Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ἀεὶ τοῦ σώματος ῥέοντος, καὶ τῆς ἀπορροῆς γινομένης ἐκ τῶν περιττωμάτων, οὐ κουφίζεται τὸ σῶμα, ἐὰν μὴ ἰδίῃ; ἢ διότι ἐλάττων ἡ ἔκκρισις γίνεται; ὅταν γὰρ ἐξ ὑγροῦ μεταβάλῃ εἰς ἀέρα, πλέον γίνεται ἐξ ἐλάττονος· τὸ γὰρ διακρινόμενον πλέον, ὥστε ἐν πλείονι χρόνῳ ἡ ἔκκρισις.