Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ἐκ τοῦ στόματος καὶ θερμὸν καὶ ψυχρὸν πνέουσιν; φυσῶσι μὲν γὰρ ψυχρόν, ἀάζουσι δὲ θερμόν. σημεῖον δὲ ὅτι θερμαίνει, ἐὰν πλησίον προσαγάγῃ τις τοῦ στόματος τὴν χεῖρα ἢ ἀμφοτέρως ὁ ἀὴρ κινούμενος ψυχρός· ὁ δὲ φυσῶν κινεῖ τὸν ἀέρα οὐκ ἀθρόως, ἀλλὰ διὰ στενοῦ τοῦ στόματος· ὀλίγον οὖν ἐκπνέων πολὺν κινεῖ τὸν θύραθεν, ἐν ᾧ τὸ θερμὸν ὂν τὸ ἐκ τοῦ στόματος οὐ φαίνεται δι’ ὀλιγότητα. ὁ δὲ ἀάζων ἀθρόον ἐκπνεῖ· διὸ θερμόν. ἔστι γὰρ φυσασμοῦ τῷ διαφέρειν τῇ συστροφῇ· ὁ δ’ ἀασμὸς ἀθρόου ἔκπνευσις.