Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί μέχρι ὑγιείας πραγματεύονται οἱ ἰατροί; ἰσχναίναι γάρ, εἶτα ἐκ τούτου ξηραίνει, εἶτα ὑγείαν ἐποίησεν, εἶτα ἐνταῦθα ἔστη. πότερον οὐκ ἔστι δυνατὸν ἐκ τούτου γενέσθαι ἄλλο; ἢ εἰ δυνατόν, ἄλλης ἐπιστήμης, καὶ ἔσται ὅ τις

ἐξ ὑγείας ποιήσει ἄλλο τι; εἰ δὴ γίνεται ἐκ τῶν ἐναντίων καὶ τῶν μεταξύ, δῆλον ὅτι ἀρρωστεῖ, ἢ ξηρότερος ἢ ὑγρότερος ἤ τι τοιοῦτον. ποιεῖ δὴ ἐκ ψύχους ἧττον σφόδρα, καὶ τέλεον ὡδὶ θερμὸν καὶ ὡδὶ ξηρὸν ἢ ὑγρὸν μεταβαῖνον ἐκ τῶν ἐναντίων, ἢ μεταξύ, ἕως ἂν ἔλθῃ εἰς τὸ οὕτως ἔχειν, ὃ ἦν τοῦ ὑγιαίνειν· ἔκ τε τούτου οὐ πέφυκεν ἄλλο τι ὂν ἢ τὸ μεταξύ. δύναται μὲν οὖν ποιῆσαι ὁ ἔχων. ὡς γὰρ ἦλθεν, ἀναλῦσαι δύναται καὶ ἀπελθεῖν, οὐ μὴν ἥ γε τέχνη τούτου ἐστίν. ἀεὶ γὰρ βέλτιον. ὥστε οὐδὲ ἄλλη, οὔτε αὐτὴ ποιήσει ἐξ ὑγείας ἄλλο τι· οὐθὲν γὰρ ἐγίνετο ἢ τὸ ἐναντίον τούτου, εἴπερ ἡ αὐτὴ ἐπιστήμη. οὕτω καὶ ἐπὶ οἰκίας οὐδὲν ποιήσειεν ἂν τοὐναντίον· οὐκ ἔστιν ἐν ἄλλῃ τέχνη ἐκ τούτου ποιήσουσα, πλὴν ὡς μέρους, οἷον ἡ σκυτικὴ ὑπόδημα ἐκ προσχίσματος. ἐξ ἑκατέρου γὰρ γίνεται διττῶς, ἢ συντιθεμένου ἢ φθειρομένου.

Διὰ τί τὸν φιλόσοφον τοῦ ῥήτορος οἴονται διαφέρειν; ἢ ὅτι ὁ μὲν φιλόσοφος περὶ αὐτὰ τὰ εἴδη τῶν πραγμάτων διατρίβει, ὁ δὲ περὶ τὰ μετέχοντα, οἷον ὁ μὲν τί ἐστιν ἀδικία, ὁ δὲ ὡς ἄδικος ὁ δεῖνα, καὶ ὁ μὲν τί ἡ τυραννίς, ὁ δὲ οἷόν τι ὁ τύραννος.

Διὰ τί οἱ Διονυσιακοὶ τεχνῖται ὡς ἐπὶ τὸ πολὺ πονηροί εἰσιν; ἢ ὅτι ἥκιστα λόγου σοφίας κοινωνοῦσι διὰ τὸ περὶ τὰς ἀναγκαίας τέχνας τὸ πολὺ μέρος τοῦ βίου εἶναι, καὶ ὅτι ἐν ἀκρασίαις τὸ πολὺ τοῦ βίου εἰσίν, τὰ δὲ καὶ ἐν ἀπορίαις; ἀμφότερα δὲ φαυλότητος παρασκευαστικά.

Διὰ τί οἱ ἐξ ἀρχῆς τῆς μὲν κατὰ τὸ σῶμα ἀγωνίας ἆθλόν τι προὔταξαν, σοφίας δὲ οὐθὲν ἔθηκαν; ἢ ὅτι ἐπιεικῶς δεῖ τοὺς κριτάς, ἃ περὶ διάνοιάν ἐστιν, ἢ μηθὲν χείρους τῶν

ἀγωνιστῶν εἶναι ἢ κρείττους; εἰ δὲ ἔδει σοφίᾳ τοὺς πρωτεύοντας ’ἀγωνίζεσθαι καὶ ἆθλον προὐτέτακτο, κριτῶν ἂν ἠπόρουν αὐτοῖς. ἐπὶ δὲ τῶν γυμνικῶν ἀγώνων ἅπαντός ἐστι κρῖναι, τῇ ὄψει μόνῃ θεασάμενον. ἔτι δὲ ὁ ἐξ ἀρχῆς κατασκευάζων οὐκ ἐβούλετο τοιαύτην ἀγωνίαν προθεῖναι τοῖς Ἕλλησιν, ἐξ ὧν ἔμελλον στάσεις καὶ ἔχθραι μεγάλαι ἔσεσθαι· οἷον οἱ ἄνθρωποι, ὅταν τις ἢ ἐκκριθῇ ἢ προσδεχθῇ εἴς τι τῶν κατὰ τὸ σῶμα ἀθλημάτων, οὐ πάντη χαλεπῶς φέρουσιν οὐδὲ εἰς ἔχθραν καθίστανται τοῖς κρίνουσιν, ὑπὲρ δὲ τοῦ φρονιμωτέρους ἣ μοχθηροτέρους εἶναι τοῖς κρίνουσι μάλιστα ὀργίζονται καὶ ἀγανακτοῦσιν. στασιῶδες δὲ καὶ μοχθηρὸν τὸ τοιοῦτόν ἐστιν. ἔτι δὲ δεῖ τῆς ἀγωνίας τὸ ἆθλον κρεῖττον εἶναι. ἐπὶ μὲν γὰρ τῶν γυμνικῶν ἀθλημάτων τὸ ἆθλον αἱρετώτερον καὶ βέλτιον τῆς ἀγωνίας· σοφίας δὲ τί ἂν ἆθλον βέλτιον γένοιτο;

Διὰ τί ἄλλο νοεῖ καὶ ποιεῖ ἄνθρωπος μάλιστα; ἢ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη; ἢ ὅτι ὁ μὲν νοῦς πολλῶν ἐστίν, ἡ δὲ ὄρεξις ἑνός; ὁ μὲν οὖν ἄνθρωπος τῷ νῷ τὰ πλεῖστα ζῇ, τὰ δὲ θηρία ὀρέξει καὶ θυμῷ καὶ ἐπιθυμίᾳ.

Διὰ τί φρόνιμοί τινες κτώμενοι οὐ χρώμενοι διατελοῦσιν; πότερον ὅτι τῷ ἔθει χρῶνται; ἢ διὰ τὸ ἐν ἐλπίδι ἡδύ;

.... ὅτι ἡ αἴσθησις καὶ ἡ διάνοια τῷ ἠρεμεῖν τὴν ψυχὴν ἐνεργεῖ· ὃ καὶ ἡ ἐπιστήμη δοκεῖ εἶναι, ὅτι τὴν ψυχὴν ἵστησιν· κινουμένης γὰρ καὶ φερομένης οὔτε αἰσθέσθαι οὔτε διανοηθῆναι δυνατόν. διὸ καὶ τὰ παιδία καὶ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι ἀνόητοι· διὰ γὰρ τὸ πλῆθος τοῦ θερμοῦ τοῦ ἐνυπάρχοντος πλείστη κίνησις αὐτοῖς καὶ σφοδροτάτη συμβαίνει,

ληγούσης δὲ ταύτης ἐμφρονέστεροι γίνονται· ἀταράχου γὰρ οὔσης τῆς διανοίας μᾶλλον ἐφιστάναι δύνανται αὐτήν. οἵ τ’ ἐν τῷ καθεύδειν ἐνυπνιαζόμενοι ἱσταμένης τῆς διανοίας, καὶ καθ’ ὅσον ἠρεμεῖ, ὀνειρώττουσιν. μάλιστα γὰρ ἐν τοῖς ὕπνοις ἡ ψυχὴ κινεῖται. περιισταμένου γὰρ τοῦ θερμοῦ ἐκ τοῦ ἄλλου σώματος εἰς τὸν ἐντὸς τόπον, τότε πλείστη καὶ σφοδροτάτη κίνησις ὑπάρχει, οὐχ ὥσπερ οἱ πολλοὶ ὑπολαμβάνουσι τότε ἠρεμεῖν καὶ καθ’ αὑτὴν εἶναι, καὶ μάλιστα ὅταν μηδὲν ἴδωσιν ἐνύπνιον. συμβαίνει δὲ τοὐναντίον· διὰ γὰρ τὸ ἐν πλείστῃ κινήσει εἶναι καὶ μηδὲ κατὰ μικρὸν ἠρεμεῖν, οὐδὲ διανοεῖσθαι δύναται. ἐν πλείστῃ δὲ κινήσει, ὅταν ἥδιστα καθεύδῃ, εἰκότως ἐστίν, ὅτι τότε μάλιστα καὶ πλεῖστον θερμὸν ἀθροίζεται εἰς τὸν εἴσω τόπον. ὅτι δὲ ἐν τῇ κινήσει οὖσα ἡ ψυχὴ οὐ μόνον ὕπαρ ἀλλ’ οὐδ’ ἐν τοῖς ὕπνοις δύναται διανοεῖσθαι, κἀκεῖνο σημεῖον· ἐν γὰρ τοῖς μετὰ τὴν πρόσεσιν τῶν σιτίων ὕπνοις ἥκιστα ἔστιν ἐνύπνια ὁρᾶν. τότε δὲ μάλιστα συμβαίνει κινεῖσθαι αὐτὴν διὰ τὴν ἐπεισεχθεῖσαν τροφήν. τό τε ἐνύπνιόν ἐστιν, ὅταν διανοουμένοις καὶ πρὸ ὀμμάτων τιθεμένοις ὕπνος ἐπέλθῃ. διὸ καὶ ταῦτα μάλιστα ὁρῶμεν ἃ πράττομεν ἢ μέλλομεν ἢ βουλόμεθα· περὶ γὰρ τούτων μάλιστα πλειστάκις λογισμοὶ καὶ φαντασίαι ἐπιγίνονται. καὶ οἱ βελτίους βελτίω τὰ ἐνύπνια ὁρῶσι διὰ ταῦτα, ὅτι καὶ ἐγρηγορότες περὶ βελτιόνων διανοοῦνται, οἱ δὲ χεῖρον ἢ τὴν διάνοιαν ἢ τὸ σῶμα διακείμενοι χείρω. καὶ γὰρ ἡ τοῦ σώματος διάθεσις πρὸς τὴν τῶν ἐνυπνίων φαντασίαν συμβλητικόν· τοῦ γὰρ νοσοῦντος καὶ αἱ τῆς διανοίας προθέσεις φαῦλαι, καὶ ἔτι διὰ τὴν ἐν τῷ σώματι ταραχὴν ἐνοῦσαν ἡ ψυχὴ οὐ δύνατου ἠρεμεῖν. οἱ δὲ μελαγχολικοὶ διὰ τοῦτο ἐξάττουσιν ἐν τοῖς ὕπνοις, ὃτι πλείονος τῆς θερμασίας οὔσης, μᾶλλον τοῦ
μετρίου ἡ ψυχὴ ἐν κινήσει, σφοδροτέρας δὲ τῆς κινήσεως οὔσης οὐ δύνανται καθεύδειν.

Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρμῶν; ἢ ὅτι ἀναπνοὴ ταύτῃ γίνεται τῷ ὑγρῷ; δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τὴν τρῖψιν· ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγροῦ. ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος; ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί. διὰ τοῦτο δὲ κἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται ὁ πταρμός.

Διὰ τί τῷ ἑνὶ ὀφθαλμῷ ἀκριβέστερον ὁρῶσιν ἢ τοῖν δυοῖν; ἢ ὅτι πλείους οὖσαι κινήσεις τοῖν δυοῖν γίνονται, οἷον τοῖς διεστραμμένοις; οὔκουν μία ἡ κίνησις, τοῦ δὲ ἑνὸς ἁπλῆ. ἧττον οὖν ὁρῶσιν ἀκριβέστερον.