Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί πλείων δοκεῖ ἡ ὁδὸς εἶναι, ὅταν μὴ εἰδότες βαδίζωμεν πόση τις, ἢ ὅταν εἰδότες, ἐὰν τἆλλα ὁμοίως ἔχοντες τύχωμεν; ἢ ὅτι τὸ εἰδέναι πόση τὸ εἰδέναι ἐστὶ τὸν ἀριθμὸν αὐτοῦ· καὶ πλεῖον ἀεὶ τὸ ἀόριστον τοῦ ὡρισμένου; ὥσπερ οὖν εἰ ᾔδει ὅτι τοσήδε, πεπερασμένην ἀνάγκη εἶναι, οὕτω καὶ εἰ μὴ οἶδεν, ὡς ἀντιστρέφοντος παραλογίζεται ἡ ψυχή, καὶ φαίνεται εἶναι ἄπειρος. ἔτι τὸ ποσὸν ὡρισμένον καὶ τὸ ὡρισμένον ποσόν. ὅταν τοίνυν μὴ φαίνηται ὡρισμένον, ὥσπερ ἄπειρον φαίνεται εἶναι, διὰ τὸ τὸ πεφυκὸς ὡρίσθαι, ἐὰν μὴ ᾖ ὡρισμένον, ἄπειρον εἶναι, ὥστε καὶ τὸ φαινόμενον μὴ ὡρίσθαι φαίνεσθαι ἀνάγκη πως ἀπέραντον.
Διὰ τί τοὺς μηροὺς μᾶλλον ἢ τὰς κνήμας κοπιῶσιν; πότερον ὅτι ἐγγὺς τοῦ τόπου τοῦ ἔχοντος τὸ περίττωμα, ὥστε ἂν ὑπερβάλλῃ διὰ τὴν κίνησιν τῇ θερμότητι, συσπῶσιν οἱ μηροὶ μᾶλλον καὶ πλεῖον ἢ αἱ κνῆμαι; ἢ διὰ τὸ συμφυὲς
εἶναι μᾶλλον τοὺς μηρούς; μάλιστα γὰρ πονοῦσιν τῇ τοῦ συνεχοῦς διαστάσει. καὶ γὰρ ἂν μηδὲν ἔχοντες περίττωμα κοπιάσωσιν, ὅμως τοὺς μηροὺς καὶ τὴν ὀσφὺν πονοῦσι μᾶλλον. ἢ ὅτι καθάπερ οἱ βουβῶνες γίνονται πληγέντες διὰ τὴν συνάρτησιν τῶν φλεβῶν καὶ νεύρων, οὕτω καὶ οὗτος; ἐγγυτέρω δὲ τῆς ἀρχῆς ὁ μηρός. ἢ διότι μᾶλλον ἐν τῷ αὐτῷ σχήματι ὁ μηρὸς τῆς κνήμης; τοῦτο δὲ κοπιαρώτερον. ἢ ὅτι σαρκώδης, ὥστε πολὺ τὸ κατὰ φύσιν ἔχον ἐν αὐτοῖς;Διὰ τί ἐνίοις, ὅταν πονήσωσιν, ἕλκη ἐκφύουσιν; ἢ ὅταν τὸ σῶμα ἀκάθαρτον ιἦ, ἡ κίνησις θερμαίνουσα καὶ ἄλλα περιττώματα συνεξικμάζει μετὰ τοῦ ἱδρῶτος; παχέα δὲ ὄντα καὶ χυμοὺς ἔχοντα μοχθηρούς, ὀξεῖς καὶ πικροὺς καὶ ἁλμυρούς, τὰ περιττώματα ἐκκρίνεσθαι μὲν οὐ δύναται διὰ πάχος, ἐξαίρεται δὲ διὰ τῆς σαρκὸς καὶ ἐξελκοῖ διὰ πικρότητα τοῦ χυμοῦ.
Διὰ τί τοῖς ἐκ τῶν γυμνασίων καὶ φαρμακοποσιῶν οὐκ εὐθὺς προσφέρουσι τροφήν; ἢ διότι καθαίρεται τὸ σῶμα ἔτι, καὶ οὐκ ἀναπέπαυται πονοῦν, καὶ ἀποκέκριται τὰ περιττώματα;
Διὰ τί χαλεπώτερον θεῖν ἢ βαδίζειν; ἢ ὅτι πλεῖον φορτίον φέρει ὁ θέων; ὅταν γὰρ ιἦ μετέωρος, ἅπαν ἐφ’ ἑαυτῷ ἔχει. ὁ δὲ βαδίζων, οἷον οἱ ἐπὶ τοῖς τειχίοις ἀναπαυόμενοι, ἐπιθεὶς ἔχει ἐπὶ τῷ ἠρεμοῦντι.
Διὰ τί ἐκ τῶν γυμνασίων οὐ πεινῶσιν εὐθύς; πότερον διὰ τὴν ὑπόλειψιν τῆς συντήξεως, ἕως ἀντιπεφθῇ; ἢ διὰ τὸ πνεῦμα ὃ ποιεῖ ὁ πόνος ἐκ τοῦ ὑγροῦ; ἢ διὰ τὴν δίψαν ἣ γίνεται ἐκ τοῦ θερμαίνεσθαι πονοῦντας; πάντα γὰρ συμβαίνει ταῦτα.
Διὰ τί ἐξονειρωκτικοί εἰσιν οἱ κοπιῶντες καὶ φθισιῶντες; ἢ ὅτι ὅλως ἐξονειρωκτικοὶ οἱ θερμοὶ καὶ ὑγροί; τὸ γὰρ σπέρμα τοιοῦτόν ἐστι τὴν φύσιν. τὸ τοιοῦτο δὲ ἐξ οὕτω διακειμένων μάλιστα γίνεται, ὅταν ἡ ἀπὸ τοῦ ὕπνου θερμότης προσγένηται· μικρᾶς γὰρ ῥοπῆς τὰ σώματα δεῖται, καὶ ταύτης ἔσωθεν, ἀλλ’ οὐκ ἔξωθεν. οἱ δὲ φθισικοὶ καὶ κοπιῶντες οὕτω διάκεινται· οἱ μὲν γὰρ κοπιῶντες διὰ τὸν κόπον καὶ τὴν κίνησιν συντήγματος θερμοῦ πλήρεις εἰσίν, οἱ δὲ φθισικοὶ διὰ τὸν κατάρρουν καὶ τὴν γινομένην θέρμην ὑπὸ τῆς φλεγμασίας.
Διὰ τί τὸ ἀριστερὸν σκέλος χαλεπώτερον τρίβεσθαι ὑφ’ ἑαυτοῦ πολὺν χρόνον ἢ τὸ δεξιόν; ἢ ὅτι τοῖς δεξιοῖς πονεῖν δυνάμεθα; ἐν τοῖς δὲ παρὰ φύσιν ἡ τοῦ ἀριστεροῦ σκέλους τρῖψις ἐξεστραμμένως γίνεται. τὰ δὲ παρὰ φύσιν ποιούμενα χαλεπά. τῇ δὲ ἀριστερᾷ τὰ δεξιὰ οὐθὲν ἐπίδηλον διὰ τὸ μηθετέρως ἰσχύειν.
Διὰ τί ὑγιεινὸν τὸ τροφῆς μὲν ὑποστέλλεσθαι, πονεῖν δὲ πλείω; ἢ ὅτι τοῦ νοσεῖν αἴτιον περιττώματος πλῆθος; τοῦτο δὲ γίνεται ἢ διὰ τροφῆς ὑπερβολὴν ἢ διὰ πόνων ἔνδειαν.
Διὰ τί οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγίειαν, ἀλλ’ ἀραιοῦν; ὥσπερ γὰρ πόλις ὑγιεινὴ καὶ τόπος εὔπνους (διὸ καὶ ἡ θάλαττα ὑγιεινὴ), οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλλον ὑγιεινόν. δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηθὲν περίττωμα, ἢ τούτου ὡς τάχιστα ἀπαλλάττεσθαι· καὶ δεῖ οὕτως ἔχειν τὰ σώματα ὥστε λαμβάνοντα εὐθὺς ἐκκρίνειν τὴν περίττωσιν,
καὶ εἶναι ἐν κινήσει καὶ μὴ ἠρεμεῖν. τὸ μὲν γὰρ μένον σήπεται, ὥσπερ ὕδωρ, τὸ δὲ σηπόμενον καὶ μὴ κινούμενον νοσοποιεῖ· τὸ δ’ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χωρίζεται. τοῦτ’ οὖν πυκνουμένης μὲν τῆς σαρκὸς οὐ γίνεται (ὡσπερεὶ γὰρ ἐμφράττονται οἱ πόροι), ἀραιουμένης δὲ συμβαίνει. διὸ καὶ οὐ δεῖ ἐν τῷ ἡλίῳ γυμνὸν βαδίζειν· συνίσταται γὰρ ἡ σάρξ, καὶ κομιδῇ ἀποσαρκοῦνται, καὶ ὑγρότερον τὸ σῶμα γίνεται. τὸ μὲν γὰρ ἐντὸς δὴ μένει, τὸ δ’ ἐπιπολῆς ἀπαλλάττεται, ὥσπερ καὶ τὰ κρέα τὰ ἑφθὰ τῶν ὀπτῶν μᾶλλον. οὐδὲ τὰ στήθη γυμνὰ ἔχοντα βαδίζειν· ἀπὸ γὰρ τῶν ἄριστα ᾠκοδομημένων ὁ ἥλιος ἀφαιρεῖ ὃ ἥκιστα δεῖται ἀφαιρέσεως, ἀλλὰ μᾶλλον τὰ ἐντός. ἐκεῖθεν μὲν οὖν διὰ τὸ πόρρω εἶναι, ἂν μὴ μετὰ πόνου, οὐκ ἔστιν ἱδρῶτ’ ἀναγαγεῖν, ἀπὸ τούτου δὲ διὰ τὸ πρόχειρον εἶναι ῥᾴδιον.Διὰ τί κοπώδεις οἱ βραχεῖς τῶν περιπάτων; ἢ ὅτι πολλάκις συνίστανται καὶ οὐχ ὁμαλῶς κινοῦνται περὶ τὰς καμπάς; τὸ δὲ τοιοῦτον κοπῶδες.
Διὰ τὶ ἑστηκότες ἐν τῷ ἡλίῳ μᾶλλον θερμαίνονται ἢ κινούμενοι, καὶ ταῦτα τῆς κινήσεως θερμαντικῆς οὔσης; ἢ οὐ πᾶσα κίνησις θερμαίνει, ἀλλ’ ἐνία ψύχει, οἷον καὶ ἐπὶ τῶν τὰς χύτρας τὰς ἑψημένας φυσώντων καὶ κινούντων συμβαίνει. εἰ οὖν ἑστηκότι μὲν προσμένει τὸ θερμόν, προσμένον δὲ μᾶλλον θερμαίνει ἢ κινούμενον (ἀεὶ γὰρ τὸ σῶμα ἴδιον ἡμῶν ἀτμίδα τινὰ χλιαρὰν ἀφίησιν ἀφ’ ἑαυτοῦ, ἡ θερμαίνει τὸν ἐγγὺς ἀέρα ὥσπερ δαλὸς παρών), ἠρεμούντων μὲν ἡμῶν θερμὸς γίνεται ὁ περιέχων ἡμᾶς ἀὴρ διὰ τὰ εἰρημένα, κινουμένων δὲ πνεῦμα γίνεται, ὅ καταψύχει ἡμᾶς· πᾶν γὰρ πνεῦμα ψυχρόν ἐστιν.
Διὰ τί οἱ ἐπὶ τῶν ἵππων ὀχούμενοι, ὅσῳ ἂν θᾶττον θέῃ ὁ ἵππος, τοσούτῳ μᾶλλον δακρύουσι τὰ ὄμματα, καὶ οἱ πεζοί, ὅσῳ ἂν μᾶλλον τρέχωσιν; πότερον διὰ τὸ ψυχρὸν εἶναι τὸν προσπίπτοντα ἀέρα; τὸ γὰρ ψῦχος δακρύειν ποιεῖ· συστέλλον γὰρ καὶ πυκνοῦν τὴν σάρκα ἐκκαθαίρει τὸ ὑγρόν. ἢ διὰ τοὐναντίον; τὸ γὰρ θερμὸν ποιεῖ ἱδρῶτας, τὸ δὲ δάκρυον ἱδρώς τίς ἐστι. διὸ καὶ γίνονται ὑπὸ θερμασίας ἄμφω ταῦτα, καὶ ἁλυκά ἐστιν ὁμοίως. ἡ δὲ κίνησις θερμότητα ποιεῖ. ἢ διὰ τὴν ὑπὸ τοῦ ἀέρος πληγήν; ὡς γὰρ οἱ ἄνεμοι ταράττουσιν οἱ ἐξ ἐναντίας τὰ ὄμματα, οὕτω καὶ ὁ ἀὴρ ὁ προσπίπτων, ὅσῳ ἂν θᾶττον ἐλαύνῃ ἢ αὐτὸς τρέχῃ, τοσούτῳ μᾶλλον ποιεῖ πληγὴν μαλακήν, δι’ ἣν γίνεται δακρύειν, ἀραιουμένων τῶν τοῦ ὀφθαλμοῦ πόρων ὑπὸ τῆς πληγῆς· πᾶσα γὰρ πληγὴ διαιρετικόν ἐστιν ἢ θλαστικόν.
Διὰ τί δεῖ τοὺς μὲν θερινοὺς κόπους λουτρῷ ἰᾶσθαι, τοὺς δὲ χειμερινοὺς ἀλείμματι; ἢ τούτους μὲν διὰ τὰς φρίκας καὶ τὰς γινομένας μεταβολὰς θερμῷ δεῖ λύειν, ὃ ποιήσει ἀλεάζειν (τὸ δὲ ἔλαιον θερμὸν)· ἐν δὲ τῷ θέρει καθυγραίνειν. ἡ γὰρ ὥρα ξηρά, καὶ οὐ γίνονται φρῖκαι διὰ τὴν ἀλέαν. ὀλιγοσιτία δὲ καὶ κωθωνισμὸς θέρους, τὸ μὲν ὅλως, τὸ δὲ μᾶλλον, ὁ μὲν πότος θέρους ὅλως διὰ τὴν ξηρότητα, ἡ δὲ ὀλιγοσιτία κοινὸν μέν, μᾶλλον δὲ θέρους· ἐκθερμαίνεται γὰρ μᾶλλον διὰ τὴν ὥραν ὑπὸ τῶν σιτίων.