Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί κοπιῶσι μὲν μᾶλλον ἐν τοῖς ὁμαλοῖς ἢ ἐν τοῖς ἀνωμάλοις, θᾶττον δὲ βαδίζουσιν τὴν ὁμαλὴν ἢ τὴν ἀνώμαλον; ἢ ὅτι ἀκοπώτατον μὲν τὸ μὴ ἀεὶ ... ἐν τῇ ἀνωμάλῳ πορείᾳ μᾶλλον, θᾶττον δὲ πορεύονται, ὅπου ἐν τῷ ἴσῳ χρόνῳ ἐλάττων ἡ ἀναφορά. ἐν μὲν οὖν τῷ ὁμαλεῖ μικρὰ ἡ ἄρσις καὶ πυκνή, ἐν δὲ τῷ ἀνωμάλῳ τοὐναντίον. τὸ δὲ παρ’ ἑκάστην βάσιν γινόμενον πολὺ γίνεται παρὰ πολλάς.
Διὰ τί καταβαίνοντες μὲν τὰ κατάντη τοὺς μηροὺς μάλιστα πονοῦμεν, ἀναβαίνοντες δὲ τὰς κνήμας; ἢ ὅτι ἀναβαίνοντες μὲν τῷ αἴρειν τὸ σῶμα; ἅπαν γὰρ γίνεται φορτίον
τὸ σῶμα. ᾧ οὖν ἅπαν ἐπίκειται καὶ ᾧ αἴρομεν, τοῦτο μάλιστα πονεῖ. ἡ δὲ κνήμη τοῦτο. ἔσχατον γάρ, μῆκος ἔχον, καὶ οὐχ ὥσπερ ὁ ποὺς πλάτος ἔχει· διὸ σαλεύεται. ὥστε οἷον τῷ ὤμῳ τὰ βάρη κινοῦμεν, καὶ ἐπὶ τούτῳ ἔχομεν. τοιγαροῦν καὶ πονοῦμεν τὸν ὦμον μάλιστα. καταβαίνοντες δὲ τῷ ἐμπίπτειν τὸ σῶμα κάτω καὶ προωθεῖν παρὰ φύσιν ὁ πόνος ἐστίν, ὥστεᾧ ᾧ μάλιστα ἐπιπίπτει καὶ σαλεύει, τοῦτο παρέχει τὸν πόνον. ἡ μὲν οὖν κνήμη μένει, τὸ δὲ βάρος ὁ θώραξ γίνεται· ὁ δὲ μηρὸς δέχεταί τε καὶ σαλεύεται διὰ τὸ μῆκός τε ἔχειν καὶ στρέφεσθαι ἄνωθεν, ᾗ ὁ θώραξ ἐπιπίπτει.Διὰ τί πλείων δοκεῖ ἡ ὁδὸς εἶναι, ὅταν μὴ εἰδότες βαδίζωμεν πόση τις, ἢ ὅταν εἰδότες, ἐὰν τἆλλα ὁμοίως ἔχοντες τύχωμεν; ἢ ὅτι τὸ εἰδέναι πόση τὸ εἰδέναι ἐστὶ τὸν ἀριθμὸν αὐτοῦ· καὶ πλεῖον ἀεὶ τὸ ἀόριστον τοῦ ὡρισμένου; ὥσπερ οὖν εἰ ᾔδει ὅτι τοσήδε, πεπερασμένην ἀνάγκη εἶναι, οὕτω καὶ εἰ μὴ οἶδεν, ὡς ἀντιστρέφοντος παραλογίζεται ἡ ψυχή, καὶ φαίνεται εἶναι ἄπειρος. ἔτι τὸ ποσὸν ὡρισμένον καὶ τὸ ὡρισμένον ποσόν. ὅταν τοίνυν μὴ φαίνηται ὡρισμένον, ὥσπερ ἄπειρον φαίνεται εἶναι, διὰ τὸ τὸ πεφυκὸς ὡρίσθαι, ἐὰν μὴ ᾖ ὡρισμένον, ἄπειρον εἶναι, ὥστε καὶ τὸ φαινόμενον μὴ ὡρίσθαι φαίνεσθαι ἀνάγκη πως ἀπέραντον.
Διὰ τί τοὺς μηροὺς μᾶλλον ἢ τὰς κνήμας κοπιῶσιν; πότερον ὅτι ἐγγὺς τοῦ τόπου τοῦ ἔχοντος τὸ περίττωμα, ὥστε ἂν ὑπερβάλλῃ διὰ τὴν κίνησιν τῇ θερμότητι, συσπῶσιν οἱ μηροὶ μᾶλλον καὶ πλεῖον ἢ αἱ κνῆμαι; ἢ διὰ τὸ συμφυὲς
εἶναι μᾶλλον τοὺς μηρούς; μάλιστα γὰρ πονοῦσιν τῇ τοῦ συνεχοῦς διαστάσει. καὶ γὰρ ἂν μηδὲν ἔχοντες περίττωμα κοπιάσωσιν, ὅμως τοὺς μηροὺς καὶ τὴν ὀσφὺν πονοῦσι μᾶλλον. ἢ ὅτι καθάπερ οἱ βουβῶνες γίνονται πληγέντες διὰ τὴν συνάρτησιν τῶν φλεβῶν καὶ νεύρων, οὕτω καὶ οὗτος; ἐγγυτέρω δὲ τῆς ἀρχῆς ὁ μηρός. ἢ διότι μᾶλλον ἐν τῷ αὐτῷ σχήματι ὁ μηρὸς τῆς κνήμης; τοῦτο δὲ κοπιαρώτερον. ἢ ὅτι σαρκώδης, ὥστε πολὺ τὸ κατὰ φύσιν ἔχον ἐν αὐτοῖς;Διὰ τί ἐνίοις, ὅταν πονήσωσιν, ἕλκη ἐκφύουσιν; ἢ ὅταν τὸ σῶμα ἀκάθαρτον ιἦ, ἡ κίνησις θερμαίνουσα καὶ ἄλλα περιττώματα συνεξικμάζει μετὰ τοῦ ἱδρῶτος; παχέα δὲ ὄντα καὶ χυμοὺς ἔχοντα μοχθηρούς, ὀξεῖς καὶ πικροὺς καὶ ἁλμυρούς, τὰ περιττώματα ἐκκρίνεσθαι μὲν οὐ δύναται διὰ πάχος, ἐξαίρεται δὲ διὰ τῆς σαρκὸς καὶ ἐξελκοῖ διὰ πικρότητα τοῦ χυμοῦ.
Διὰ τί τοῖς ἐκ τῶν γυμνασίων καὶ φαρμακοποσιῶν οὐκ εὐθὺς προσφέρουσι τροφήν; ἢ διότι καθαίρεται τὸ σῶμα ἔτι, καὶ οὐκ ἀναπέπαυται πονοῦν, καὶ ἀποκέκριται τὰ περιττώματα;
Διὰ τί χαλεπώτερον θεῖν ἢ βαδίζειν; ἢ ὅτι πλεῖον φορτίον φέρει ὁ θέων; ὅταν γὰρ ιἦ μετέωρος, ἅπαν ἐφ’ ἑαυτῷ ἔχει. ὁ δὲ βαδίζων, οἷον οἱ ἐπὶ τοῖς τειχίοις ἀναπαυόμενοι, ἐπιθεὶς ἔχει ἐπὶ τῷ ἠρεμοῦντι.
Διὰ τί ἐκ τῶν γυμνασίων οὐ πεινῶσιν εὐθύς; πότερον διὰ τὴν ὑπόλειψιν τῆς συντήξεως, ἕως ἀντιπεφθῇ; ἢ διὰ τὸ πνεῦμα ὃ ποιεῖ ὁ πόνος ἐκ τοῦ ὑγροῦ; ἢ διὰ τὴν δίψαν ἣ γίνεται ἐκ τοῦ θερμαίνεσθαι πονοῦντας; πάντα γὰρ συμβαίνει ταῦτα.
Διὰ τί ἐξονειρωκτικοί εἰσιν οἱ κοπιῶντες καὶ φθισιῶντες; ἢ ὅτι ὅλως ἐξονειρωκτικοὶ οἱ θερμοὶ καὶ ὑγροί; τὸ γὰρ σπέρμα τοιοῦτόν ἐστι τὴν φύσιν. τὸ τοιοῦτο δὲ ἐξ οὕτω διακειμένων μάλιστα γίνεται, ὅταν ἡ ἀπὸ τοῦ ὕπνου θερμότης προσγένηται· μικρᾶς γὰρ ῥοπῆς τὰ σώματα δεῖται, καὶ ταύτης ἔσωθεν, ἀλλ’ οὐκ ἔξωθεν. οἱ δὲ φθισικοὶ καὶ κοπιῶντες οὕτω διάκεινται· οἱ μὲν γὰρ κοπιῶντες διὰ τὸν κόπον καὶ τὴν κίνησιν συντήγματος θερμοῦ πλήρεις εἰσίν, οἱ δὲ φθισικοὶ διὰ τὸν κατάρρουν καὶ τὴν γινομένην θέρμην ὑπὸ τῆς φλεγμασίας.