De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Καὶ τινὲς καρποί εἰσι βρώσιμοι καὶ κατὰ συμβεβηκὸς ἄβρωτοι· καὶ τινὲς καρποὶ ἡμῖν μὲν ἄβρωτοι, ἄλλοις δὲ βρώσιμοι, ὡς ὁ ὑοσκύαμος καὶ ὁ ἑλλέβορος ἀνθρώποις μὲν δηλητήριον, τροφὴ δὲ τοῖς ὄρτυξι. Πάλιν τινὲς τῶν καρπῶν εἰσὶν ἐν θήκαις, ὡς οἱ κόκκοι τοῦ κυάμου· τινὲς ἐν περικαλύμματι καὶ ἐν λέμματι οἷον ὑφάσματί τινι, ὡς ἐν σίτῳ εὑρίσκεται καὶ τοῖς λοιποῖς.
Καὶ τινὲς μὲν ἐν σαρκί εἰσιν, ὡς οἱ τῶν φοινίκων καρποί, τινὲς δὲ οἶον ἐν οἰκίσκοις, ὡς αἱ βάλανοι, ἄλλοι δ’ ἐν οἰκίσκοις πολλοῖς καὶ λέμμασι καὶ ὀστράκοις, ὡς τὰ κάρυα.
Καὶ τινὲς μὲν ὀξέως πεπαίνονται, ὡς οἱ καρποὶ τῆς μορέας καὶ τῆς κεράσου, τινὲς δὲ βραδέως, ὡς πάντες οἱ καρποὶ οἱ ἄγριοι ἢ οἱ πλείονες αὐτῶν. Καὶ τινὰ μὲν φυτὰ ὀξέως προάγουσι φύλλα καὶ καρπούς, τινὰ δὲ βραδέως· καὶ τούτων τινὰ τῷ χειμῶνι ἀκολουθοῦσι, πρὶν ἂν πεπανθῶσι.
Καὶ πάλιν τὰ χρώματα τῶν φύλλων καὶ τῶν καρπῶν καὶ τῶν οἶον ἐπ’ αὐτοῖς ὑφασμάτων λίαν εἰσὶ διάφορα· τινὰ γὰρ τῶν φυτῶν ἐν τῇ οἰκείᾳ ὁλότητι εἰσὶ χλοάζοντα, καὶ τινὰ μὲν ἐκκλίνουσιν εἰς μελανίαν, τινὰ δὲ εἰς λευκότητα, καὶ τινὰ εἰς ἐρυθρότητα διὰ τὴν θερμότητα τὴν ἐκκαίουσαν τὸν ἀέρα τὸν κεκραμένον μετὰ τοῦ προσγείου.
Πάλιν τὰ σχήματα τῶν καρπῶν, εἰ εἰσὶν ἄγρια, καὶ διαφόρων εἰσὶ θέσεων· οὐδὲ γὰρ πάντες οἱ καρποί εἰσι γωνιώδεις, οὐδὲ πάντες διὰ γραμμῆς εὐθείας.
Πάλιν τῶν ἀρωματοφόρων δένδρων τινῶν μὲν ἡ ῥίζα ἀρωματική ἐστιν, τινῶν ὁ φλοιός, τινῶν τὸ ξύλον· ἄλλων τὰ μέρη ὅλα εἰσὶν ἀρωματικά, ὡς τὸ βάλσαμον. Πάλιν τῶν δένδρων τὰ μὲν γεννῶνται ἐκ σπέρματος, τὰ δὲ δι’ ἑαυτῶν.
Καὶ πάλιν τὰ μὲν ἀπὸ ῥιζῶν ἐκσπῶνται καὶ μεταφυτεύονται,
τὰ δὲ ἐκ τοῦ φιτροῦ, τὰ δὲ ἐκ τῶν κλάδων ἢ ἀπὸ τοῦ σπέρματος. Καὶ τινὰ μὲν δι’ ἑαυτῶν κατὰ μικρὸν ἐκτείνονται, τινὰ δὲ ἐν τῇ γῇ. Καὶ τινὰ μὲν ἐν τοῖς δένδροις φυτεύονται, ὡς τὰ ἐγκεντριζόμενα. Ἔστι δὲ βελτίων ὁ ἐγκεντρισμὸς ὁμοίων εἰς ὅμοια.Ἔστι δὲ καὶ ἀναλογία ἄλλη τις, δι’ ἦς ἀρίστως συμβαίνουσι τὰ ἀνόμοια, ὡς αἱ μηλέαι μετὰ τῶν ὀχνῶν. Ἐν δὲ τοῖς ὁμοίοις, ὡς συκῆ ἐν συκῇ καὶ ἄμπελος ἐν ἀμπέλῳ καὶ ἀμυγδαλῆ ἐν ἀμυγδαλῇ,
Ἔστι δὲ καὶ ἄλλος ἐμφυλλισμὸς ἐν ἄλλοις διαφόροις γένεσιν, ὡς ἀρτεμισία εἰς ἀγρίαν ἀρτεμισίαν καὶ καλλιέλαιος εἰς ἀγριέλαιον καὶ ἡ μορέα εἰς πολλὰ δένδρα. Τῶν δένδρων πάλιν τὰ ἄγρια καὶ τὰ κηπαῖα, καὶ πᾶν φυτὸν οὐ προάγει σπέρμα ὅμοιον τῷ σπέρματι ἐξ οὗ ἀνεφύη ἕκαστον.
Τινὰ γὰρ κρεῖττον σπέρμα ποιοῦσι, τινὰ χεῖρον. Καὶ ἐκ τινῶν κακῶν σπερμάτων καλὰ δένδρα προβαίνουσιν, ὡς τὰ ἐξ ἀμυγδαλῆς μικρᾶς καὶ ῥοιᾶς ὀξώδους. Τινῶν δένδρων πάλιν σπέρμα ἂν ἀσθενὲς γένηται, ἐκλείπει τὸ γενέσθαι καλὰ αὐτά, ὡς αἱ πεῦκαι καὶ οἱ φοίνικες.