότης πέττειν, στρέφεται ἡ πιότης εἰς τὴν οἰκείαν ὑγρότητα, καὶ συμπήγνυσι ταύτην συμπήξει βραχείᾳ.
Καὶ
θερμαινομένου τοῦ τόπου γίνεται ἡ ὑγρότης λιπαρά, ὁμοία γάλακτι, ἐγείρεταί τε ἀναθυμίασις ἀπὸ τῆς ὑγρότητος τῆς ἑλκούσης τὸ γάλα ἐκεῖνο εἰς τὰς ἀκρότητας, καὶ κατέχει ἡ ὑγρότης τὴν θερμότητα τὴν φαινομένην, καὶ οὕτω συμπήγνυται τὸ γάλα· φύσις γάρ ἐστι τῆς θερμότητος τὸ συμπηγνύειν.Ὁποῖον δή τι δὲ γάλα πολῆς ἐστὶ συμπήξεως, τότε γίνεται, ὅταν ἐν τῷ δένδρῳ φανῇ ψῦχος· συμπηγνύμενον γὰρ μετὰ ταῦτα ἐξέρχεται ἀπὸ τοῦ οἰκείου τόπου. Καὶ ἐντεῦθέν ἐστι τὸ κόμι. Τὸ κόμι δὲ τὸ θερμὸν προέρχεται ἐν τῷ στάζεσθαι· ὁπόταν γοῦν τοῦ ἀέρος ἅψηται, συμπήγνυται καὶ καταρρεῖ ἐν τόπῳ εὐκράτῳ, καὶ ἔστιν ὅμοιον ὕδατι,
Ἕτερον δὲ χέεται καὶ συμπήγνυται ὅμοιον λίθοις ἡ κογχυλίοις. Ὅτε δὲ κατὰ στράγγα ῥεῖ, μένον ἐν τῷ οἰκείῳ εἴδει γίνεται ὡς τὸ λεγόμενον σμηρίον. Τὸ δὲ ἀλλοιούμενον ὡς λίθος ἐστὶ κατὰ τὸ φαινόμενον λίαν ψυχρόν. Ποιεῖ δὲ τοῦτο ἡ θερμότης τοιοῦτον εἶναι· ὅταν δὲ ψῦχος καὶ καταρρῇ, ἀπολιθοῦται.