Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί αἱ ῥαφανῖδες αἱ λεπταὶ δριμύτεραι; ἢ ὅτι αἱ μείζους διὰ τὸν χρόνον πεπεμμέναι μᾶλλον;
Διὰ τί ἡ κάππαρις οὐκ ἐθέλει ῥᾳδίως ἐν τοῖς ἐργασίμοις γίνεσθαι χωρίοις (πολλοὶ γὰρ πεπείρανται καὶ ῥίζας μεταφέροντες καὶ σπέρματα καταβάλλοντες· ἐνιαχοῦ γὰρ λυσιτελεῖ μᾶλλον τῶν ῥόδων), ἀλλὰ φύεται μάλιστα ἐπὶ τῶν τάφων, ὅτι ἀβατώτατος ὁ τόπος ἐστίν. περὶ δὲ δὴ τούτου καὶ ὅσα ἄλλα τοιαῦτα, δεῖ λαβεῖν ὅτι οὐχ ἅπαντα ἐκ τῆς αὐτῆς ὕλης γίνεται οὐδ’ αὔξεται, ἀλλ’ ἔνια ἐξ ἄλλων φθορᾶς καὶ ἐξ ἀρχῆς γίνεται καὶ αὐξάνεται, οἷον οἱ φθεῖρες καὶ αἱ τρίχες ἐν τῷ σώματι διαφθειρομένης τῆς τροφῆς, καὶ ἀεὶ τὸ χεῖρον ἔχοντος. ὥσπερ οὖν καὶ τῶν ἐν σώματι ἔνια γίνεται ἐκ περιττώματος τροφῆς, τοῦτο δ’ ἐστὶν ἀπεψία, καὶ οὗ μὴ ἐδύνατο κρατῆσαι ἡ φύσις, τὰ μὲν προχειρότατα
εἰς κύστιν καὶ κοιλίαν ἀποκρίνεται, ἐξ ἐνίων δὲ ζῷα γίνεται, διὸ καὶ αὐξάνονται ταῦτα ἐν γήρᾳ καὶ νόσοις, οὕτως ἐν τῇ γῇ τὰ μὲν ἐκ πεπεμμένης τῆς τροφῆς γίνεται καὶ αὐξάνεται, τὰ δὲ ἐκ περιττωμάτων καὶ ἐναντίως ἐχόντων. ἡ δὲ γεωργία πέττει καὶ ἐνεργὸν ποιεῖ τὴν τροφήν· ἐξ ἧς συνίστανται οἱ ἥμεροι καρποί. ἅ μὲν οὖν ἐκ τοιαύτης γίνεται ἡμερότητος, ἥμερα καλεῖται διὰ τὸ ἀπὸ τέχνης ὠφελεῖσθαι ὥσπερ παιδευόμενα· ὅσα δὲ μὴ δύναται ἢ καὶ ἐξ ἐναντίως ἔχοντος συνίσταται, ταῦτα ἄγριά ἐστιν καὶ οὐκ ἐθέλει γίνεσθαι ἐν γεωργησίμῳ. ἡ γὰρ γεωργία φθείρει αὐτὰ παιδεύουσα· ἐκ γὰρ φθορᾶς γίνεται. ὧν καὶ ἡ κάππαρίς ἐστιν.Διὰ τί, ἐάν τις ῥαφανίδων, ὅταν μάλιστα ἀκμάζωσι τοῦ χειμῶνος, ἀποτεμὼν τὰ φύλλα περισάξῃ τὴν γῆν καὶ καταπατήσῃ ὥστε ἀποστέγειν τὸ ὕδωρ, αὗται ἐν τῷ θέρει γίνονται ἄπλετοι τὸ πάχος; ἢ ὅτι τοῦ μὲν μὴ φθείρεσθαι τὸ περισεσάχθαι αἴτιον, κωλῦον τὸ ὕδωρ σήπειν; ἡ δὲ τροφή, ἢν ἄνω ἀφίει εἰς τὸν βλαστόν, εἰσέρχεται εἰς αὐτήν, ὥστε ἀνάγκη αὐτὴν μείζω γίνεσθαι ἢ ἀφιέναι παραβλαστάνουσαν ἄλλας ῥίζας, ὥσπερ τὰ κρόμμυα; καὶ γὰρ ταῦτα, ἐὰν μή τις ἐκτίλῃ ἐπέτεια, ἀλλ’ ἐάσῃ τὸν χειμῶνα, πολλαπλάσια γίνεται. τὰ μὲν οὖν κρόμμυα τῶν παραβλαστανόντων ἐστίν, ἡ δὲ ῥάφανος οὔ, ὥστε ἀνάγκη αὐτὴν γίνεσθαι παχεῖαν διὰ τὸ πᾶσαν λαμβάνειν τὴν τροφήν.
Διὰ τί, ἐάν τις σικύους ἢ κολοκύνθας περὶ φρέαρ φυτεύσας, ὅταν ὡραῖοι ὦσι, καθεὶς εἰς τὸ φρέαρ ἀποστεγάσῃ, γίνονται δι’ ἔτους χλωροί; ἢ διότι ἥ τε ἀπὸ τοῦ ὕδατος ἀτμὶς ψύχουσα κωλύει ξηραίνεσθαι καὶ παρέχει θάλλοντα, καὶ τὸ ἀποστέγειν τούτους καὶ τὰ πνεύματα τρέφει τὰ ηὐξημένα; τοῦ δὲ διαμένειν αἴτιον τὸ ἔχειν τροφὴν ἐωμένων τῶν ῥιζῶν.
καὶ γὰρ ἐάν τις ἀφελὼν τὴν βλάστην, ὅταν καρποφορήσωσι, καὶ ἀποτεμὼν περισάξῃ καὶ καταπατήσῃ τὴν γῆν περὶ τὰς ῥίζας, πρωΐμους οἴσει σικύους, ὡς δυναμένων σώζεσθαι τῶν ῥιζῶν· οὐ γὰρ ἔσται σίκυος τῶν προετείων. θᾶττον δὲ αὐτοὶ τῶν σπειρομένων οἴσουσι καρπὸν διὰ τὸ πολὺ προϋπάρχειν τοῦ ἔργου τῇ φύσει τὰς ῥίζας, τοῖς δὲ σπειρομένοις δεῖν γίνεσθαι τοῦτο πρῶτον, ἐν ᾗ περισάξεις ἀλέαν ποιεῖν, ὥστε σώζεσθαι καὶ θᾶττον ἐνιέναι βλαστόν. διὸ καὶ ἐάν τις χειμῶνος φυτεύσῃ σπέρμα σικύου ἐν ταλαρίσκοις καὶ ἄρδηται θερμῷ καὶ εἰς τὸν ἥλιον ἐκφέρῃ καὶ παρὰ πυρὶ τιθῇ, πρώϊμοι σφόδρα ἔσονται, ἐὰν ὡς ἔχει ἐν τοῖς ταλάροις εἰς τὴν ἱκνουμένην ὥραν εἰς τὴν γῆν φυτεύσῃ.Διὰ τί ἀρδεύουσιν ἕωθεν ἢ νυκτὸς ἢ δείλης; πότερον ἵνα μὴ ὁ ἥλιος ἀναλώσῃ; ἢ ὅτι, ἐαν ᾖ θερμὸν τὸ ὕδωρ, διαφθείρει τὰ ἀρδόμενα;
Διὰ τί τὰ εὐώδη οὐρητικά, καὶ σπέρματα καὶ φυτά; ἢ ὅτι θερμὰ καὶ εὔπεπτα, τὰ δὲ τοιαῦτα οὐρητικά· ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδης, ἐπεὶ καὶ τὰ μὴ εὐώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι συντηκτικά. θερμὰ δὲ τὰ εὐώδη σπέρματα, διότι ὅλως ἡ ὀδμὴ διὰ θερμότητά τινα γίνεται· ἀλλὰ τὰ δυσώδη ἄπεπτά ἐστιν. δεῖ δὲ μὴ μόνον εἶναι θερμά, ἀλλὰ καὶ εὔπεπτα, εἰ ἔσται οὐρητικά, ὅπως συγκατιόντα λεπτύνῃ τὰ ὑγρά.
Διὰ τί θᾶττον ἐκκαυλεῖ τῶν λαχάνων τὰ ἐκ παλαιοτέρου σπέρματος, οἷον τριετοῦς ἢ διετοῦς, ἢ τὰ ἐκ τῶν προσφά των; ἢ ὅτι ὡς ἐπὶ τῶν ζῴων θᾶττον σπέρμα φέρει τὸ ἀκμάζον, οὕτω καὶ τῶν σπερμάτων τὰ μὲν λίαν παλαιὰ ἐξίκμασται τὴν δύναμιν, τὰ δὲ ἀσθενέστερα διὰ τὸ ἔτι ἔχειν περίττωμα μὴ οἰκεῖον, τὰ δὲ μέσα τῷ χρόνῳ ἰσχυρότατα
ἀπεληλυθότος τοῦ ὑγροῦ θᾶττον οὖν σπέρμα φέρει. τὸ δὲ ἐκκαυλεῖν τοῦτό ἐστιν· ἐκ γὰρ τοῦ καυλοῦ τὸ σπέρμα.Διὰ τί πήγανον κάλλιστον καὶ πλεῖστον γίνεται ἐάν τις ἐκφυτεύσῃ εἰς συκῆν; ἐκφυτεύεται δὲ περὶ τὸν φλοιὸν καὶ περιπλάττεται πηλῷ. ἢ ὅτι θερμότητος δέονται αἱ ῥίζαι τοῦ πηγάνου καὶ ἀλέας (διὸ καὶ τὴν τέφραν ἐάν τις περιβάλλῃ, ὀνίνανται), ἡ δὲ συκῆ θερμή ἐστιν. δηλοῖ δὲ καὶ ὁ ὀπὸς πάντων δριμύτατος ὤν, καὶ ὁ πολὺς καπνός. ἔχει οὗν τοιαύτην θερμότητα καὶ ἰκμάδα οἵαν καὶ ἡ τέφρα, ὥστε εἰ ἐκείνη ὀνίνησιν, ἀναγκαῖον καὶ ἐκ τῇ συκῇ μάλιστα εὐσθενεῖν, ὅσῳ ἡ μὲν τέφρα οὐκ ἐπιρρεῖ, τὸ δ’ ἀπὸ τῆς συκῆς ἀεὶ ἐπιρρεῖ, οὐκ ἀναλισκομένου τοῦ ὑγροῦ τῇ συκῇ.
Διὰ τί ἔνια τῶν φυτῶν ἀεὶ κενὸν φέρει τὸν καυλόν; ἢ ὧν ἀνάγκη ἄλλο φύειν;
Διὰ τί ἐν τῇ Ἀττικῇ οἱ μὲν ἄλλοι καρποὶ γλυκύτατοι γίνονται, τὸ δὲ θύμον δριμύτατον; καίτοι καὶ τοῦτο καρπός τίς ἐστιν... ὥστε οὐ πολὺ ὑγρὸν τὰ φυόμενα ἔχει. ὅσα μὲν οὖν φύσει γλυκέα ἐστὶν διὰ μετριότητα τοῦ ἐνυπάρχοντος ὑγροῦ, ὅταν ἀπάγῃ ὁ ἥλιος τὸ πλεῖστον, τὸ ὑπολειπόμενον ῥᾳδίως πέττεται· τὸ γὰρ πολὺ ἔργον πεπάνθαι, τὸ δὲ μέτριον ῥᾷον. ὥστε γίνονται οἱ φύσει γλυκεῖς γλυκύτεροι ἐν δὲ τοῖς φύσει ξηροῖς τε καὶ μὴ γλυκέσι καρποῖς λείπεται δι’ ὀλιγότητα τὸ οἰκεῖον, τοῦτο δ’ ἐστὶν ἥκιστα γλυκύ·
ἀφαιρεῖται γὰρ ὁ ἥλιος τὸ γλυκύτατον καὶ κουφότατον· οὗτοι δὴ οὐκ ἔχουσι περιττὸν ὥσπερ οἱ ἄλλοι καρποί.