De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Τίνες δὲ ἔχειν ψυχὰς τὰ φυτὰ εἶπον, ὅτι γεννᾶσθαι τρέφεσθαι καὶ αὐξάνεσθαι, νεάζειν καὶ χλοάζειν γήρᾳ τε διαλύεσθαι τεθεωρήκασιν, ἐπείπερ οὐδὲν ἄψυχον ταῦτα μετὰ τῶν φυτῶν ἔχει κοινά. Διότι δὲ ἔχουσι ταῦτα τὰ φυτά, καὶ τὸ ἐπιθυμίᾳ ὡσαύτως κατέχεσθαι ἐπίστευον. Ἀλλὰ πρῶτον τοῖς φανεροῖς, εἶτα καὶ τοῖς κεκρυμμένοις ἀκολουθήσωμεν.
Λέγομεν τοίνυν ὡς ἐὰν εἴ τι τρέφεται, ἢδη καὶ ἐπιθυμεῖ, καὶ ἡδύνεται μὲν τῷ κόρῳ, λυπεῖται δὲ ὅτε πεινᾷ· καὶ οὐκ ἐμπίπτουσιν αὗται αἱ διαθέσεις εἰ μὴ μετὰ αἰσθήσεως. Τούτου ἄρα θαυμάσιος μέν, οὐ μὴν φαῦλος πλανᾶται σκοπός, ὃς καὶ τὰ φυτὰ αἰσθάνεσθαι καὶ ἐπιθυμεῖν ἐδόξασεν.
Ὁ δὲ Ἀναξαγόρας καὶ ὁ Δημόκριτος καὶ ὁ Ἐμπεδοκλῆς καὶ νοῦν καὶ γνῶσιν εἶπον ἔχειν τὰ φυτά. Ἡμεῖς δὲ τὰ τοιαῦτα ὡς φαῦλα ἀποτρεπόμενοι τῷ ὑγιεῖ ἐνστῶμεν λόγῳ. Λέγομεν οὖν ὅτι τὰ φυτὰ οὔτε ἐπιθυμίαν οὔτε αἴσθησιν ἔχουσιν. Ἡ γὰρ ἐπιθυμία οὐκ ἔστιν εἰ μὴ ἐξ αἰσθήσεως, καὶ τὸ τοῦ ἡμετέρου δὲ θελήματος τέλος πρὸς τὴν αἴσθησιν ἀποστρέφεται.
Οὐχ εὑρίσκομεν γοῦν ἐν τοῖς τοιούτοις αἴσθησιν οὔτε μέλος αἰσθανόμενον, οὔτε ὁμοιότητα αὐτοῦ, οὔτε εἶδος διωρισμένον, οὔτε τι ἀκόλουθον τούτῳ, οὔτε τοπικὴν κίνησιν, οὔτε ὁδὸν πρός τι αἰσθητόν, οὔτε σημεῖόν τι δι’ οὗ ἂν κρίνωμεν ταῦτα αἴσθησιν ἔχειν, καθὼς σημεῖα δι’ ὧν ἐπιστάμεθα ταῦτα καὶ τρέφεσθαι καὶ αὐξάνεσθαι εὑρίσκομεν.
Οὐδὲ συνίσταται παρ’ ἡμῶν τοῦτο εἰ μὴ διότι τὸ θρεπτικὸν καὶ αὐξητικὸν νοοῦμεν μέρη εἶναι τῆς ψυχῆς. Ὁπόταν γοῦν τὸ τοιοῦτον φυτὸν εὑρίσκωμέν τι μέρος ψυχῆς τοιαύτης ἐν ἑαυτῷ ἔχον, ἐξ ἀνάγκης νοοῦμεν καὶ ψυχὴν ἔχειν αὐτό· ὅτε δὲ στερεῖται αἰσθήσεως, τότε αἰσθητικὸν αὐτὸ μὴ εἶναι μὴ ἐγχωρεῖν οὐ δεῖ· ἡ γὰρ αἴσθησις αἰτία ἐστὶν ἐλλάμψεως ζωῆς.
Τὸ δὲ θρεπτικὸν αἰτία ἐστὶν αὐξήσεως πράγματός τινος ζῶντος. Αὗται δὲ αἱ διαφοραὶ προβαίνουσιν ἐν τῷ τόπῳ τούτῳ, ὅτι δυσχερὲς ἐν ταὐτῷ μεταξὺ ζωῆς καὶ τῆς στερήσεως αὐτῆς μέσον τι καταλαβεῖν. Εἴποι δέ τις ἂν ὡς ἐπεὶ τὸ φυτὸν ζῶν ἐστίν, ἤδη τοῦτο καὶ ζῷον εἴποιμεν ἄν. Οὐδαμῶς.
Καὶ γὰρ δυσνόητόν ἐστι τὴν διοίκησιν τοῦ φυτοῦ ἀποδιδόναι τῇ διοικήσει τῆς ψυχῆς τοῦ ζῴου. Τὸ γὰρ τὰ φυτὰ τοῦ ζῆν ἀποφάσκον οὕτως, τοῦτο ἐστὶν ὅτι οὐκ αἰσθάνονται. Καὶ γάρ εἰσι καί τινα ζῷα γνώσεως ἐστερημένα.
Ἐπεὶ δὲ ἡ φύσις τὴν τοῦ ζῴου ζωὴν ἐν τῷ θανάτῳ φθείρουσα, πάλιν ἐν τῷ ἰδίῳ γένει ταύτην διὰ γενέσεως συντηρεῖ, πάντῃ ἀσύμφωνόν ἐστιν ἵνα μέσον ἐμψύχου τε καὶ ἀψύχου ἄλλο τι μέσον τιθῶμεν. Ἐπιστάμεθα δὲ ὅτι καὶ τὰ κογχύλιά εἰσι ζῷα, γνώσεως ἐστερημένα, διότι εἰσὶ φυτὰ ἐν ταὐτῷ καὶ ζῷα.
Μόνη ἄρα ἡ αἴσθησίς ἐστιν αἰτία δι’ ἣν ταῦτα λέγονται ζῷα. Τὰ γὰρ γένη διδόασι τοῖς οἰκείοις εἴδεσιν ὀνόματα καὶ ὁρισμούς, τὰ δὲ εἴδη τοῖς οἰκείοις ἀτόμοις ὀνόματα. Δεῖ τε τὸ γένος ἐκ μιᾶς καὶ κοινῆς αἰτίας
εἶναι ἐν τοῖς πολλοῖς, καὶ οὐκ ἐκ πολλῶν.Ὁ λόγος δὲ τῆς αἰτίας, δι’ ἣν βεβαιοῦται τὸ γένος, οὐ τῷ τυχόντι ἐστὶ γνώριμος. Πάλιν εἰσὶ ζῷα ἅπερ στεροῦνται γένους θήλεος, ἕτερα ἅπερ οὐ γεννῶσιν, ἕτερα ἅπερ κίνησιν οὐκ ἔχουσιν· καὶ εἰσὶν ἄλλα διαφόρων χρωμάτων, καὶ εἰσί τινα ἃ ποιοῦσι τόκον ἑαυτοῖς ἀνόμοιον, εἰσί τε ἄλλα ἃ αὐξάνουσιν ἐκ τῆς γῆς ἢ ἐκ δένδρων.