De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Οἱ κλάδοι δὲ οἱ γεννώμενοι ἐν τοῖς δένδροις καὶ οἱ φλοιοὶ καὶ οἱ φιτροὶ καὶ οἱ μυελοὶ οὐ γεννῶνται εἰ μὴ ἀπ’ αὐτοῦ τοῦ χυμοῦ τῶν δένδρων. Καί τινες καλοῦσιν αὐτὸν τὸν μυελὸν τὸν ἐν τοῖς δένδροις μήτραν, ἄλλοι σπλάγχνα, ἕτεροι δὲ καρδίαν. Ταῦτα δὲ καὶ αἱ φλέβες καὶ ἡ σὰρξ ὅλου τοῦ δένδρου ἐκ τῶν τεσσάρων στοιχείων πεφύκασι.

Καὶ πολλάκις εὑρίσκονται μέρη τινὰ ἐπιτήδεια εἰς τὸ γεννᾶν φύλλα καὶ ἄνθη. Καὶ λύγοι δέ τινες βραχεῖς εἰσίν, εἰς τὸ γεννᾶν ἐπιτήδειοι ἄνθη, ὡς ἐπὶ τῶν ἰτεῶν. Τινὲς δὲ καὶ ἄνθη καὶ καρποὺς ἐν τοῖς δένδροις, καὶ τἆλλ’ ὁπόσα γεννῶνται ἐκ σπέρματος, καὶ ὅσα περικαλύπτουσιν αὐτά.

Καὶ πάλιν τῶν φυτῶν τινὰ μέν εἰσι δένδρα, τινὰ δὲ μέσον δένδρων καὶ βοτανῶν· καὶ ταῦτα ὀνομάζονται θάμνοι. Καὶ τινὰ μέν εἰσι βοτάναι, τινὰ δὲ λάχανα. Σχεδὸν μὲν οὖν πάντα τὰ φυτὰ τοῖς τοιούτοις ὑποπίπτουσιν ὀνόμασι.

Πάλιν εἰσὶ δένδρα ἅπερ ἔχουσιν ἐκ τῆς οἰκείας ῥίζης φιτρόν, καὶ γεννῶνται ἐν αὐτοῖς κλάδοι πολλοί, ὡς συκαῖ καὶ ἐλαῖαι· τινὰ δ’ οὔ. Πάλιν εἰσὶν ἄλλα φυτὰ μέσον, ὡς εἴπομεν, δένδρων καὶ βοτανῶν σμικρῶν, τὰ λεγόμενα θάμνοι, ἔχοντα ἐν ταῖς ῥίζαις αὐτῶν πολλοὺς κλάδους, ὡς τὰ καλούμενα ἄγνοι καὶ βάτοι.

Λάχανα δέ εἰσι τὰ ἔχοντα πολλοὺς φιτροὺς ἐκ d μιᾶς ῥίζης καὶ πολλοὺς κλάδους, ὡς τὸ πήγανον, αἱ κράμβαι καὶ τὰ τοιαῦτα. Εἰσὶ δὲ καὶ βοτάναι αἵτινες οὐκ ἔχουσι φιτρὸν ἐκ τῆς οἰκείας ῥίζης, ἀλλὰ παραυτίκα φέρουσι φύλλα.

Καὶ τινὰ μὲν κατὰ πάν

ἔτος γεννῶνται καὶ ξηραίνονται, ὡς σῖτος καὶ τὰ παραπλήσια, τινὰ δ’ οὔ. Οὐ δυνάμεθα δὲ ταῦτα πάντα ἐπίστασθαι εἰ μὴ διὰ συλλογισμῶν καὶ παραδειγμάτων καὶ ὑπογραφῶν. Πάλιν εἰσὶ βοτάναι εἰς δύο ἄκρα κλίνουσαι, ὡς τὸ λεγόμενον λάχανον βασιλικόν.

Εἰσὶ δὲ ἄλλαι αἱ λεγόμεναι ἐν ταὐτῷ βοτάναι καὶ λάχανα· καί τινες ἄλλαι αἳ ἐν τῷ γεννάσθαι μὲν πρώτως φαίνονται ἐν σχήματι στάχυος, μετὰ ταῦτα δὲ γίνονται δένδρα, ὡς οἱ Ἀραβικοὶ βέντελοι καὶ τὸ φυτὸν τὸ λεγόμενον ἡλιοσκόπιον.

Μυρσίνη δὲ καὶ μηλέα καὶ ὄχνη καὶ τὰ λοιπὰ ὅμοια δένδρα εἰς τοῦτο τὸ γένος περιέχονται, ὦν πολλοὶ καὶ μάταιοί εἰσι κλάδοι, ἐκ τῶν ῥιζῶν αὐτῶν φυόμενοι. Καὶ διὰ τοῦτο πρέπον προσδιορίζειν ταῦτα, ἵνα ὦσιν εἰς παράδειγμα καὶ συλλογισμόν· οὐ γὰρ ὀφείλομεν διερευνᾶν ὁρισμούς ἐν πᾶσι,

Πάλιν τῶν φυτῶν τὰ μέν εἰσὶ κατοικίδια, τὰ δὲ κηπαῖα, καὶ ἕτερα ἄγρια. Τοιουτοτρόπως δὲ λέγομεν ὄχνας καὶ ἄλλα τοιαῦτα εἴδη φυτῶν ἄγρια, ὅτι οὐκ εἰσὶν ἐξ ἐπιμελείας γεωργικῆς. Πάλιν τῶν φυτῶν τινὰ μὲν ποιοῦσι καρπόν, τινὰ δ’ οὔ, ὡς ἰτέαι καί τινα εἴδη δρυῶν.

Καὶ τινὰ μὲν ποιοῦσιν ἔλαιον, τινὰ δ’ οὐχί. Καὶ τινὰ μὲν ποιοῦσι φύλλα, τινὰ δ’ οὔ. Καὶ τινῶν πίπτουσι τὰ φύλλα, τινῶν δ’ οὔ. Καὶ τισὶ μὲν γίνονται κλάδοι, τισὶ δ’ οὔ. Περὶ διαφορᾶς γοῦν τῶν φυτῶν ἐν μεγέθει καὶ σμικρότητι, ἐν ὡραιότητι καὶ ἀμορφίᾳ, ἐν χρηστότητι καρπῶν καὶ κακίᾳ πολλὰ ἔστιν εἰπεῖν.

Πάλιν τὰ ἄγρια δένδρα μᾶλλον καρποφοροῦσι παρὰ τὰ κηπαῖα, καὶ οἱ καρποὶ τῶν κηπαίων κρείττονές εἰσι τῶν ἀγρίων. Καὶ τινὰ μὲν τῶν φυτῶν γεννῶνται ἐν τόποις ξηροῖς, τινὰ δὲ ἐν θαλάσσῃ· καὶ τινὰ μὲν ἐν ποταμοῖς, ἄλλα δὲ ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ· καὶ τινὰ ἐν τόποις μὲν ἄλλοις μεγάλα, ἐν ἑτέροις δὲ μικρά.

Καὶ τινὰ μὲν γεννῶνται ἐν ὄχθαις ποταμῶν, τινὰ δὲ ἐν λίμναις. Καὶ τῶν γεννωμένων ἐν τόποις ξηροῖς τινὰ μὲν γεννῶνται ἐν ὄρεσι, τινὰ δὲ ἐν πεδιάσι. Καὶ τινὰ ζῶσιν ἐν τόποις ξηροτάτοις, ὡς τὰ ἐν τῇ γῇ τῶν Αἰθιόπων, καὶ ἐκεῖσε κρειττόνως αὐξάνουσι παρὸ ἀλλαχοῦ.

Καὶ τινὰ μὲν ζῶσιν ἐν τόποις ὑψηλοῖς, τινὰ δὲ ἐν

χθαμαλοῖς. Καὶ τινὰ μὲν ζῶσιν ἐν τόποις ὑγροῖς, τινὰ δὲ ἐν ξηροῖς, τινὰ δὲ ἐν ἑκατέροις, ὡς ἡ ἰτέα. Τὰ γοῦν φυτὰ κατὰ πολὺ ἐναλλάττονται τῇ διαφορᾷ τῶν τόπων, καὶ ἐντεῦθεν χρὴ κατανοεῖν καὶ τὰς διαφορὰς αὐτῶν.

Πάλιν τῶν φυτῶν τινὰ μὲν τῇ γῇ πεπήγασι καὶ οὐ φιλοῦσι χωρίζεσθαι ἀπ’ αὐτῆς· τινὰ δὲ ἐν τόποις κρείττοσι μετατίθενται. Ὁμοίως τινὲς τῶν καρπῶν κρείττονές εἰσιν ἐν τῷδε τῷ τόπῳ παρὸ ἐν ἑτέρῳ. Καὶ τινῶν μὲν φυτῶν τὰ φύλλα σκληρά εἰσι, τινῶν δὲ λεῖα· καὶ τινῶν μὲν ἐσχισμένα, ὡς τὰ τῶν ἀμπέλων καὶ τῶν συκῶν, τινῶν δ’ οὔ· ἑτέρων δὲ κατὰ πολὺ ἐσχισμένα, ὡς τὰ τῆς πεύκης.

Τινὰ δὲ φυτά εἰσιν ὅλως φλοιὸς μεσιτεύων. Καὶ τινὰ ἔχουσι δεσμούς, ὡς οἱ κάλαμοι, τινὰ δ’ οὔ. Καὶ τινὰ ἔχουσιν ἀκάνθας, ὡς αἱ ῥάμνοι, τινὰ δὲ ἐστέρηνται ἀκανθῶν. Καὶ τινὰ ἔχουσι πολλοὺς κλάδους, ὡς ἡ ἀγρία μορέα, τινὰ δ’ οὔ.

Καὶ τινὰ μὲν ἔχουσι διαφορὰς ἄλλας ἐξ ὦ προβαίνουσι παραφυάδες καὶ ἐξ ὦν οὐχί· τοῦτο δὲ οὐκ ἄλλοθέν ἐστιν εἰ μὴ ἐκ τῆς διαφορᾶς τῶν ῥιζῶν. Τινὰ δὲ ἔχουσι μίαν ῥίζαν, ὡς ἡ σκίλλα· αὕτη δὲ γεννᾶται ἐκ τοῦ ἐδάφους, καὶ ἀραιῶς πρόεισιν, ὅτι ὑποκάτω πλατύνεται, καὶ ἀκολουθοῦσα μᾶλλον διακρίνεται τῷ ἡλίῳ· ὅταν γὰρ προσβάλλῃ αὐτῇ, αὐξάνει.

Οὖτος δὲ ταύτης καὶ τὰς παραφυάδας κάτωθεν ἐκμυζᾷ. Πάλιν τῶν χυλῶν τῶν ἐν τοῖς καρποῖς οἱ μέν εἰσι ποτοί, οἱ δὲ οὐ ποτοί· καὶ ποτοὶ μὲν οἱ τῶν σταφυλῶν καὶ τῶν ῥοιῶν καὶ λοιπῶν ἄλλων πολλῶν, ἄποτοι δὲ ἄλλων φυτῶν.

Καἰ τινῶν μέν εἰσι λιπαροί, ὡς οἱ τῆς ἐλαίας, τῆς πεύκης καὶ τῆς καρύας, τινῶν δ’ οὔ. Καὶ τινῶν μὲν γλυκεῖς καὶ μελιηδεῖς, ὡς τῶν φοινίκων καὶ τῶν συκῶν· καὶ τινῶν μὲν θερμοὶ καὶ δριμεῖς, ὡς τοῦ ὀριγάνου καὶ τοῦ σινήπιος, τινῶν δὲ πικροί, ὡς τοῦ ἀψινθίου καὶ τῆς κενταυρέας. Πάλιν τῶν καρπῶν οἱ μέν εἰσι σύνθετοι ἐκ σαρκῶν καὶ κόκκων καὶ λεμμάτων, ὡε οἱ σικυοί, τινὲς δὲ ἐκ χυμοῦ καὶ κόκκων, ὡς αἱ ῥοιαί.

Καὶ τινὰ μὲν

τοὺς φλοιοὺς ἔχουσιν ἐκτός, τὴν δὲ σάρκα ἐντός, τινὰ δὲ τὸ ὀστοῦν ἐντὸς καὶ τὴν σάρκα ἐκτός. Τινὰ δέ εἰσιν ἐν οἶς παραυτίκα γίνεται τὸ σπέρμα καὶ τὸ περικάλυμμα ᾦ περικαλύπτονται, ὡς οἱ καρποὶ τῶν φοινίκων καὶ τῶν ἀμυγδαλῶν· τινῶν δ’ οὐχί.

Καὶ τινὲς καρποί εἰσι βρώσιμοι καὶ κατὰ συμβεβηκὸς ἄβρωτοι· καὶ τινὲς καρποὶ ἡμῖν μὲν ἄβρωτοι, ἄλλοις δὲ βρώσιμοι, ὡς ὁ ὑοσκύαμος καὶ ὁ ἑλλέβορος ἀνθρώποις μὲν δηλητήριον, τροφὴ δὲ τοῖς ὄρτυξι. Πάλιν τινὲς τῶν καρπῶν εἰσὶν ἐν θήκαις, ὡς οἱ κόκκοι τοῦ κυάμου· τινὲς ἐν περικαλύμματι καὶ ἐν λέμματι οἷον ὑφάσματί τινι, ὡς ἐν σίτῳ εὑρίσκεται καὶ τοῖς λοιποῖς.