Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί χασμησαμένοις ἀντιχασμῶνται, καὶ ὅταν οὐροῦντα ἴδωσιν, οὐροῦσι, καὶ μάλιστα τὰ ὑποζύγια; ἢ διὰ τὴν μνήμην; ὅταν γὰρ μνησθῇ, κινεῖται τοῦτο τὸ μέρος. τοῖς μὲν οὖν ἀνθρώποις, διὰ τὸ εὐαισθητοτέροις εἶναι, ἰδοῦσιν εὐθὺς συμβαίνει κινεῖσθαι καὶ ἀναμιμνήσκεσθαι· τοῖς δὲ ὑποζυγίοις οὐκ αὔταρκες τὸ ἰδεῖν, ἀλλὰ προσδέονται καὶ ἄλλης αἰσθήσεως· διὸ καὶ ὀσφρανθέντα, ὅτι εὐκινητοτέρα αὕτη ἡ αἴσθησις τοῖς ἄνευ λόγου. καὶ διὰ τοῦτο εἰς τὸν αὐτὸν τόπον ἅπαντα οὐρεῖ, οὗ ἂν τὸ πρῶτον οὐρήσῃ. τότε γὰρ μάλιστα κινοῦνται, ὅταν ὀσφρανθῶσιν· ὀσφραίνονται δ’, ὅταν πλησιάσωσιν.

Διὰ τί, ἐπειδὰν τεμνόμενόν τινα ἴδωμεν ἢ καιόμενον ἢ στρεβλούμενον ἢ ἄλλο τι τῶν δεινῶν πάσχοντα, συναλγοῦμεν τῇ διανοίᾳ; ἢ ὅτι ἡ φύσις ἡμῖν κοινὴ ἅπασιν; συνήλγησεν οὖν, ἐπειδάν τι τοιοῦτον ἴδῃ, τῷ πάσχοντι διὰ τὴν οἰκειότητα. ἢ ὅτι ὥσπερ αἱ ῥῖνες καὶ αἱ ἀκοαὶ λαμβάνουσί τινας ἀπορροίας κατὰ τὰς οἰκείας δυνάμεις, οὕτω καὶ ἡ ὄψις αὐτὸ πάσχει καὶ ἀπὸ τῶν ἡδέων καὶ λυπηρῶν;

Διὰ τί ἀπὸ φθίσεως καὶ ὀφθαλμίας καὶ ψώρας οἱ πλησιάζοντες ἁλίσκονται, ἀπὸ δὲ ὕδρωπος καὶ πυρετῶν καὶ ἀποπληξίας οὐχ ἁλίσκονται, οὐδὲ τῶν ἄλλων; ἢ ἡ μὲν ὀφθαλμία, ὅτι εὐκινητότατον ὁ ὀφθαλμός, καὶ μάλιστα ὁμοιοῦται τῷ ὁρωμένῳ τῶν ἄλλων, οἷον κινεῖται ἀπὸ κινουμένου ὥστε καὶ ἀντιβλέπων τεταραγμένῳ ταράττεται μάλιστα; ἡ δὲ φθίσις, ὅτι πνεῦμα φαῦλον ποιεῖ καὶ βαρύ, ταχιστα δὲ τὰ νοσήματα ταῦτα ἅπτεται πάντων, ὅσα τούτου φθειρομένου

γίνεται, οἷον τὰ λοιμώδη. ὁ δὲ πλησιάζων τοιοῦτον ἀναπνεῖ. νοσεῖ μὲν οὖν, ὅτι νοσῶδες· ἀπὸ μόνου δέ, ὅτι ἐκπνεῖ, νοσεῖ, οἱ δὲ ἄλλοι ἑτέρως· τὴν αὐτὴν δὲ νόσον, ὅτι ᾧ ἂν ἀσθενήσῃ, τούτῳ ἀναπνεῖ τοιοῦτον οἷον εἰ πεπονθὼς ἦν. ἡ δὲ ψώρα μᾶλλον τῶν ἄλλων, οἷον λέπρας καὶ τῶν τοιούτων, ὅτι ἐπιπολῆς τε καὶ γλίσχρον τὸ ἀπορρέον· τὰ γὰρ κνησμώδη τοιαῦτα. διὸ αὐτὰ τῷ ἐπιπολῆς γίνεσθαι καὶ γλίσχρον εἶναι ἅπτεται. τῶν δ’ ἄλλων τὰ μὲν οὐχ ἅπτεται διὰ τὸ μὴ ἐπιολῆς γίνεσθαι, τὰ δὲ ὄντα ἐπιπολῆς, ὅτι οὐ προσμένει διὰ ξηρότητα.

Διὰ τί τὴν αἱμωδίαν παύει ἡ ἀνδράχνη καὶ ἅλες; ἢ ὅτι ἡ μὲν ὑγρότητά τινα ἔχει; φανερὰ δὲ αὕτη μασωμένοις τε, κἂν συντεθῇ χρόνον τινά· ἕλκεται γὰρ ἡ ὑγρότης. τὸ δὴ γλίσχρον εἰσδυόμενον ἐξάγει τὸ ὀξύ. καὶ γὰρ ὅτι συγγενὴς ἡ ὀξύτης σημαίνει· ἔχει γάρ τινα ὀξύτητα ὁ χυλός. ὁ δὲ ἅλς συντήκων ἐξάγει καὶ τὴν ὀξύτητα. διὰ τί οὖν ἡ κονία καὶ τὸ νίτρον οὔ; ἢ ὅτι στύφει καὶ οὐ τήκει;

Διὰ τί οἱ ῥιγῶντες πελιδνοὶ γίνονται; ἢ διότι τὸ αἷμα πήγνυται διὰ τὸ ψῦχος, πηγνύμενον δὲ μελαίνεται διὰ τὴν ἀπουσίαν τοῦ θερμοῦ; τὸ δὲ λευκὸν τοῦ πυρός. διὸ καὶ τοῖς πρεσβύταις μάλιστα πελιοῦται ἡ σάρξ, ὅτι ἐλαχίστην ἔχει θερμότητα.

Διὰ τί οἱ ῥιγῶντες καθεύδειν οὐ δύνανται; 〈ἢ〉 διότι πάντες οἱ ῥιγῶντες μᾶλλον τὸ πνεῦμα κατέχουσιν, ὁ δὲ καθεύδων

ἐκπνεῖ μᾶλλον ἢ εἰσπνεῖ, ὥστε χαλεπὸν ῥιγῶντα καθεύδειν· ἅμα γὰρ ποιεῖν τἀναντία ἀδύνατον.

Διὰ τί ἐν τῷ ψύχει ὀξύτεροι καὶ οἱ ἀσθενήσαντες καὶ οἱ λυπούμενοι καὶ οἱ ὀργιζόμενοι; ἢ στιφρότερον ποιεῖ τὸ καταψύχεσθαι;

Διὰ τί οἱ ἀθληταὶ δύσριγοι εὖ ἔχοντες; ἢ ὅτι καθαρὰ καὶ εὔπνους ἡ ἕξις καὶ ἀπίμελος; ἡ τοιαύτη δὲ εὐπαθεστάτη ὑπὸ τοῦ ἀέρος, ὅταν εὐδίοδός τε ᾐ καὶ μὴ ἔχῃ θερμότητα ἐν αὑτῇ· ἡ δὲ πιμελὴ θερμόν, ἂν μὴ δίυγρος.

Διὰ τί μάλιστα τὰ ἀκρωτήρια ῥιγῶσιν; ἢ διὰ στενότητα; καὶ οἱ πόροι ἐν αὐτοῖς στενοὶ ὄντες ὀλίγαιμοί εἰσιν, ὥστε καὶ ὀλιγόθερμοί εἰσιν· τὸ γὰρ αἷμα θερμόν.

Διὰ τί, ἐὰν μετέωροι ὦσιν οἱ πόδες, μᾶλλον ῥιγοῦσιν; πότερον ὑποπνεῖ μᾶλλον; ἢ ὅτι ἐν ἐλάττονι γίνεται τὸ αἷμα κάτω, ὥστε τὸ ἄλλο εὐψυκτότερον ἐκλείποντος τοῦ θερμοῦ;

Διὰ τί οἱ παχεῖς σφόδρα ῥιγοῦσι, τῆς πιότητος θερμῆς οὔσης; ἢ διὰ τὸ μέγεθος τοῦ πάχους τοῦ μὲν ἔσωθεν θερμοῦ πόρρω γίνονται τὰ ἔσχατα, τοῦ δὲ ἔξω ψυχροῦ τὰ ἐγγύς;

Διὰ τί πταρέντες καὶ οὐρήσαντες φρίττουσιν; ἢ ὅτι κενοῦνται αἱ φλέβες ἐν ἀμφοτέροις, κενωθέντων δὲ ὁ ἀὴρ εἰσέρχεται ψυχρός, ὁ ποιῶν φρίττειν.

Διὰ τί μάλιστα βουλιμιῶσιν ἐπὶ τῷ ψύχει, καὶ τοῦ χειμῶνος μᾶλλον ἢ τοῦ θέρους; ἢ διότι ἡ μὲν βουλιμία γίνεται δι’ ἔνδειαν τῆς ξηρᾶς τροφῆς, ἐν δὲ τῷ ψύχει καὶ τῷ χειμῶνι συστελλομένου τοῦ ἐντὸς θερμοῦ εἰς ἐλάττω τόπον θᾶττον ὑπολείπει ἡ ἐντὸς τροφή· τούτου δὲ γινομένου μᾶλλον βουλιμιᾶν

εἰκός. ἡ δ’ ἐν τῇ βουλιμίᾳ ἔκλυσις καὶ ἀδυναμία γίνεται συντήξεως γινομένης ἐν τῷ σώματι διὰ τὴν τοῦ θερμοῦ ἄθροισιν, ἧς ῥυείσης μὲν εἰς τὸν τῶν σιτίων τόπον αὐτὴ τροφὴ γίνεται τῷ σώματι· ἐὰν δ’ ἐπὶ τὰς ἀρχὰς τῆς ἀνανοῆς ἔλθῃ, ἀφωνία καὶ ἀδυναμία συμβαίνει, ἀφωνία μὲν διὰ τὸ ἐμφράττεσθαι τὸν τοῦ πνεύματος πόρον, ἀδυναμία δὲ διὰ τὴν τοῦ σώματος ἀτροφίαν καὶ σύντηξιν. ταχεῖαι δὲ καὶ ἀπ’ ὀλίγων αἱ βοήθειαι γίνονται τοῖς τοιούτοις διὰ τὸ τὴν ἀρχὴν τοῦ πάθους ἔξωθεν γίνεσθαι. συστέλλον γὰρ τὸ ἐντὸς ψυχρὸν τὸ θερμὸν ἡμῶν ποιεῖ τὴν βουλιμίαν. καθάπερ οὖν ἐν τῷ φόβῳ τρέμοντες καὶ ὠχριῶντες, ἀφέντες τοῦ κινδύνου, παραχρῆμα οἱ αὐτοὶ γίνονται, οὕτω καὶ οἱ βουλιμιῶντες μικρὰ προσενεγκάμενοι ἐξ ἄρτου, βίᾳ κινηθέντες ἐκ τῆς φύσεως, μὴ φθαρέντες δέ· ταχεῖα ἡ ἀποκατάστασις γίνεται. ταὐτὸ γὰρ ἀντέτεινεν τήν τε κατὰ φύσιν ἀγωγήν, καὶ καθίστησιν εἰς τὴν φύσιν. ἀφεῖναι οὖν μόνον αὐτὴν δεῖ, καὶ καθάπερ τῶν παιδίων τὰ ἀντιτείνοντα εἰς τοὔπισθεν τὰ σπαρτία· καὶ γὰρ ταῦτα ἀφεθέντων τῶν σπαρτίων εὐθὺς πεπτώκασιν ὕπτια.

Διὰ τί οἱ γεγυμνασμένοι δυσριγότεροι τῶν ἀγυμνάστων; πότερον ὅτι τὸ πῖον ὑπὸ τῶν πόνων ἐξῄρηται, τοῦτο δὲ ἀλέαν παρέχει· θερμὸν γὰρ τὸ λιπαρόν. ἢ ὅτι εὐπνούστερα τὰ σώματα καὶ ἀραιότερα διὰ τὸ τὸ πῖον καὶ τὸ περίττωμα ἐξῃρῆσθαι, ὥστε οὐδὲν ἀποστέγειν τὸ ψῦχος; ἢ διὰ τὴν τῶν πόρων ἀποστόμωσιν τοῖς ἱδρῶσιν οἷον πολλαὶ θύραι ἐξῄρηνται;

φανερὸν δὲ ὅτι οὐχ ἡ αὐτὴ ἕξις πρὸς ὑγείαν καὶ ἰσχὺν συμφέρει· ἡ μὲν 〈γὰρ〉 πίων, ἡ δὲ ἀραιὰ φαίνεται οὖσα.

Διὰ τί φρίττουσι καὶ τῷ θερμῷ καὶ τῷ ψυχρῷ προσχεόμενοι; ἄτοπον γὰρ τὰ ἐναντία τοῦ αὐτοῦ εἶναι αἴτια. ἢ διότι ὑπὸ μὲν τοῦ ψυχροῦ προσχεόμενοι τὸ ἐντὸς θερμὸν σβεννύμενον ποιεῖ τὴν φρίκην, ὑπὸ δὲ τοῦ θερμοῦ τὸ ἐκτὸς ψυχρὸν ἀντιπεριιστάμενον εἰς ἓν καὶ ἀθροιζόμενον τῇ φυγῇ ἔσω; ὥστε ὑπὸ τοῦ αὐτοῦ ἄμφω γίνεται, ἀλλ’ ὁτὲ μὲν ὑπὸ τοῦ ἔσω, ὁτὲ δὲ ὑπὸ τοῦ ἔξωθεν.

Διὰ τί φρίττουσιν αἱ τρίχες ἐν τῷ δέρματι; ἢ ὅταν συσπάσωσι τὸ δέρμα, εἰκότως ἐξανέστησαν· συσπῶσι δὲ καὶ ὑπὸ ῥίγους καὶ ὑπ’ ἄλλων παθῶν.

Διὰ τί ἐν τῇ τελευταίᾳ προέσει τοῦ οὔρου φρίττομεν; ἢ ὅτι ἐνόντος μὲν τοῦ ὑγροῦ θερμοῦ πλήρεις ἥ τε κύστις καὶ οἱ περὶ αὐτὴν πόροι, ἐξελθόντος δὲ ἀέρος ψυχροῦ ἐνέπλησεν· οὐδὲν γὰρ κενὸν δεῖ εἶναι, ἀλλ’ ἢ ἀέρος ἢ σώματος πλῆρες. ἅτε οὖν εἰσεληλυθότος ψυχροῦ ἀέρος εἰκότως φρίττειν συμβαίνει.

Διὰ τί τῶν ῥιγώντων ἡ γλῶττα, καθάπερ τῶν μεθυόντων, πταίει; πότερον ὑπὸ τοῦ ψύχους πηγνυμένη καὶ σκληρυνομένη δυσκίνητος γίνεται, τούτου δὲ συμβαίνοντος οὐ δύναται σαφηνίζειν; ἢ τῶν ἐκτὸς πυκνουμένων διὰ τὸ ψῦχος εἴσω συρρυὲν τὸ ὑγρὸν ἐξυγραίνει τὴν γλῶτταν, διόπερ οὐ δύναται ἡ γλῶττα τὸ αὑτῆς ποιεῖν, καθάπερ εἴρηται καὶ ἐπὶ τῶν μεθυόντων. ἢ διὰ τὸν ἀπὸ τοῦ ῥίγους τρόμον ἀτάκτου τῆς κινήσεως οὔσης οὐ δύναται τὰ λεγόμενα διαρθροῦν ἡ γλῶττα· διόπερ καὶ πταίει.

Διὰ τί τῶν ῥιγώντων ὀρθαὶ αἱ ἐν τῷ σώματι τρίχες γίνονται; ἢ διότι ἀπὸ τῆς καταψύξεως τὸ θερμὸν εἰς τὸν ἐντὸς τόπον ἀθροίζεται, ἐκλείποντος δ’ ἐκ τῆς σαρκὸς τοῦ

θερμοῦ συνίσταται μᾶλλον, συναγομένης δὲ ὀρθότεραι αἱ τρίχες γίνονται. ἢ διότι . . .

Διὰ τί τοῦ χειμῶνος τρέχοντες μᾶλλον ῥιγῶμεν ἢ ἑστῶτες; ἢ ὅτι ὁ ἀὴρ ὁ περὶ τὸ σῶμα ἑστώτων μέν, ἐπειδὰν ἅπαξ συνθερμανθῇ, οὐκέτι ἐνοχλεῖ, τρεχόντων δὲ ἀεὶ ἄλλος καὶ ἄλλος προσπίπτει ψυχρὸς ὤν, διόπερ μᾶλλον ῥιγῶμεν; ἔτι δὲ καὶ κινούμενος ψυχρότερος γίνεται ὁ ἀήρ· τοῦτο δὲ ἐν τῷ τρέχειν μάλιστα συμπίπτει.