De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Ἐν τόποις δὲ γλυκεροῖς, ἐν οἶς τὸ ὕδωρ μὴ ἐπὶ πολὺ συμβαίνει χωρίζεσθαι, ὁπόταν ὁ ἀὴρ τῇ γῇ ἐγκλειόμενος ξηρανθῇ, ἡ ὑγρότης τε τοῦ ὕδατος συμπαγῇ, καὶ ὁ αὐτὸς ἀὴρ μείνῃ ἐν τοῖς ἐνδοτέρω τοῦ ὕδατος, ἐξέρχονται φυτά, ὡς τὸ νοῦφαρ τὸ ἰατρικὸν, καὶ εἴδη βοτανῶν ἄλλα πολλῶν καὶ σμικρῶν, ἃ δὴ τοιουτοτρόπως γεννῶνται.
Πλὴν οὐκ εἰσὶν ἐκτεταμένα, διότι αἱ ῥίζαι αὐτῶν εἰσὶν ἐπιπολαίως ἐν τῇ γῇ. Ἐν τόποις ὡσαύτως ἐν οἶς ὕδωρ θερμὸν τρέχει, πολλάκις φυτὰ γεννῶνται, διότι ἡ θερμότης τοῦ ὕδατος ἐφέλκεται ἀναθυμιάσεις προσφάτους ἐπὶ τῆς γῆς, ἡ
δὲ ψυχρὰ φύσις τῆς ὑγρότητος τοῦ ὕδατος ὑποκάτω ἀπομένει,καὶ συμπήγνυται ὁ ἀὴρ ὁ ἐν τούτῳ τῷ ὑγρῷ. Καὶ ὅταν πεφθῇ ἡ θερμότης τοῦ ἀέρος, πάλιν ἐν τούτῳ γεννᾶται τὸ φυτόν, οὐκ ἄλλως εἰ μὴ ἐν καιρῷ πολλῷ,