Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί λέγεται ἀρχομένου τε νότου καὶ λήγοντος βορέαο; ἢ διότι ὁ μὲν βορέας, διὰ τὸ ὑποικεῖν ἡμᾶς αὐτῷ καὶ εἶναι τὴν οἴκησιν πρὸς ἄρκτον, εὐθὺς μέγα πνεῖ; ἅμα γὰρ ἄρχεται καὶ πάρεστι. διὸ παυόμενος ἡδὺ πνεῖ· τότε γὰρ ἀσθενὴς πνεῖ. ὁ δὲ νότος διὰ τὸ πόρρωθεν ὕστερον μείζων ἀφικνεῖται.

Διὰ τί ἐν τοῖς νοτίοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώτερον οἱ ἄνθρωποι; ἢ διότι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται, διατηκόμενον διὰ τὴν ἀλέαν, καὶ ἐκ πνεύματος κούφου ὑγρὸν βαρὺ· εἶτα ἡ δύναμις ἀτονεῖ.

Διὰ τί ἐν τοῖς βορείοις βρωτικώτεροι ἢ ἐν τοῖς νοτίοις; ἢ διότι ψυχρότερα τὰ βόρεια;

Διὰ τί ὁ νότος οὐ πνεῖ κατ’ αὐτὴν τὴν Αἴγυπτον τὰ πρὸς θάλατταν, οὐδ’ ὅσον ἡμέρας δρόμον καὶ νυκτός· τὰ δὲ ὑπὲρ Μέμφεως καὶ ἀποσχόντι δρόμον ἡμέρας καὶ νυκτὸς λαμπρός· καὶ πρὸς ἑσπέραν οὐ πνεῖ, ὅσον δύο ἡμερῶν καὶ νυκτῶν δρόμον, τὰ δὲ πρὸς ἕω λίβες πνέουσιν; ἢ διότι κοίλη τὰ κάτω ἡ Αἴγυπτός ἐστιν· διὸ ὑπερπίπτει αὐτῆς, ἄνω δὲ καὶ πόρρω ὑψηλότεροι οἱ τόποι.

Διὰ τί ὁ νότος ἀρχόμενος μὲν μικρός ἐστι, λήγων δὲ μείζων γίνεται, ὁ δὲ βορέας ἀνάπαλιν, διὸ καὶ ἡ παροιμία λέγεται εὖ πλεῖν ἀρχομένου τε νότου καὶ λήγοντος βορέαο, ἢ

διότι πρὸς ἄρκτον μᾶλλον ἢ πρὸς μεσημβρίαν οἰκοῦμεν, πνεῖ δὲ ὁ μὲν βορέας ἀπὸ τῆς ἄρκτου, ὁ δὲ νότος ἀπὸ τῆς μεσημβρίας. εἰκότως οὖν ὁ μὲν ἀρχόμενος εὐθὺς σφοδρὸς πρόσκειται τοῖς πλησίον τόποις μᾶλλον, καὶ μετὰ ταῦτα μεταλλάττει τὸ σφοδρὸν πρὸς ἐκείνους. ὁ δὲ νότος τοὐναντίον ἀρχόμενος μὲν τοῖς πρὸς μεσημβρίαν οἰκοῦσιν ἔγκειται, ἐπειδὰν δὲ παραλλάξῃ, τοῖς πρὸς ἄρκτον λαμπρὸς καταπνεῖ.

Διὰ τί λέγεται εἰ δ’ ὁ νότος βορέαν προκαλέσσεται, αὐτίκα χειμῶν; ἢ διότι ὁ νότος τοιοῦτός ἐστιν οἷος νεφέλας καὶ ὕδωρ πολὺ συναίρειν; ὅταν οὖν τοιαύτης τῆς καταστάσεως οὔσης ἐπιπνεύσῃ ὁ βορέας, πολλῆς αὐτῷ ὕλης ὑπαρχούσης πήγνυσι καὶ χειμῶνα ποιεῖ. διὸ λέγεται εἰ βορρᾶς πηλὸν καταλήψεται, αὐτίκα χειμών. ὁ δὲ πηλὸς καὶ ὅλως τὰ ὕδατα ὑπὸ τοῦ νότου ἢ μάλιστα ἢ πλειστάκις γίνεται.

Διὰ τί ἐπὶ μὲν τῷ νότῳ ταχὺς ὁ βορέας, ἐπὶ δὲ τούτῳ ὁ νότος οὐ ταχὺς ἐπιπίπτει; ἢ ὅτι τῷ μὲν ἐγγύθεν, τῷ δὲ πόρρωθεν ἡ ἄφιξις; ἡ γὰρ οἴκησις πρὸς βορέαν ἡμῶν.

Διὰ τί τὰ πνεύματα ψυχρά ἐστιν, ὄντα ἀπὸ τῆς τοῦ θερμοῦ συγκινήσεως; ἢ οὐ πάντως ἡ ὑπὸ τοῦ θερμοῦ κίνησις θερμὴ γίνεται, ἐὰν μὴ τρόπον τινὰ γίνηται; ἀλλ’ ἐὰν μὲν ἀθρόως ἐμπίπτῃ, καίει αὐτὸ τὸ ἀφιὲν θέρμῃ. ἐὰν δὲ διὰ στενοῦ καὶ κατὰ μικρόν, αὐτὴ μὲν θερμή, ὁ δὲ ὑπὸ τούτου κινούμενος ἀήρ, οἷος ἄν ποτε τυγχάνῃ προϋπάρχων, τοιαύτην καὶ τὴν κίνησιν ἀπετέλεσεν, ὥσπερ καὶ ἐπὶ τοῦ σώματος. φασὶ γὰρ ἐκ τοῦ αὐτοῦ θερμὸν καὶ ψυχρὸν ἡμᾶς πνεῖν, τοῦτο δὲ οὐκ ἀληθές, ἀλλὰ τὸ μὲν ἐξιὸν θερμὸν ἀεί. σημεῖον δὲ

τὸ ἐγγὺς προσαγαγόντι τοιοῦτον φαίνεσθαι. διαφέρει δὲ ἡ ἔκπτωσις αὐτοῦ. ἐὰν μὲν γὰρ διὰ πολλοῦ ἀφίωμεν χανόντες, θερμὸν φαίνεται διὰ τὸ αὐτοῦ αἰσθάνεσθαι, ἐὰν δὲ διὰ στενοῦ, σφοδρότερον γινόμενον ὠθεῖ τὸν πλησίον ἀέρα, κἀκεῖνος τὸν ἐχόμενον. ψυχροῦ δὲ ὄντος τοῦ ἀέρος καὶ ἡ κίνησις αὐτοῦ ψυχρὰ γίνεται. μήποτε δὲ καὶ ἐπὶ τῶν πνευμάτων τὸ αὐτὸ συμβαίνει, καὶ διὰ στενοῦ ἡ πρώτη κίνησις· εἶτ’ ἐκεῖνον μὲν διήνεγκεν, ἕτερος δὲ ἀὴρ ἐπιρρεῖ. διὸ καὶ τοῦ μὲν θέρους θερμά, τοῦ δὲ χειμῶνος ψυχρὰ τὰ πνεύματα, ὅτι ἐν ἑκατέρῳ τοιοῦτος ὁ ἀὴρ ὁ προϋπάρχων· ἐπεὶ ὅτι γε οὕτε αὐτὸς ὑφ’ ἑαυτοῦ κινούμενος ὁ ἀὴρ οὔτε ὑπὸ τοῦ θερμοῦ κρατούμενος φέρεται ταύτην τὴν φοράν, δῆλον οὐ μόνον τούτῳ ὅτι θερμαίνει τὰ πνεύματα πλείονος τοῦ θερμοῦ ἐνόντος, ἀλλὰ καὶ ἄνω ἐφέρετο. τὸ γὰρ πῦρ τοιοῦτον, τὸ δὲ ψυχρὸν κάτω πέφυκεν φέρεσθαι. τὰ δὲ πνεύματα πλάγια εἰκότως· ἐπεὶ γὰρ τὸ μὲν ἄνω, τὸ δὲ κάτω βιάζεται, καὶ οὐδέτερον κρατεῖ, μένειν δὲ οὐχ οἷόν τε, λοξὴν τὴν φορὰν εἰκότως γίνεσθαι.

Διὰ τί οἱ νότοι ἐν τῇ Λιβύῃ ψυχροί, ὥσπερ παρ’ ἡμῖν οἱ βορέαι; ἢ πρῶτον μὲν διὰ τὸ ἐγγυτέρω εἶναι ἡμῖν τε κἀκείνοις τὰς ἀρχὰς τῶν πνευμάτων. εἰ γάρ, ὥσπερ εἴπομεν, διὰ στενοῦ γίνεται τὰ πνεύματα, τοῖς ἐγγυτέρω ψυχρότερα ἔσται διὰ τὴν σφοδρότητα τῆς κινήσεως· εἰς γὰρ τὸ πόρρω προϊούσης διαχεῖται. διὸ καὶ παρ’ ἡμῖν οἱ βορέαι ψυχροί, ὅτι ἐγγυτέρω καὶ παντελῶς πρὸς τῇ ἄρκτῳ οἰκοῦμεν.

Διὰ τί οἱ νότοι οἱ ξηροὶ καὶ μὴ ὑδατώδεις πυρετώδεις. ἢ ὅτι ὑγρότητα θερμὴν ἀλλοτρίαν ἐμποιοῦσι τοῖς σώμασιν; εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει, τοῦτο δ’ ἐστὶ πυρετῶδες; ὁ γὰρ πυρετὸς ὑπ’ ἀμφοτέρων τούτων ἐστὶν ὑπερβολῆς. ὅταν

μὲν οὖν ὑπὸ τοῦ ἡλίου ἄνευ ὕδατος πνέωσιν, ταύτην τὴν τάξιν, ὅταν δὲ ἅμα τῷ ὕδατι, τὸ ὕδωρ καταψύχει.

Διὰ τί οἱ ἐτησίαι ταὐτὴν δὴ τὴν ὥραν ἀεὶ καὶ τοσοῦτοι πνέουσιν; καὶ διὰ τί ληγούσης τῆς ἡμέρας λήγουσι καὶ τῆς νυκτὸς οὐ πνέουσιν; ἢ τοῦτο μὲν διὰ τὸ τὴν χιόνα τηκομένην παύεσθαι ὑπὸ τοῦ ἡλίου πρὸς ἑσπέραν καὶ τὴν νύκτα; ὅλως δὲ πνέουσιν, ὅταν ὁ ἥλιος κρατεῖν καὶ λύειν ἄρξηται τὸν πρὸς βορέαν πάγον. ἀρχομένου μὲν οὖν οἱ πρόδρομοι, ἤδη δὲ λυομένου οἱ ἐτησίαι.