De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

οἱ πυρῆνες πυραμοειδεῖς διὰ τὴν ἐφέλκυσιν τοῦ θερμοῦ καὶ τὴν περιττὴν ψυχρότητα καὶ ὑγρότητα τὴν ἐντὸς κειμένην, ἅ εἰσιν ἐκ γέγους τοῦ ὀξώδους ὕδατος. Μένει γὰρ τὸ ὑγρὸν ἐν μέσῳ καὶ καταπυκνοῦται καὶ ἰσχναίνει τὰ ἄκρα.

Τὰ δένδρα δὲ τὰ ὄντα ἐν γῇ εὐκράτῳ ἐπισπεύδουσι τὴν πεπειρότητα πρὸ τῶν χειμερινῶν ἡμερῶν, ὅτι ἡ θερμότης ὅταν πλησίον τῆς εὐκρασίας, γένηται δὲ καὶ ἡ ὑγρότης φανερὰ καὶ ὁ ἀὴρ καθαρός, καὶ οὐ δεῖται ὁ καρπὸς πολλῆς ὑγρότητός τε καὶ πέψεως, σπεύδει τότε ἡ τοῦδε πεπειρότης, καὶ πρόεισι πρὸ ἡμερῶν χειμερινῶν.

Ἐν πᾶσι γοῦν τοῖς δένδροις, ὅτε πρῶτον φυτευθῶσιν, ἐπικρατεῖ τὸ πικρὸν ἢ τὸ στρυφνόν, ἐπεὶ ἡ ὑγρότης ὅταν ἐν τοῖς ἄκροις γένηται αὐτῶν, πέττει τοὺς τόπους τοὺς ὄντας ἐν τῷ μέσῳ τῶν δένδρων, ἐξ ὦν ἐστὶ καὶ ἡ ὕλη τῶν καρπῶν, προέρχεταί τε ξηρότης καὶ ἐπακολουθεῖ τῇ ὑγρότητι, καὶ οὕτω γίνεται ἡ πρώτη πέψις δριμεῖα ἢ πικρὰ ἢ στρυφνή.