De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Ἐκτεθείκαμεν δὲ αἰτίας περὶ τῆς γενέσεως τῶν πηγῶν καὶ τῶν ποταμῶν ἐν τῷ ἡμετέρῳ βιβλίῳ τῷ περὶ μετεώρων, ἐν ᾧ εἴπομεν καὶ περὶ σεισμῶν ὅτι πολλάκις δεικνύουσιν οὗτοι πηγὰς καὶ ποταμούς, οἳ πρότερον οὐκ ἐφαίνοντο, οἶον ὅτε σχίζεται ἡ γῆ ἐκ τῆς ἀναθυμιάσεως. Πολλάκις δὲ εὑρίσκομεν ὅτι καὶ πηγαὶ καὶ ποταμοὶ συζεύγνυνται, ὅτε γίνεται σεισμός.
Τοῦτο δὲ τῷ φυτῷ οὐ συμβαίνει, ὅτι ἀὴρ ἐν τῇ ἀραιότητι τῶν μερῶν αὐτοῦ ἐστί, καὶ τοῦδε πάλιν σημεῖον, ὅτι σεισμὸς οὐδὲ ἐν τοῖς τόποις τοῖς ψαμμώδεσι πέφυκε γίνεσθαι, ἀλλ’ ἐν τόποις πυκνοῖς καὶ σκληροῖς, ὁποῖοί εἰσιν οἱ τῶν ὑδάτων καὶ τῶν ὁρέων.
Καὶ γὰρ συμβαίνει σεισμὸς ἐν τοῖς τόποις τούτοις, ὅτι τὸ ὕδωρ ἐστὶ στερρὸν καὶ οἱ λίθοι στερροί· τῇ φύσει δὲ τοῦ ἀέρος τοῦ θερμοῦ καὶ ξηροῦ ἔνεστι τὸ ἀναβαίνειν ἐκ τῆς κουφότητος. Ὄτε γοῦν συνέλθωσι τὰ μέρη αὐτοῦ καὶ κατακυριεύσωσι, συνωθοῦσι τὸν τόπον, καὶ ἐντεῦθεν ἐξέρχεται ἀπ’ αὐτοῦ βιαία ἀναθυμίασις.
Ἐὰν δὲ ὁ τόπος ἦν ἀραιός, οὐκ ἂν ἐξήρχετο οὕτως, ἀλλ’ ὡς ἐπὶ τῆς ψάμμου συμβαίνει. Ἐξέρχεται γὰρ καὶ ἐντεῦθεν ἀναθυμίασις, ἀλλὰ κατὰ βραχύ· καὶ διὰ τοῦτο οὐ γίνεται σεισμός, Ἁπλῶς οὖν ἐν τοῖς στερεοῖς πᾶσι τοῦτο οὐ συμβαίνει, λέγω τὸ κατὰ βραχὺ τὸν ἀέρα ἐξέρχεσθαι.
Συναγόμενα γὰρ τὰ μέρη τούτου δύνανται τὴν γῆν σχίζειν, καὶ τοῦτο ἐστὶν αἰτία τοῦ σεισμοῦ ἐν σώμασι στερεοῖς. Ἐν τοῖς μέρεσι δὲ τῶν φυτῶν καὶ τῶν ζῴων σεισμὸς οὐ γίνεται, ἀλλ’ ἐν ἄλλοις πᾶσι, καὶ πλειστάκις ἔν τε τοῖς ὁστρακώδεσι καὶ ἐν ὑέλῳ καὶ λοιποῖς μετάλλοις.
Ἐν ᾧ γὰρ σώματί ἐστι πολλὴ ἀραιότης, ἔθος καὶ τὴν ἀναθυμίασιν ἀναβαίνειν· ὑποκουφίζει γὰρ αὐτὴν ὁ ἀήρ. Καὶ συχνάκις τοῦτο βλέπομεν,
ὅταν βάλλωμεν χρυσὸν εἰς τὸ ὕδωρ ἢ ἄλλο τι βαρύ, καὶ παραυτίκα βυθίζεται· καὶ πάλιν ὅταν βάλλωμεν ξύλον ἀραιὸν ἤ βραχύ, καὶ ἐπιπλέει καὶ οὐ βυθίζεται.Ὅθεν οὐ διὰ τὰ φύλλα οὐ καταδύεται τὸ καταδυόμενον πολλάκις ξύλον, οὐδὲ διὰ τὸ ὑποκείμενον τὸ βαρύ, ἀλλ’ ὅτι τὸ μέν ἐστι στερρὸν καὶ πυκνόν, τὸ δὲ ἀραιόν· τὸ δὲ ἀραιὸν παντάπαν οὐ βυθίζεται.
Ἔβενος δὲ καὶ τὰ αὐτῷ παραπλήσια βυθίζονται, ὅτι μικρά ἐστιν ἐν τούτοις ἡ ἀραιότης· καὶ οὐδὲ ἔστιν ἐν αὐτοῖς ἀὴρ ὁ δυνάμενος ταῦτα κουφίσαι. Καταδύονται δέ, ὅτι τὰ μέρη αὐτῶν λίαν εἰσὶ πυκνὰ καὶ στερρά. Πᾶν δὲ ἔλαιον καὶ πάντα τὰ φύλλα τοῦ ὕδατος ὑπερνήχονται.
Καὶ τοῦτο ἤδη ἀποδεικνύομεν. Ἔγνωμεν γὰρ ὅτι ἐν τούτοις ἐστὶν ὑγρότης καὶ θερμότης, καὶ ἔθος τοῦ ὑγροῦ ἐστὶ τοῖς τοῦ ὕδατος μέρεσι συνάπτεσθαι· ἡ δὲ θερμότης ποιεῖ ἀνάγεσθαι τὸ ὑγρόν, καθὼς παρέπεται ἐν τῷ καιρῷ τοῦ ἔαρος. Ἔθος δὲ καὶ τοῦ ὕδατος τὸ κουφίζειν πάντα πρὸς τὴν ἰδίαν ἐπιφάνειαν ἕως τῆς τοῦ ἀέρος ἐπιφανείας, ὥστε ποιεῖν αὐτὸν ἀνέρχεσθαι.