Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ὑποφαύσκοντος μᾶλλον ψῦχος [ἢ] ἐγγυτέρω τοῦ ἡλίου ὄντος; ἢ ὅτι πλείων 〈ὁ〉 χρόνος τῆς τοῦ ἡλίου ἀπουσίας, ὥστε μᾶλλον ἀπέψυκται ἡ γῆ; ἢ ὅτι πρὸς ἡμέραν ἡ δρόσος πίπτει ὥσπερ πάχνη, ταῦτα δὲ ψυχρά; ἢ καὶ ταῦτα πίπτει διὰ τὸ κρατεῖσθαι τὸ ἀναφερόμενον θερμόν, κρατεῖται δὲ διὰ τὴν τοῦ ἡλίου ἀπουσίαν· διὸ καὶ πλεῖον μὲν ἀπέχοντος οὐ πίπτει, ἐγγυτέρω δὲ ὄντος πίπτει καὶ πήγνυται· διότι μᾶλλον ἀπέψυκται ὁ τόπος, πλείω χρόνον τοῦ ἡλίου ἀπόντος. ἢ ὅτι πρὸς ἡμέραν μᾶλλον τὰ ἐκ νυκτῶν πνεύματα τῆς ψύξεως; ἢ ἡμῖν δοκεῖ μᾶλλον εἶναι ψῦχος διὰ τὸ πεπέφθαι τὰ σιτία; κενώτεροι δὲ ὄντες δυσριγότεροι. σημεῖον δὲ τὸ μετὰ τοὺς ἐμέτους μάλιστα ῥιγᾶν.

Διὰ τί πονοῦσιν, ὅταν ῥιγῶντας πρὸς τὸ πῦρ φέρωσιν· ὅταν δὲ κατὰ μικρὸν χλιαίνωσιν, οὔ; ἢ ὅτι ὅλως ἐκ τῶν ἐναντίων τοὐναντίον γινόμενον μεγάλην ποιεῖ τὴν μεταβολήν; ὥσπερ ἐπὶ τῶν δένδρων, εἰ μὲν κατὰ μικρὸν κάμπτοι τις, οὐκ ἂν πονοῖ, εἰ δὲ σφοδρότερον καὶ μὴ κατὰ μικρόν, κλῶνται. εἰ οὖν τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθές, τὸ δὲ θερμὸν τοῦ ῥιγῶντος εἴσω συνίσταται καὶ συνέρχεται, τὸ δὲ ὑγρὸν καταλείπεται καὶ τὸ ψυχρόν, τὸ δὲ ἐναντίον τοῦ ἐναντίου φθαρτικόν·

ὥστε ἐὰν μὲν χλιαίνῃ, κατὰ μικρὸν ἐξέρχεται τὸ θερμὸν καὶ ἧττον πονεῖ, ἐὰν δὲ μὴ ἀναχλιάνῃ, προσάγει μᾶλλον.