Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί λύγγα παύει πταρμὸς καὶ πνεύματος ἐπίσχεσις καὶ ὄξος; ἢ ὁ μὲν πταρμός, ὅτι ἀντιπερίστασίς ἐστι τοῦ κάτω πνεύματος, ὥσπερ αἱ ἄνω φαρμακεῖαι πρὸς τὴν κάτω κοιλίαν; ἡ δὲ ἀπνευστία τὰς ἀσθενεῖς λύγγας, ὅτι ἡ μικρὰ ὁρμὴ τοῦ πνεύματος ἡ ἀνιοῦσα, ὥσπερ περὶ τὴν βῆχα, ἐάν τις κατάσχῃ, παύεται, οὕτω καὶ ἐνταῦθα καὶ κατέσπασε καὶ κατέπνιξε καὶ συναπεβιάσατο. τὸ δὲ ὄξος παύει, ὅτι τὸ περιεστὸς ὑγρὸν καὶ κωλῦον ἀπερυγεῖν ἐπνευμάτωσεν τῇ θερμασίᾳ. ἔστι γὰρ ἐρυγμὸς μέν, ὅταν πνευματωθῇ τὸ ἐν τῇ ἄνω κοιλίᾳ ὑγρὸν καὶ πεφθῇ, ἡ δὲ λύγξ, ὅταν ὑπὸ ὑγροῦ κατέχηται πνεῦμα περιττὸν περὶ τὸν πνευματικὸν τόπον. τοῦτο γὰρ ὁρμῶν καὶ μὴ δυνάμενον διακόψαι σπασμὸν ποιεῖ, ὁ δὲ σπασμὸς οὗτος καλεῖται λύγξ. καὶ διὰ τοῦτο ῥιγώσαντας λὺγξ λαμβάνει, ὅτι τὸ ψῦχος τὸ ὑγρὸν ποιεῖ συστὰν ἐκ τοῦ πνεύματος ἔτι· περιλαμβανόμενον δὲ τὸ ἄλλο πηδᾷ· οὗ ἡ κίνησις λυγμός ἐστιν.