Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί οἱ φοβούμενοι καὶ διψοῦσιν καὶ ῥιγοῦσιν; ταῦτα
δὲ ἐναντία τὰ πάθη. ἢ ῥιγοῦσι μὲν ψυχόμενοι, διψῶσι δὲ θερμαινόμενοι; διότι ἐν τῷ φοβεῖσθαι τὸ θερμὸν ἐκλείπει καὶ τὸ ὑγρὸν ἐκ τῶν ἄνω τόπων. δηλοῖ δὲ τὸ χρῶμα καὶ αἱ κοιλίαι· τὸ μὲν γὰρ πρόσωπον ὠχρόν, αἱ δὲ κοιλίαι ἐνίοτε λύονται, διὰ μὲν οὖν τὸ ἐκλείπειν τὸ θερμὸν ἐκ τῶν ἄνωθεν τὸ ῥῖγος γίνεται, διὰ δὲ τὸ ὑγρὸν ἡ δίψα.Διὰ τί τοῦ τε φόβου λύπης τινὸς ὄντος καὶ τῆς ἀλγηδόνος, οἱ μὲν ἀλγοῦντες ἀναβοῶσιν, οἱ δὲ φοβούμενοι σιωπῶσιν; ἢ οἱ μὲν ἀλγοῦντες κατέχουσι τὸ πνεῦμα (διὸ ἀθρόον ἐξιὸν μετὰ βοῆς ἐξέρχεται), τῶν δὲ φοβουμένων κατέψυκται τὸ σῶμα καὶ τὸ θερμὸν κάτω ἐνήνεκται, ὃ ποιεῖ πνεύματα. ᾗ οὖν ἐνήνεκται μάλιστα, ἐνταῦθα καὶ ποιεῖ αὐτά. διὸ καὶ ἀποψοφοῦσιν οἱ φοβούμενοι. ἡ δὲ φωνή ἐστι φορὰ πνεύματος ἄνω πως καὶ διά τινων γινομένη. τοῦ δὲ τοὺς ἀλγοῦντας κατέχειν τὸ πνεῦμα αἴτιον, ὅτι ταῖς ἐνυπαρχούσαις ἡμῖν βοηθείαις φύσει εὐθὺς πάντες παθόντες ἄνευ λογισμοῦ χρώμεθα, καθάπερ καὶ τὰ ἄλλα ζῷα· τὰ μὲν γὰρ κέρασι, τὰ δὲ ὀδοῦσι, τὰ δὲ ὄνυξιν ἀμύνεται. πρὸς δὲ τὰ ἀλγήματα πάντα ἢ τὰ πλεῖστα βοηθεῖ ἡ θερμότης. ὃ ποιεῖ ὁ κατέχων τὸ πνεῦμα· θερμαίνει γὰρ καὶ ἐκπέττει τὸ ἄλγημα, συστέλλων ἐντὸς τὸ θερμὸν τῷ πνεύματι.
Διὰ τί τοῖς φοβουμένοις αἱ κοιλίαι λύονται καὶ οὐρητιῶσιν; ἢ τὸ θερμὸν τὸ ἐν ἡμῖν ἐστὶν ὥσπερ ζῷον; τοῦτ’ οὖν φεύγει ὅ τι ἂν φοβηθῇ. ἔξωθεν οὖν γινομένων τῶν τε ὑπὸ τῆς ἀγωνίας φόβων καὶ τῶν τοιούτων, καὶ ἐκ τῶν ἄνωθεν εἰς τὰ κάτω καὶ ἐκ τῶν ἐπιπολῆς εἰς τὰ ἐντός, ἐκθερμαινόμενοι δὲ οἱ περὶ τὴν κοιλίαν τόποι καὶ τὴν κύστιν διαλύονται, καὶ ποιοῦσιν αὐτὰς εὐτρεπεῖς. καὶ γὰρ τὰ ἄνηθα καὶ τὰ ἀψίνθια, καὶ ὅσα οὐρητικά, θερμαντικά. ὁμοίως δὲ καὶ τὰ πρὸς
τὴν κοιλίαν φάρμακα, τὰ κάτω θερμαντικά· καὶ τὰ μὲν τῶν εἰσενεχθέντων μόνων λυτικά, τὰ δὲ καὶ ἑτέραν σύντηξιν ποιεῖ, οἷον τὸ σκόροδον εἰς τὸ οὖρον. τὸ αὐτὸ δὲ τοῖς τοιούτοις ἡ ἐκ τῶν ἐπιπολῆς θερμασία εἰς τούτους τοὺς τόπους συνιοῦσα δρᾷ.Διὰ τί οἱ φοβούμενοι συσπῶσιν τὰ αἰδοῖα; εἰκὸς γὰρ ἦν τοὐναντίον, τοῦ θερμοῦ εἰς τοῦτον τὸν τόπον ἀθροιζομένου τῶν φοβουμένων, ἀνίεσθαι αὐτά. ἢ οἱ φοβούμενοι σχεδὸν ἅπαντες ὥσπερ ῥιγοῦντές εἰσιν; ἐκλελοιπότος οὖν ἐκ τῶν ἐπιπολῆς τοῦ θερμοῦ συσπῶσιν. διὸ καὶ βομβυλίζουσιν οἱ δεινῶς δεδιότες. δοκεῖ δὲ συσπᾶν τὸ ἐπιπολῆς καὶ τὸ δέρμα τῶν ῥιγούντων, ἅτε τοῦ θερμοῦ ἐκκεκριμένου· διὸ καὶ φρίττουσιν. συσπᾶται δὲ καὶ ἡ ὄσχεα τοῦ αἰδοίου ἄνω, καὶ συνεφέλκονται καὶ οἱ ὄρχεις αὐτοῖς συστελλομένων. θᾶττον δὲ φαίνεται ἐπὶ τῶν ἀφροδισίων· ὁ γὰρ φόβος ἐκκρίνει, καὶ πολλοῖς τῶν ἀγωνιώντων καὶ τῶν περιφόβων συγκινεῖ ἡ τῆς γονῆς πρόεσις.
Διὰ τί ἔνιοι κάμνουσιν, ὅταν ἐθισθέντες ἀκολάστως ζῆν μὴ ἀκολάστως διαιτῶνται. οἷον Διονύσιος ὁ τύραννος, ἐπεὶ ἐν τῇ πολιορκίᾳ ἐπαύσατο πίνων ὀλίγον τινὰ χρόνον, εὐθὺς ἐφθισίασεν, ἕως πάλιν εἰς τὴν μέθην μετέβαλεν. ἢ μέγα μέν τι καὶ τὸ ἔθος ἐστὶν ἑκάστοις· φύσις γὰρ ἤδη γίνεται. καθάπερ ἂν ἰχθὺς ἐν ἀέρι ἢ ἄνθρωπος ἐν ὕδατι διατελῶν φαύλως ἂν ἴσχοι, οὕτω καὶ οἱ τὰ ἔθη μεταβάλλοντες χαλεπῶς ἀπαλλάττουσιν, καὶ τὸ πάλιν εἰς τὰ εἰωθότα ἐλθεῖν σωτηρία γίνεται αὐτοῖς ὥσπερ εἰς φύσεως κατάστασιν. ἔτι δὲ καὶ συντηκτικοὶ γίνονται, εἰωθότες τροφῇ χρῆσθαι δαψιλεῖ
τῇ ἰδίᾳ· μὴ λαμβάνοντες γὰρ τὴν εἰωθυῖαν ὥσπερ ὅλως μὴ λαμβάνοντες διατίθενται. οὐ μὴν ἀλλὰ καὶ τὰ περιττώματα τροφῇ μεμιγμένα πολλῇ ἀφανίζεται, αὐτὰ δὲ ἐπιπολάζει μόνα ὄντα, καὶ φέρεται εἰς ὄμματα ἢ πνεύμονα· προσενεγκαμένοις δὲ τροφὴν κατακεραννύμενα ὑδαρῆ γίνεται καὶ ἀβλαβῆ. γίνεται δὲ τοῖς ἀκολάστως ζῶσιν πλείω τὰ περιττώματα ἄχρι τινὸς λήξασι τοῦ εἰωθότος βίου, διὰ τὸ πολλὴν ἀκαταχώριστον ἐν αὐτοῖς ὕλην ὑπάρχειν ἐκ τοῦ προτέρου βίου, ἧς τηκομένης ὑπὸ τοῦ συμφύτου θερμοῦ, καθάπερ χιόνος πολλῆς, ῥεύματα ἁδρὰ συμβαίνει γίνεσθαι.Διὰ τί κατὰ δύο μόνας αἰσθήσεις ἀκρατεῖς λέγομεν, οἷον ἁφὴν καὶ γεῦσιν; ἢ διὰ τὰς ἀπὸ τούτων γινομένας ἡδονὰς ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις; ἅτε οὖν κοιναὶ οὖσαι ἀτιμόταταί εἰσι, διὸ καὶ μάλιστα ἢ μόναι ἐπονείδιστοί εἰσιν. ὥστε τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον εἶναι φαμέν, διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι.
Διὰ τί ἀκρατεῖς λέγονται κατὰ τὰς ἐπιθυμίας μόνον, οὔσης τῆς ἀκρασίας καὶ περὶ τὴν ὀργήν; ἢ ὅτι ἀκρατὴς μέν ἐστιν ὁ παρὰ τὸν λόγον τι πράττων καὶ ἀκρασία ἡ παρὰ τὸν λόγον ἀγωγή, εἰσὶ δὲ αἱ μὲν ἐπιθυμίαι ὡς ἐπίπαν εἰπεῖν παρὰ τὸν λόγον, αἱ δὲ ὀργαὶ μετὰ λόγου, οὐχ ὡς κελεύσαντος τοῦ λόγου, ἀλλ’ ὡς δηλώσαντος τὸν προπηλακισμὸν ἢ τὴν αἰτίαν.
Διὰ τί τὴν μὲν ἐγκράτειαν καὶ σωφροσύνην ἐπὶ τῶν νέων καὶ πλουσίων μάλιστα ἐξετάζομεν, τὴν δὲ δικαιοσύνην ἐπὶ τῶν πενήτων; ἢ ὅτι οὗ μάλιστα δεῖταί τις, εἰ τούτου ἀπέχεται, μᾶλλον θαυμάζοιτ’ ἂν ἢ τῶν ἐναντίων; ὁ μὲν οὖν πένης εὐπορίας δεῖται, ὁ δὲ νέος καὶ πλούσιος ἀπολαύσεως.
Διὰ τί ἧττον ἀνέχονται διψῶντες ἢ πεινῶντες; πότερον ὅτι λυπηρότερον; σημεῖον δὲ τοῦ λυπηροτέρου, ὅτι ἥδιον τὸ διψῶντα πιεῖν ἢ πεινῶντα φαγεῖν. τὸ δὲ ἐναντίον τῷ ἡδεῖ λυπηρότερον. ἢ διότι μᾶλλον δεῖται τὸ θερμὸν τοῦ ὑγροῦ ἢ τὸ ξηρὸν ᾧ ζῶμεν; ἢ ὅτι δυοῖν ἡ δίψα ἐπιθυμία, ποτοῦ καὶ τροφῆς, ἡ δὲ πεῖνα ἑνὸς μόνον, τροφῆς;
Διὰ τί ἧττον καρτεροῦμεν διψῶντες ἢ πεινῶντες; ἢ διότι λυπούμεθα μᾶλλον; σημεῖον δὲ τῆς λύπης ἡ ἡδονὴ σφοδροτέρα. εἶτα ὁ μὲν διψῶν δυοῖν ἐνδεής, τροφῆς καὶ καταψύξεως (ἄμφω γὰρ ἔχει τὸ ποτόν), ὁ δὲ πεινῶν θατέρου μόνον.
Διὰ τί οἱ κατὰ τὴν τῆς ἁφῆς ἢ γεύσεως ἡδονήν, οὗ ἂν ὑπερβάλλωσιν, ἀκρατεῖς λέγονται; οἵ τε γὰρ περὶ τὰ ἀφροδίσια ἀκόλαστοι, οἵ τε περὶ τὰς τῆς τροφῆς ἀπολαύσεις. τῶν δὲ κατὰ τὴν τροφὴν ἀπ’ ἐνίων μὲν ἐν τῇ γλώττῃ τὸ ἡδύ, ἀπ’ ἐνίων δὲ ἐν τῷ λάρυγγι, διὸ καὶ Φιλόξενος γεράνου φάρυγγα εὔχετο ἔχειν. οἱ δὲ κατὰ τὴν ὄψιν καὶ τὴν ἀκοὴν οὐκέτι. ἢ διὰ τὸ τὰς ἀπὸ τούτων γινομένας ἡδονὰς κοινὰς εἶναι ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις; ἅτε οὖν οὖσαι κοιναὶ ἀτιμόταταί εἰσι καὶ μάλιστα ἢ μόναι ἐπονείδιστοι, ὥστε τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον λέγομεν διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι. οὐσῶν δὲ τῶν αἰσθήσεων πέντε, τά τε ἄλλα ζῷα ἀπὸ δύο μόνων τῶν προειρημένων ἥδεται, κατὰ δὲ τὰς ἄλλας ἢ ὅλως οὐχ ἥδεται ἢ κατὰ συμβεβηκὸς τοῦτο πάσχει. ὁρῶν μὲν γὰρ ὁ
ὁρῶν ἢ ὀσφραινόμενος χαίρει ὅτι ἀπολαύει· καὶ ὅταν πληρωθῇ, οὐδὲ τὰ τοιαῦτα ἡδέα αὐτῷ, ὥσπερ οὐδὲ ἡμῖν ἡ τοῦ ταρίχου ὀδμή, ὅταν ἄδην ἔχωμεν τοῦ φαγεῖν. ὅταν δὲ ἐνδεεῖς ὦμεν, ἡδέα. ἡ δὲ τοῦ ῥόδου ἀεὶ ἡδεῖα.Διὰ τί ἧττον κατέχουσι τὸν γέλωτα παρόντων τῶν γνωρίμων; ἢ ὅταν σφόδρα ἐξηρμένον ᾖ τι, εὐκίνητόν ἐστιν; ἡ δ’ εὔνοια εἰπεῖν μᾶλλον γελοῖον, ὥστε κινεῖ.
Διὰ τί μείζονος ὄντος ἀδικήματος, ἐάν τις βλάπτῃ εἰς τὸ μεῖζον ἀγαθόν, τῆς δὲ τιμῆς οὔσης μείζονος ἀγαθοῦ, ἡ τῶν χρημάτων ἀδικία μᾶλλον δοκεῖ, καὶ οἱ ἄδικοι μᾶλλον εἶναι δοκοῦσι περὶ τὰ χρήματα; ἢ διότι αἱροῦνται τὰ χρήματα μᾶλλον τῆς τιμῆς, καὶ πᾶσίν ἐστι κοινότατον, ἡ δὲ τιμὴ ὀλίγοις, καὶ ὀλιγάκις συμβαίνει ἡ χρῆσις αὐτῆς.
Διὰ τί παρακαταθήκην δεινότερον ἀποστερεῖν ἢ δάνειον; ἢ ὅτι αἰσχρὸν ἀδικεῖν φίλον. ὁ μὲν οὖν τὴν παρακαταθήκην ἀποστερῶν φίλον ἀδικεῖ· οὐδεὶς γὰρ παρακατατίθεται μὴ πιστεύων. οὗ δὲ τὸ χρέος, οὐ φίλος· οὐ γὰρ δανείζει, ἐὰν ᾖ φίλος, ἀλλὰ δίδωσιν. ἢ ὅτι μεῖζον τὸ ἀδίκημα· πρὸς γὰρ τῇ ζημίᾳ καὶ τὴν πίστιν παραβαίνει, δι’ ἥν, εἰ καὶ μηδὲν ἕτερον. δεῖ ἀπέχεσθαι τοῦ ἀδικεῖν. ἔτι τὸ μὴ τοῖς ἴσοις ἀμύνεσθαι φαῦλον· ὁ μὲν οὖν ἔδωκεν ὡς φίλῳ, ὁ δὲ ἀπεστέρησεν ὡς ἐχθρόν· ὁ δὲ δανείζων οὐχ ὡς φίλος ἔδωκεν. ἔτι τῶν μὲν ἡ δόσις φυλακῆς καὶ ἀποδόσεως χάριν, τῶν δὲ καὶ ὠφελείας· ἧττον δὲ ἀγανακτοῦμεν ἀποβάλλοντες, εἰ κέρδος θήρεύομεν,
οἷον οἱ ἁλιεῖς τὰ δελέατα· προφανὴς γὰρ ὁ κίνδυνος. ἔτι παρακατατίθενται μὲν ὡς ἐπὶ τὸ πολὺ οἱ ἐπιβουλευόμενοι καὶ ἀτυχοῦντες, δανείζουσι δὲ οἱ εὐποροῦντες· δεινότερον δέ ἐστι τὸν ἀτυχοῦντα ἢ τὸν εὐτυχοῦντα ἀδικεῖν.