De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Ὁ δὲ Ἀναξαγόρας καὶ ὁ Δημόκριτος καὶ ὁ Ἐμπεδοκλῆς καὶ νοῦν καὶ γνῶσιν εἶπον ἔχειν τὰ φυτά. Ἡμεῖς δὲ τὰ τοιαῦτα ὡς φαῦλα ἀποτρεπόμενοι τῷ ὑγιεῖ ἐνστῶμεν λόγῳ. Λέγομεν οὖν ὅτι τὰ φυτὰ οὔτε ἐπιθυμίαν οὔτε αἴσθησιν ἔχουσιν. Ἡ γὰρ ἐπιθυμία οὐκ ἔστιν εἰ μὴ ἐξ αἰσθήσεως, καὶ τὸ τοῦ ἡμετέρου δὲ θελήματος τέλος πρὸς τὴν αἴσθησιν ἀποστρέφεται.
Οὐχ εὑρίσκομεν γοῦν ἐν τοῖς τοιούτοις αἴσθησιν οὔτε μέλος αἰσθανόμενον, οὔτε ὁμοιότητα αὐτοῦ, οὔτε εἶδος διωρισμένον, οὔτε τι ἀκόλουθον τούτῳ, οὔτε τοπικὴν κίνησιν, οὔτε ὁδὸν πρός τι αἰσθητόν, οὔτε σημεῖόν τι δι’ οὗ ἂν κρίνωμεν ταῦτα αἴσθησιν ἔχειν, καθὼς σημεῖα δι’ ὧν ἐπιστάμεθα ταῦτα καὶ τρέφεσθαι καὶ αὐξάνεσθαι εὑρίσκομεν.