Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί ἐν τῇ τελευταίᾳ προέσει τοῦ οὔρου φρίττομεν; ἢ ὅτι ἐνόντος μὲν τοῦ ὑγροῦ θερμοῦ πλήρεις ἥ τε κύστις καὶ οἱ περὶ αὐτὴν πόροι, ἐξελθόντος δὲ ἀέρος ψυχροῦ ἐνέπλησεν· οὐδὲν γὰρ κενὸν δεῖ εἶναι, ἀλλ’ ἢ ἀέρος ἢ σώματος πλῆρες. ἅτε οὖν εἰσεληλυθότος ψυχροῦ ἀέρος εἰκότως φρίττειν συμβαίνει.
Διὰ τί τῶν ῥιγώντων ἡ γλῶττα, καθάπερ τῶν μεθυόντων, πταίει; πότερον ὑπὸ τοῦ ψύχους πηγνυμένη καὶ σκληρυνομένη δυσκίνητος γίνεται, τούτου δὲ συμβαίνοντος οὐ δύναται σαφηνίζειν; ἢ τῶν ἐκτὸς πυκνουμένων διὰ τὸ ψῦχος εἴσω συρρυὲν τὸ ὑγρὸν ἐξυγραίνει τὴν γλῶτταν, διόπερ οὐ δύναται ἡ γλῶττα τὸ αὑτῆς ποιεῖν, καθάπερ εἴρηται καὶ ἐπὶ τῶν μεθυόντων. ἢ διὰ τὸν ἀπὸ τοῦ ῥίγους τρόμον ἀτάκτου τῆς κινήσεως οὔσης οὐ δύναται τὰ λεγόμενα διαρθροῦν ἡ γλῶττα· διόπερ καὶ πταίει.