De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Πάλιν τῶν φυτῶν τὰ μέν εἰσὶ κατοικίδια, τὰ δὲ κηπαῖα, καὶ ἕτερα ἄγρια. Τοιουτοτρόπως δὲ λέγομεν ὄχνας καὶ ἄλλα τοιαῦτα εἴδη φυτῶν ἄγρια, ὅτι οὐκ εἰσὶν ἐξ ἐπιμελείας γεωργικῆς. Πάλιν τῶν φυτῶν τινὰ μὲν ποιοῦσι καρπόν, τινὰ δ’ οὔ, ὡς ἰτέαι καί τινα εἴδη δρυῶν.
Καὶ τινὰ μὲν ποιοῦσιν ἔλαιον, τινὰ δ’ οὐχί. Καὶ τινὰ μὲν ποιοῦσι φύλλα, τινὰ δ’ οὔ. Καὶ τινῶν πίπτουσι τὰ φύλλα, τινῶν δ’ οὔ. Καὶ τισὶ μὲν γίνονται κλάδοι, τισὶ δ’ οὔ. Περὶ διαφορᾶς γοῦν τῶν φυτῶν ἐν μεγέθει καὶ σμικρότητι, ἐν ὡραιότητι καὶ ἀμορφίᾳ, ἐν χρηστότητι καρπῶν καὶ κακίᾳ πολλὰ ἔστιν εἰπεῖν.
Πάλιν τὰ ἄγρια δένδρα μᾶλλον καρποφοροῦσι παρὰ τὰ κηπαῖα, καὶ οἱ καρποὶ τῶν κηπαίων κρείττονές εἰσι τῶν ἀγρίων. Καὶ τινὰ μὲν τῶν φυτῶν γεννῶνται ἐν τόποις ξηροῖς, τινὰ δὲ ἐν θαλάσσῃ· καὶ τινὰ μὲν ἐν ποταμοῖς, ἄλλα δὲ ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ· καὶ τινὰ ἐν τόποις μὲν ἄλλοις μεγάλα, ἐν ἑτέροις δὲ μικρά.
Καὶ τινὰ μὲν γεννῶνται ἐν ὄχθαις ποταμῶν, τινὰ δὲ ἐν λίμναις. Καὶ τῶν γεννωμένων ἐν τόποις ξηροῖς τινὰ μὲν γεννῶνται ἐν ὄρεσι, τινὰ δὲ ἐν πεδιάσι. Καὶ τινὰ ζῶσιν ἐν τόποις ξηροτάτοις, ὡς τὰ ἐν τῇ γῇ τῶν Αἰθιόπων, καὶ ἐκεῖσε κρειττόνως αὐξάνουσι παρὸ ἀλλαχοῦ.
Καὶ τινὰ μὲν ζῶσιν ἐν τόποις ὑψηλοῖς, τινὰ δὲ ἐν
χθαμαλοῖς. Καὶ τινὰ μὲν ζῶσιν ἐν τόποις ὑγροῖς, τινὰ δὲ ἐν ξηροῖς, τινὰ δὲ ἐν ἑκατέροις, ὡς ἡ ἰτέα. Τὰ γοῦν φυτὰ κατὰ πολὺ ἐναλλάττονται τῇ διαφορᾷ τῶν τόπων, καὶ ἐντεῦθεν χρὴ κατανοεῖν καὶ τὰς διαφορὰς αὐτῶν.Πάλιν τῶν φυτῶν τινὰ μὲν τῇ γῇ πεπήγασι καὶ οὐ φιλοῦσι χωρίζεσθαι ἀπ’ αὐτῆς· τινὰ δὲ ἐν τόποις κρείττοσι μετατίθενται. Ὁμοίως τινὲς τῶν καρπῶν κρείττονές εἰσιν ἐν τῷδε τῷ τόπῳ παρὸ ἐν ἑτέρῳ. Καὶ τινῶν μὲν φυτῶν τὰ φύλλα σκληρά εἰσι, τινῶν δὲ λεῖα· καὶ τινῶν μὲν ἐσχισμένα, ὡς τὰ τῶν ἀμπέλων καὶ τῶν συκῶν, τινῶν δ’ οὔ· ἑτέρων δὲ κατὰ πολὺ ἐσχισμένα, ὡς τὰ τῆς πεύκης.
Τινὰ δὲ φυτά εἰσιν ὅλως φλοιὸς μεσιτεύων. Καὶ τινὰ ἔχουσι δεσμούς, ὡς οἱ κάλαμοι, τινὰ δ’ οὔ. Καὶ τινὰ ἔχουσιν ἀκάνθας, ὡς αἱ ῥάμνοι, τινὰ δὲ ἐστέρηνται ἀκανθῶν. Καὶ τινὰ ἔχουσι πολλοὺς κλάδους, ὡς ἡ ἀγρία μορέα, τινὰ δ’ οὔ.
Καὶ τινὰ μὲν ἔχουσι διαφορὰς ἄλλας ἐξ ὦ προβαίνουσι παραφυάδες καὶ ἐξ ὦν οὐχί· τοῦτο δὲ οὐκ ἄλλοθέν ἐστιν εἰ μὴ ἐκ τῆς διαφορᾶς τῶν ῥιζῶν. Τινὰ δὲ ἔχουσι μίαν ῥίζαν, ὡς ἡ σκίλλα· αὕτη δὲ γεννᾶται ἐκ τοῦ ἐδάφους, καὶ ἀραιῶς πρόεισιν, ὅτι ὑποκάτω πλατύνεται, καὶ ἀκολουθοῦσα μᾶλλον διακρίνεται τῷ ἡλίῳ· ὅταν γὰρ προσβάλλῃ αὐτῇ, αὐξάνει.
Οὖτος δὲ ταύτης καὶ τὰς παραφυάδας κάτωθεν ἐκμυζᾷ. Πάλιν τῶν χυλῶν τῶν ἐν τοῖς καρποῖς οἱ μέν εἰσι ποτοί, οἱ δὲ οὐ ποτοί· καὶ ποτοὶ μὲν οἱ τῶν σταφυλῶν καὶ τῶν ῥοιῶν καὶ λοιπῶν ἄλλων πολλῶν, ἄποτοι δὲ ἄλλων φυτῶν.