Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τοῖς μὲν αἰσχυνομένοις ἄκρα τὰ ὦτα ἐπιφοινίσσεται, τοῖς δὲ ὀργιζομένοις οἱ ὀφθαλμοί; ἢ ὅτι ἡ μὲν αἰδὼς ἐν ὀφθαλμοῖς κατάψυξίς τις μετὰ φόβου, ὥστε εἰκότως ἀπολείπει τὸ θερμὸν τοὺς ὀφθαλμούς· χωριζόμενον δὲ εἰς τὸν δεκτικώτατον φέρεται τόπον. τοιοῦτος δὲ ὁ ἐν τοῖς ἄκροις τῶν ὤτων· ὁ γὰρ ἄλλος ὀστώδης. ὀργιζομένοις δ’ ἐπανέρχεται τὸ θερμόν. μάλιστα δὲ γίνεται φανερὸν ἐν τοῖς ὀφθαλμοῖς διὰ τὴν χρόαν οὖσαν λευκήν.

Διὰ τί ὁ ἦχος ὁ ἐν τοῖς ὠσίν, ἐάν τις ψοφήσῃ, παύεται; ἢ διότι ὁ μείζων ψόφος τὸν ἐλάττω ἐκκρούεται;

Διὰ τί, ἐὰν εἰς τὸ οὖς ὕδωρ ἐγχυθῇ, ἔλαιον προσεγχέονται, οὐ δυναμένου τοῦ ἐνόντος ὑγροῦ ἐξελθεῖν δι’ ἄλλου ὑγροῦ; πότερον διὰ τὸ ἐπιπολῆς γίνεσθαι τὸ ἔλαιον τοῦ ὕδατος, καὶ διὰ γλισχρότητα αὐτοῦ ἔχεσθαι τὸ ὕδωρ ἐξιόντος τοῦ ἐλαίου, ἵνα συνεξίῃ τὸ ὕδωρ; ἢ ἵνα ὀλισθηροῦ τοῦ ὠτὸς γενομένου ἐξέλθῃ τὸ ὕδωρ; τὸ γὰρ ἔλαιον λεῖον ὂν ποιεῖ ὀλισθαίνειν

Διὰ τί ἧττον ὦτα ῥήγνυται τοῖς κολυμβῶσιν, ἐὰν προεγχέωσιν εἰς τὰ ὦτα τὸ ἔλαιον; ἢ τοῦ μὲν ῥήγνυσθαι τὰ ὦτα εἴρηται πρότερον ἡ αἰτία, τὸ δὲ ἔλαιον ἐγχυθὲν εἰς τὰ ὦτα τὴν ὕστερον θάλατταν ἀπολισθαίνειν ποιεῖ, καθάπερ ἐπὶ τῶν ἔξω τοῦ σώματος συμβαίνει τοῖς ἀληλιμμένοις. ὀλισθαίνουσα δὲ πληγὴν οὐ ποιεῖ εἰς τὸ ἐντὸς τοῦ ὠτός, διόπερ οὐ ῥήγνυσιν.

Διὰ τί τῶν ὤτων ἀναίμων ὄντων μάλιστα οἱ αἰσχυνόμενοι ἐρυθριῶσιν; ἢ ἕκαστον εἰς τὸ κενὸν ἑκάστου μάλιστα φέρεται; δοκεῖ δὲ τοῦ αἰσχυνομένου ἄνω θερμὸν φέρεσθαι τὸ αἷμα. εἰς οὖν τὸ κενώτατον ἐρυθριᾶν ποιεῖ. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν γνάθων. ἔτι δὲ καὶ ὅτι λεπτότατον τὸ δέρμα τὸ περιτεταμένον, μάλιστα δὴ φαίνεται δι’ αὐτά.

Διὰ τί οὐδεὶς χασμώμενος τὸ οὖς σκαλεύει; ἢ ὅτι ὅτε χασμᾶται, ἐμφυσᾶται καὶ ἡ μῆνιγξ, δι’ ἧς ἀκούει; σημεῖον δέ ἥκιστα γὰρ ἀκούουσι χασμώμενοι. τὸ γὰρ πνεῦμα, ὥσπερ καὶ κατὰ τὸ στόμα. καὶ εἰς τὰ ὦτα ἐντὸς πορευόμενον, ἐξωθεῖται τὸν ὑμένα καὶ κωλύει τὸν ψόφον εἰσιέναι. ἐὰν οὖν οὕτως ἔχοντος ἅψηται τῆς ἀκοῆς ὡς σκαλεύειν, μάλιστ’ ἂν βλάψειε· πρὸς ἀντιπῖπτον γὰρ ἡ πληγὴ γίνεται, καὶ οὐ πρὸς ὑπεῖκον τὸ τοῦ πνεύματος. τὸ δὲ δέρμα καὶ τὴν μήνιγγα ἀφεστάναι τῶν στερεῶν δῆλον. ὥστε πόνον μάλιστα οὕτω ποιεῖ, καὶ τραυματίζοι ἄν.

Διὰ τί ὁ πταρμὸς λυγμὸν μὲν παύει, ἐρυγμὸν δὲ οὐ παύει; ἢ διότι οὐ τοῦ αὐτοῦ τόπου τὸ πάθος ἑκάτερον, ἀλλ’ ὁ μὲν ἐρυγμὸς κοιλίας, ὁ δὲ λυγμὸς τοῦ περὶ τὸν πνεύμονα κατάψυξις καὶ ἀπεψία πνεύματος καὶ ὑγροῦ; κοινωνοῦσιν δ’ οἱ περὶ τὸν ἐγκέφαλον τόποι τῷ πνεύμονι, οἷον τοῖς ὠσίν. φανερὸν δέ· ἅμα γὰρ ἐνεοὶ καὶ κωφοὶ γίνονται, καὶ αἱ νόσοι ἀντιπεριίστανται αἱ τοῦ ὠτὸς εἰς τὰ τοῦ πνεύμονος πάθη. ἐνίοις δὲ σκαλεύουσι τὸ οὖς βῆχες ἐγγίνονται. τὸ δὲ περὶ τὸν πταρνύμενον τόπον εἶναι τῆς ῥινὸς κοινωνίαν τῷ πνεύμονι δηλοῖ ἡ ἀναπνοὴ κοινὴ οὖσα. ὥστε πτάρνυται μὲν θερμαινομένου αὐτοῦ· τῷ δὲ συμπάσχειν ὁ κάτω τόπος, ἐν ᾧ ἐστὶν ὁ λυγμός. ἡ δὲ θερμασία πέττει. διὸ ὄξος τε παύει λυγμὸν καὶ ἡ ἀπνευστία, ἐὰν ἠρεμαία ᾖ ἡ λύγξ. ἐκθερμαίνει γὰρ τὸ πνεῦμα κατεχόμενον, ὥστε καὶ ἐν τῷ πταρμῷ ἡ ἀντικατάσχεσις γενομένη τοῦ πνεύματος τοῦτο ποιεῖ, καὶ οἰκείως ἡ ἔκπνευσις γίνεται, καὶ ἐκ τοῦ ἄνω τόπου· ἀδύνατον γὰρ πτάρειν μὴ ἐκπνέοντα. ἡ οὖν ὁρμὴ ῥήγνυσι τὸ ἐγκατειλημμένον πνεῦμα, ὃ ποιεῖ τὸν λυγμόν.

Διὰ τί, ἐάν τις μέλλων πτάρνυσθαι τρίψῃ τὸν ὀφθαλμόν, ἧττον πτάρνυται; ἢ διότι τὸ ποιοῦν τὸν πταρμὸν θερμότης τίς ἐστιν, ἡ δὲ τρῖψις θερμότητα ποιεῖ, ἣ διὰ τὸ πλησίον εἶναι τῶν ὀφθαλμῶν τὸν τόπον ᾧ πτάρνυται, ἀφανίζει τὴν ἑτέραν, ὥσπερ τὸ ἔλαττον πῦρ ὑπὸ τοῦ πλείονος μαραινόμενον.

Διὰ τί δὶς πτάρνυται ὡς ἐπὶ τὸ πολύ, καὶ οὐχ ἅπαξ

ἢ πλεονάκις; ἢ διότι δύο εἰσὶ μυκτῆρες; ἑκάτερον οὖν διέσχισται τὸ φλέβιον, δι’ οὗ πνεῦμα ῥεῖ.

Διὰ τί πρὸς τὸν ἥλιον βλέψαντες πτάρνυνται μᾶλλον; ἢ διότι κινεῖ θερμαίνων· καθάπερ οὖν πτεροῖς θιγγάνοντες. ἀμφότεροι γὰρ τὸ αὐτὸ ποιοῦσιν· τῇ γὰρ κινήσει θερμαίνοντες ἐκ τοῦ ὑγροῦ θᾶττον πνεῦμα ποιοῦσιν. τούτου δὲ ἡ ἔξοδος πταρμός.

Διὰ τί λύγγα παύει πταρμὸς καὶ πνεύματος ἐπίσχεσις καὶ ὄξος; ἢ ὁ μὲν πταρμός, ὅτι ἀντιπερίστασίς ἐστι τοῦ κάτω πνεύματος, ὥσπερ αἱ ἄνω φαρμακεῖαι πρὸς τὴν κάτω κοιλίαν; ἡ δὲ ἀπνευστία τὰς ἀσθενεῖς λύγγας, ὅτι ἡ μικρὰ ὁρμὴ τοῦ πνεύματος ἡ ἀνιοῦσα, ὥσπερ περὶ τὴν βῆχα, ἐάν τις κατάσχῃ, παύεται, οὕτω καὶ ἐνταῦθα καὶ κατέσπασε καὶ κατέπνιξε καὶ συναπεβιάσατο. τὸ δὲ ὄξος παύει, ὅτι τὸ περιεστὸς ὑγρὸν καὶ κωλῦον ἀπερυγεῖν ἐπνευμάτωσεν τῇ θερμασίᾳ. ἔστι γὰρ ἐρυγμὸς μέν, ὅταν πνευματωθῇ τὸ ἐν τῇ ἄνω κοιλίᾳ ὑγρὸν καὶ πεφθῇ, ἡ δὲ λύγξ, ὅταν ὑπὸ ὑγροῦ κατέχηται πνεῦμα περιττὸν περὶ τὸν πνευματικὸν τόπον. τοῦτο γὰρ ὁρμῶν καὶ μὴ δυνάμενον διακόψαι σπασμὸν ποιεῖ, ὁ δὲ σπασμὸς οὗτος καλεῖται λύγξ. καὶ διὰ τοῦτο ῥιγώσαντας λὺγξ λαμβάνει, ὅτι τὸ ψῦχος τὸ ὑγρὸν ποιεῖ συστὰν ἐκ τοῦ πνεύματος ἔτι· περιλαμβανόμενον δὲ τὸ ἄλλο πηδᾷ· οὗ ἡ κίνησις λυγμός ἐστιν.

Διὰ τί ἐνίοις ὕδωρ ψυχρὸν προσχέομεν καὶ πρὸς τὸ πρόσωπον, ἡνίκα αἷμα ῥεῖ ἐκ τῶν μυκτήρων; ἢ ἀντιπεριίσταται εἴσω τὸ θερμόν; ἂν οὖν ἐπιπολῆς τύχῃ αἷμα, ἐξυγραίνει μᾶλλον.