Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ἡ μὲν θάλαττα κάεται, τὸ δὲ ὕδωρ οὔ; ἢ κάεται μὲν κἀκεῖνο, ἡ δὲ θάλαττα ἧττον σβέννυσι τὸ πῦρ διὰ τὸ λιπαρωτέρα εἶναι; σημεῖον δὲ ὅτι λιπαρωτέρα· ἀπὸ γὰρ τῶν ἀλῶν ἔλαιον ἀφαιρεῖται. ἢ καὶ ἧττον δύνανται οἱ πόροι ἁρμόττειν τῷ πυρὶ διὰ τὸ παχύτεροι εἶναι, καὶ μᾶλλόν γε δή, ἅτε καὶ τῶν ἀλῶν ἐνυπαρχόντων; ὥσπερ οὖν τὸ ξηρὸν τοῦ ὑγροῦ ἧττον σβεστικόν, καὶ τὸ ξηρὸν μᾶλλον κατὰ λόγον καυστικόν ἐστιν καὶ ἕτερον ἑτέρου μᾶλλον, τῷ ἐγγυτέρω τοῦ θερμοῦ εἶναι, τὸ ξηρότερον δὲ τῇ θαλάττῃ· ἄμφω δὲ ταῦτα μᾶλλον ὑπάρχει.

Διὰ τί ἀπὸ μὲν τῆς θαλάττης οὐκ ἀποπνεῖ ἕωθεν ψυχρόν, ἀπὸ δὲ τῶν ποταμῶν; ἢ ὅτι ἡ μὲν θάλαττά ἐστιν ἐν ἀναπεπταμένοις τόποις, οἱ δὲ ποταμοὶ ἐν στενοῖς; ἡ μὲν οὖν ἀπὸ τῆς θαλάττης αὔρα εἰς πολὺν τόπον σκίδναται, ὥστε εἶναι ἀσθενής, ἡ δὲ ἀπὸ τῶν ποταμῶν ἀθρόως φέρεται καὶ μᾶλλον ἰσχύει, διὸ μᾶλλον εἰκότως φαίνεται ψυχρά. ἢ οὐ τοῦτό ἐστιν αἴτιον, ἀλλ’ οἱ μὲν ποταμοὶ ψυχροί εἰσιν, ἡ δὲ θάλαττα οὔτε θερμὴ οὔτε ψυχρά; γίνεται δὲ ἡ αὒρα καὶ ἡ ἀναπνοὴ θερμαινομένων ἢ ψυχομένων

τῶν ὑγρῶν· ὁπότερον γὰρ ἂν τούτων πάσχῃ, ἐξαεροῦται, ἐξαερουμένου δὲ τοῦ ὕδατος ὁ ἀὴρ ὁ γινόμενος φέρεται, ὅ ἐστιν αὔρα. τὸ μὲν οὖν ἀπὸ τῶν ψυχρῶν ψυχρὸν εἰκότως ἀποπνεῖ, τὸ δὲ ἀπὸ τῶν σφόδρα θερμῶν ἀποπνέον ψύχεται καὶ γίνεται ψυχρόν. τοὺς μὲν οὖν ποταμοὺς ψυχροὺς ἅπαντας εὕροι τις ἄν, ἡ δὲ θάλαττα οὔτε ψυχρὰ οὔτε θερμὴ σφόδρα ἐστίν, οὔτε οὖν τὸ ἀποπνέον ψυχρὸν ἀπ’ αὐτῆς ἐστί, διὰ τὸ μὴ ψυχρὰν εἶναι, οὔτε ψύχεται ταχύ, διὰ τὸ μὴ θερμὴν εἶναι σφόδρα.

Διὰ τί ἐν τοῖς μείζοσι πελάγεσι βραδύτερον καθίσταται κύματα ἢ ἐν τοῖς βραχέσιν; ἢ ὅτι ἐκ τῆς πολλῆς κινήσεως βραδύτερον καθίσταται πᾶν ἢ ἐκ τῆς ὀλίγης; ἐν δὲ τοῖς μεγάλοις πελάγεσι πλείων ἡ ἄμπωτις γίνεται ἢ ἐν τοῖς βραχέσιν. οὐθὲν οὗν ἄλογον τὸ πλεῖον βραδύτερον καθίστασθαι.

Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ ψυχρὸν μὲν οὐ πότιμον. θερμαινόμενον δὲ μᾶλλον γίνεται πότιμον, καὶ θερμὸν δὲ ὂν καὶ ἀποψυχόμενον; ἢ διότι εἰς τὸ ἐναντίον ἀπὸ τοῦ ἐναντίου πέφυκεν μεταβάλλειν; ἔστι δὲ τὸ πότιμον τῷ ἁλμυρῷ ἀντικείμενον· καὶ θερμαινομένου μὲν ἀφέψεται τὸ ἁλμυρόν, ψυχομένου δὲ ὑφίσταται.

Διὰ τί τὰ πρὸς τῇ θαλάττῃ ὡς ἐπὶ τὸ πολὺ ὕδατα γλυκέα ὕδατα] ἀλλ’ οὐχ ἁλμυρά; ἢ διὰ τὸ ποτιμώτερα διηθούμενα γίνεσθαι; διηθεῖται δὲ τὸ ἐγγύτερον τῆς θαλάττης μᾶλλον.

Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ οὐκ ἀπόρρυτόν ἐστιν; ἢ διότι τὸ μὲν βαρὺ στάσιμον; τὸ δὲ ἁλμυρὸν βαρύ· διὸ καὶ τὰ θερμὰ μόνα τῶν ἁλμυρῶν ὑδάτων ἀπόρρυτά ἐστιν. ἔχει

γὰρ κουφότητα ἐν αὑτοῖς, ἥ κρατεῖ τῆς κατὰ τὴν ἁλμυρίδα βαρύτητος· τὸ γὰρ θερμὸν κουφότερόν ἐστιν. ἔτι τὰ μὲν ἀπόρρυτα διηθεῖται διὰ τῆς γῆς· ἠθουμένων δὲ ἀεὶ μάλιστα ὑφίσταται τὸ παχύτατον καὶ βαρύτατον, ἐκκρίνεται δὲ τὸ κοῦφον καὶ καθαρόν· ἔστι γὰρ τὸ μὲν ἁλμυρὸν βαρύ, τὸ δὲ γλυκὺ κοῦφον. διόπερ ἐστὶ γλυκέα τὰ ἀπόρρυτα. τὸ δ’ αὐτὸ αἴτιόν ἐστι καὶ διὰ τί τὸ ἁλμυρὸν ὕδωρ κινούμενον καὶ μεταβάλλον γλυκύτερον γίνεται· κουφότερον γὰρ καὶ ἀσθενέστερον διὰ τὴν κίνησιν γίνεται.

Διὰ τί ἐν τῇ Λιβύῃ ἐὰν ὀρύξῃ τις παρὰ τὴν θάλατταν, τὸ πρῶτον πότιμον, εἶθ’ ἁλμυρὸν γίνεται ταχύ, ἐν δὲ τοῖς ἄλλοις τόποις ἧττον ποιεῖ τοῦτο; πότερον ὅτι τὸ μὲν πρῶτον τὸ ὑπάρχον ὕδωρ ἐν τῷ τόπῳ καὶ τὸ πεπεμμένον ὑπὸ τῆς γῆς ἐστιν, ὅταν δὲ χρονισθῇ, ἡ θάλαττα προσδιηθουμένῃ διὰ τὸ πρόσφατον εἶναι ποιεῖ ἁλμυρώτερον; ἐν δὲ τοῖς ἄλλοις ἢ οὐκ ἔχει ἢ πολὺ ὕδωρ διὰ τὸ μὴ ξηραίνεσθαι τὸν τόπον.

Διὰ τί τοὺς ἅλας θᾶττον τήκει τὸ ἁλμυρὸν ὕδωρ ἢ τὸ πότιμον; ἢ διότι τὸ μὲν τήκεσθαί ἐστι τὸ ὑπὸ τοῦ ὑγροῦ ἢ θερμοῦ εἰσιόντος διαιρεῖσθαι, ὥστε ὑγρὸν εἶναι; οὐ τήκει δὲ ἢ τὰ ὅλως μὴ δυνάμενα εἰσιέναι, ἢ τὰ οὕτως ὥστε μὴ θιγγάνειν. μόλις δὲ τήκει τὰ ῥᾳδίως διεξιόντα· τὰ δ’ ἐπιόντα βιαζόμενα, ταῦτα τάχιστα διαιρεῖ. οὐκ εἰσέρχεται δὲ τὰ λίαν μεγαλομερῆ· ὑπερέχει γὰρ τῶν πόρων. τὰ δὲ μικρομερέστερα διέρχεται οὐ ψαυόμενα. ἔστι δὲ τὸ μὲν πότιμον λεπτόν, τὸ δὲ ἁλμυρὸν παχύτερον, ὥστε τὸ μὲν ῥᾳδίως διὰ λεπτότητα διαδῦνον μόλις τήκει, τὸ δὲ εἰσέρχεται μέν, ἧττον δὲ διὰ τὸ μεγαλομερέστερον εἶναι διαιρεῖ, καὶ βιάζεται θᾶττον.

Διὰ τί τὸ ὕδωρ ἧττον φαίνεται λευκόν, ἐὰν κινῆται, οἷον καὶ ἡ φρίκη; διὸ καὶ Ὅμηρος ἀρχομένου φησὶ τοῦ

πνεύματος μελάνει δέ τε πόντος ὑπ’ αὐτοῦ. ἢ διὰ δύο αἰτίας, ἐγγύθεν μὲν τῆς ὄψεως οὔσης, διὰ τὸ διιέναι τὴν ὄψιν μᾶλλον ἠρεμοῦντος, κινουμένου δὲ μὴ εὐθυπορεῖν· τὸ δὲ διαφανὲς λευκὸν φαίνεται. δι’ οὗ γὰρ μὴ διέρχεται ἡ ὄψις, μέλαν φησὶν εἶναι. διὸ καὶ ὁ ἀὴρ πόρρωθεν μέλας φαίνεται, ὁ δὲ ἐγγὺς λευκός, καὶ θαλάττης τὸ μὲν ἐγγὺς λευκόν, τὸ δὲ πόρρωθεν κυανοῦν καὶ μέλαν. πόρρωθεν δέ, κινουμένης πως τῆς ὄψεως, καὶ τῷ διανακλᾶσθαι ἀθρόον τὴν ὄψιν, ἐὰν ἠρεμῇ πρὸς τὸ φῶς, κινουμένου δὲ μὴ δύνασθαι.

Διὰ τί ἐν τοῖς βαθέσι πελάγεσι τὸ κῦμα οὐκ ἐπιγελᾷ, ἀλλ’ ἐν τοῖς μικροῖς; πότερον ὅτι τὸ μικρὸν φερόμενον ὕδωρ διαιρεῖται ὑπὸ τοῦ ἀέρος μᾶλλον ἢ τὸ πολύ; διὸ θραύεται πατάξαν μᾶλλον. ἐν μὲν οὖν τῷ βαθεῖ πολὺ τὸ κινούμενον, ἐν δὲ τῷ βραχεῖ ὀλίγον.

Διὰ τί οἱ πρὸς νότον τόποι ἁλυκώτερα τὰ ὕδατα ἔχουσιν; ἢ διὰ τὸ τὴν θάλατταν ὑπὸ νότου ὠθεῖσθαι ὑπὸ τὴν γῆν κεράννυται;

Διὰ τί τῶν ὑδάτων τὸ ἁλμυρὸν ἐπὶ τῷ γλυκεῖ οἴνῳ μᾶλλον ἐπιπολάζει ἢ ἐπὶ τῷ αὐστηρῷ; πότερον ὅτι μᾶλλον ἔχει γῆν ὁ γλυκύς, ὥσπερ ἡ ἀσταφίς; ἢ ὅτι βαρύτερος καὶ γλισχρότερος ὁ γλυκύς, ὥσθ’ ἧττον μίγνυται, μὴ μιγνύμενος δὲ ἐφίσταται.

Διὰ τί ὅλως ἐφίσταται γεῶδες ὄν; ἡ γὰρ οἰκεία φορὰ κάτω. πότερον ὅτι μᾶλλον ἔχει γῆν ὁ γλυκύς; ἢ διὰ τὴν θερμότητα, καθάπερ οἱ ἅλες; ὅμοιον γὰρ ἐξανθήματι. ἢ

δι’ ἄλλην αἰτίαν; εἰ γὰρ οὐ διὰ τοῦτο καὶ ἐπὶ τῷ γλυκεῖ μᾶλλον, οὐκ ἄλογον· θερμότατος γάρ.

Διὰ τί τὰ κύματα πρότερον φοιτᾷ ἐνίοτε τῶν ἀνέμων; ἢ διότι καὶ τελευτᾷ ὕστερον; τὸ γὰρ πρῶτον πνεῦμα ὡσανεὶ προδιαλύεται τοῦ ὠσθέντος κύματος· ἀφικνεῖται δὲ οὐκ αὐτὸ τὸ πρῶτον ὠσθέν, ἀλλ’ ἀεὶ ἡ ὧσις γίνεται τοῦ ἐχομένου.