Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί τὰ ὦτα ὄντα ἀναιμότατα τοῦ προσώπου, ὅταν αἰσχύνωνται, ἐρυθριᾷ μάλιστα; πότερον ὅτι εἰς τὸ κενὸν μάλιστα πορεύεσθαι πέφυκεν τὸ ἀλλότριον ὑγρόν, ὥστε ὅταν διαλυθῇ ὑπὸ τῆς θερμότητος, ἣ γίνεται αἰσχυνομένοις, συνέρχεται εἰς ταῦτα; ἢ διότι ἐπὶ τοῖς κροτάφοις ἐπίκεινται, εἰς οὓς τὸ ὑγρὸν ἀθροίζεται μάλιστα; αἰσχυνομένων δὲ εἰς τὸ πρόσωπον ἔρχεται ἡ ὑγρότης· διὸ καὶ ἐρυθριῶσιν. τοῦ δὲ προσώπου ἥκιστα βάθος ἔχει τὰ ὦτα· καὶ φύσει θερμότατα καὶ εὔχροα, ἐὰν μὴ ἀπηρτημένα πόρρωθεν ᾖ τῷ ψύχει. διὸ καὶ εὐχρούστατον τῶν ἐν τῷ προσώπῳ μορίων. ὥστε ὅταν σκεδασθῇ ἡ θερμότης, μάλιστα ἐπιπολῆς οὖσα ἐν τούτοις ποιεῖ ἐρυθρά.