De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Ὁ οὐρανὸς δὲ ἐπεὶ ἔχει διοίκησιν εὐγενεστέραν καὶ ἀξιολογωτέραν τῆς ἡμετέρας διοικήσεως, ἀπεμακρύνθη τούτων. Δεῖ τοίνυν ἵνα τὸ ζῷον τὸ τέλειον καὶ τὸ ἠλαττωμένον ἔχῃ τι κοινόν· καὶ τοῦτο ἐστὶν ὁ σκοπὸς τῆς ζωῆς. Τῇ ταύτης γοῦν στερήσει δεῖ ἵνα πᾶς τις ἀποχωρῇ τῶν τοιούτων ὀνομάτων, ὅτι οὐκ ἔστι μέσον.
Ἡ δὲ ζωή ἐστι μέσον· τὸ γὰρ ἄψυχον οὐκ ἔχει ψυχὴν οὐδέ τι τῶν μερῶν αὐτῆς. Τὸ δὲ φυτὸν οὐκ ἔστιν ἐκ τῶν στερουμένων ψυχῆς, ὅτι ἐν αὐτῷ ἐστί τι μέρος ψυχῆς· ἀλλ’ οὐκ ἔστι ζῷον, ὅτι οὐδὲ αἴσθησις ἐν αὐτῷ. Ἐξέρχεται δὲ ἐκ ζωῆς εἰς μὴ ζωὴν κατὰ βραχύ, ὡς καὶ τὰ καθ’ ἕκαστον.
Δυνάμεθα δὲ καὶ ἄλλως λέγειν, ὅτι ἔστιν ἔμψυχον τὸ φυτόν, καὶ οὐ λέγομεν ὅτι ἄψυχον. Εἰ ἔχει δὲ ψυχήν, οὐ λέγομεν ὅτι καί τινα ἤδη ἔχει αἴσθησιν. Πρᾶγμα γὰρ τὸ τρεφόμενον οὐκ ἔστιν ἄνευ ψυχῆς. Πᾶν δὲ ζῷον ἔχει ψυχήν. Τὸ δὲ φυτόν ἐστιν ἀτελὲς πρᾶγμα. Πάλιν
τὸ ζῷον ἔχει μέλη διωρισμένα, τὸ φυτὸν ἀδιόριστα.Ἔχει δὲ ὕλην οἰκείαν κινήσεως, ἣν ἔχει ἐν ἑαυτῷ, Πάλιν δυνάμεθα λέγειν τὰ φυτὰ ψυχὴν ἔχειν, ὅτι ψυχή ἐστιν ἡ ποιοῦσα ἐν αὐτοῖς γεννᾶσθαι τὰς κινήσεις. Ἐπιθυμία δὲ καὶ κίνησις ἡ ἐν τόποις οὐκ ἔστιν εἰ μὴ κατὰ αἰσθήσεως. Πάλιν τὸ ἕλκειν τροφήν ἐστιν ἐξ ἀρχῆς φυσικῆς, καὶ τοῦτ’ αὐτό ἐστι τὸ κοινὸν ζῴου καὶ φυτοῦ.
Οὐκ ἔσται δὲ φροντὶς ἐπὶ τῇ ἑλκύσει τῆς τροφῆς αἰσθήσεως τὸ παράπαν, ὅτι πάν τὸ τρεφόμενον χρῄζει ἐν τῇ οἰκείᾳ τροφῇ δύο ποιοτήτων τινῶν, θερμότητός φημι καὶ ψυχρότητος· καὶ διὰ τοῦτο δεῖται τροφῆς ὑγρᾶς ὁμοίως καὶ ξηρᾶς· ἡ δὲ θερμότης καὶ ἡ ψυχρότης εὑρίσκεται ἐν βρώμασι ξηροῖς καὶ ὑγροῖς.
Οὐδεμία δὲ τῶν τοιούτων φύσεων χωρίζεται τῆς συμμετόχου αὐτῆς. Διὰ τοῦτο γὰρ καὶ πρώτως ἐγένετο ἡ τροφὴ τῷ τρέφοντι συνεχὴς ἕως καὶ εἰς αὐτὴν τὴν ὥραν τῆς φθορᾶς· καὶ ὀφείλουσι χρῆσθαι ταύτῃ τὸ ζῷον καὶ τὸ φυτὸν τοιαύτῃ ὁποῖόν ἐστιν ἑκάτερον αὐτῶν.
Διερευνήσωμεν οὖν καὶ τοῦτο, ὃ προηγήσατο ἐν τῷ ἡμετέρῳ λόγῳ, περὶ ἐπιθυμίας φυτοῦ καὶ κινήσεως αὐτοῦ καὶ ψυχῆς ἰδίας, καὶ εἴ τι ἀναλύεται ἀπ’ αὐτοῦ τοῦ φυτοῦ, ὅσον εἰς πνοήν. Ἀναξαγόρας γὰρ εἶπε ταῦτα ἔχειν καὶ πνοήν. Καὶ πῶς, εἴπερ εὑρίσκομεν πολλὰ ζῷα μὴ ἔχοντα πνοήν, καὶ πάλιν εὐρίσκομεν ἀκριβῶς ὅτι τὰ φυτὰ οὔτε ὑπνώττουσιν οὔτε γρηγοροῦσιν.
Τὸ γὰρ γρηγορεῖν οὐδέν ἐστιν εἰ μὴ ἀπὸ διαθέσεως τῆς αἰσθήσεως, τὸ δὲ ὑπνώττειν οὐδὲν εἰ μὴ ἀσθένεια αὐτῆς· καὶ οὐχ εὑρίσκεταί τι τούτων ἐν πράγματι τρεφομένῳ μὲν πάσαις ὥραις κατὰ διοίκησιν μίαν, ἐν τῇ οἰκείᾳ δὲ φύσει μὴ αἰσθανομένῳ.
Τὸ γὰρ ζῷον ὅτε τρέφεται, τί συμβαίνει; τὸ ἀναβαίνειν ἀναθυμίασιν ἀπὸ τῆς τροφῆς πρὸς τὴν κεφαλὴν αὐτοῦ, καὶ ὑπνώττειν ἐντεῦθεν
πάντως· καὶ ὅταν καταναλωθῇ ἡ ἀναθυμίασις ἡ ἀναβαίνουσα πρὸς τὴν κεφαλήν, τότε γρηγορεῖ. Ἔν τισι δὲ τῶν ζῴων ἐστὶν αὕτη ἡ ἀναθυμίασις πολλή, καὶ τέως ὀλίγον ὑπνώττουσιν.Ὁ δὲ νυσταγμός ἐστι συνοχὴ τῆς κινήσεως, ἡ δὲ συνοχὴ πάλιν ἠρεμία πράγματος κινουμένοῦ. Ὃ δὲ μάλιστα καὶ κυρίως ἐστὶ ζητητέον ἐν ταύτῃ τῇ ἐπιστήμῃ, τοῦτο ἐστὶν ὅπερ εἶπεν ὁ Ἐμπεδοκλῆς, ἤγουν εἰ εὑρίσκεται ἐν τοῖς φυτοῖς γένος θῆλυ καὶ γένος ἄρρεν, καὶ εἰ ἔστιν εἶδος κεκραμένον ἐκ τούτων τῶν δύο γενῶν.
Λέγομεν τοίνυν ὅτι τὸ ἄρρεν, ὅτε γεννᾷ, εἰς ἄλλο γεννᾶ, καὶ εἰσὶν ἄμφω κεχωρισμένα ἀπ’ ἀλλήλων.
Ἐπεὶ γοῦν εὑρίσκεται ἐν τοῖς φυτοῖς ὅτι ἔχει τὰ φυτὰ γένος ἄρρεν καὶ θῆλυ, καὶ πάντως τὸ μὲν ἄρρεν ἐστὶ τραχύτερον καὶ σκληρότερον καὶ μᾶλλον φρίσσον, τὸ δὲ θῆλυ ἀσθενέστερον καὶ καρποφόρον πλέον, πάλιν ὀφείλομεν ζητεῖν πότερον εὑρίσκονται ταῦτα τὰ δύο γένη κεκραμένα ἅμα ἐν τοῖς φυτοῖς, ὡς εἶπεν Ἐμπεδοκλῆς,
Ἀλλ’ ἐγὼ οὐχ ὑπολαμβάνω τοῦτο τὸ πρᾶγμα οὕτως ἔχειν. Τὰ γὰρ κεκραμένα ὀφείλουσιν εἶναι πρῶτον ἁπλᾶ ἐν ἑαυτοῖς, καὶ εἶναι καθ’ αὑτὸ μὲν τὸ ἄρρεν καθ’ αὑτὸ δὲ τὸ θῆλυ, κἀντεῦθεν κιρνᾶσθαι. Ἡ δὲ κρᾶσις οὐκ ἔσται εἰ μὴ διὰ τὴν οἰκείαν γένεσιν.
Εὐρέθη γοῦν ἐν τοῖς φυτοῖς πρὸ τῆς κράσεως κρᾶσις, ἣ καὶ ὀφείλει εἶναι αἰτία ποιητικὴ καὶ παθητικὴ ἐν μιᾷ ὥρᾳ· ἀλλ’ οὐχ εὑρίσκεται ἀρρενότης καὶ θηλύτης ἡνωμέναι ἔν τινι τῶν φυτῶν. Εἰ δὲ τοῦτο οὕτως ἦν, τάχα ἂν τὸ φυτὸν ἦν τελειότερον τοῦ ζῴου.
Καὶ πῶς, εἴπερ τὸ ζῷον οὐ δεῖται ἐν τῇ οἰκείᾳ γενέσει πράγματός τινος ἐξωτερικοῦ, τὸ δὲ φυτὸν τοῦτο δεῖται ἐν τοῖς καιροῖς τοῦ ἔτους; Δεῖται γὰρ ἡλίου καὶ εὐκρασίας καὶ τοῦ ἀέρος πλέον· καὶ τούτων δεῖται μᾶλλον ἐν τῇ ὥρᾳ τῆς ἐκφύσεως αὑτοῦ.
Ἔστι δὲ καί τις ἀρχὴ τῆς μὲν τροφῆς τῶν φυτῶν ἀπὸ τῆς γῆς, καὶ πάλιν ἀρχὴ ἑτέρα τῆς γενέσεως ἀπὸ τοῦ ἡλίου. Εἶπε δὲ καὶ Ἀναξαγόρας ὅτι ἡ ὑγρότης τούτων ἐστὶν ἀπὸ
τῆς γῆς, καὶ διὰ τοῦτο ἔφη πρὸς Λεχίνεον ὅτι ἡ γῆ μήτηρ μέν ἐστι τῶν φυτῶν, ὁ δὲ ἥλιος πατήρ.