Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί ἡ φωνὴ ὕστατον τελειοῦται τοῖς ἀνθρώποις τῶν φθεγγομένων; ἢ διότι πλείστας ἔχει διαφορὰς καὶ εἴδη; τὰ γὰρ ἄλλα ζῷα ἢ οὐθὲν γράμμα ἢ ὀλίγα διαλέγονται. τὸ δὲ ποικιλώτατον καὶ πλείστας ἔχον διαφορὰς ἀνάγκη ἐν πλείστῳ χρόνῳ ἀποτελεῖσθαι.
Διὰ τί ἡ μὲν ὄψις οὐ διέρχεται διὰ τῶν στερεῶν, ἡ δὲ φωνὴ διέρχεται; ἢ ὅτι τῆς μὲν ὄψεως μία φορὰ ἡ κατ’ εὐθεῖαν (σημεῖον δὲ αἵ τε τοῦ ἡλίου ἀκτῖνες, καὶ ὅτι ἐξ ἐναντίας μόνον ὁρῶμεν), τῆς δὲ φωνῆς πολλαί; ἀκούομεν γὰρ πανταχόθεν. ὅταν οὖν κωλυθῇ κατ’ εὐθεῖαν ἐκπίπτειν διὰ τὸ μὴ κατ’ ἀλλήλους εἶναι τοὺς πόρους, ἀδυνατεῖ διορᾶν. ὁ δὲ ἀὴρ καὶ ἡ φωνή, ἅτε πανταχοῦ φερομένη, διὰ παντὸς διαπίπτει καὶ ἀκούεται. ἐν δὲ τοῖς ὑγροῖς αἱ μὲν ὄψεις διορῶσιν, αἱ δὲ φωναὶ οὐκ ἀκούονται ἢ μόλις, λεπτοτέρου ὄντος τοῦ ὑγροῦ ἢ τῆς γῆς, ὅτι οἱ πόροι μικροὶ καὶ πυκνοὶ καὶ κατ’ ἀλλήλους, ὥστε οὐ κωλύεται ἡ ὄψις εὐθυπορεῖν. διὰ τοῦτο καὶ διὰ μὲν τῆς ὑέλου διορᾶται πυκνῆς
οὔσης, διὰ δὲ τοῦ νάρθηκος ἀραιοῦ ὄντος οὐ διορᾶται. ἔτι τῆς μὲν οἱ πόροι κατάλληλοι, τοῦ δὲ παραλλάττοντες· οὐθὲν δ′ ὄφελος εἶναι μεγάλους, ἐὰν μὴ κατ’ εὐθεῖαν ὦσιν. ἡ δὲ φωνὴ οὐκ ἀκούεται, ὅτι ἐλάττω τὰ διάκενα τὰ ἐν τῷ ὕδατι τοῦ ἀέρος, ὥστε οὐ δύναται δέχεσθαι, οὐδὲ διιέναι τὴν φωνήν ἀλλ’ ἢ μόλις [ἢ μετὰ φωνῆς]. ἡ γὰρ φωνὴ ἀήρ τις. οὐ γὰρ ἅπαν τὸ μανότερον διιτικώτερον, ἂν μὴ καὶ οἱ πόροι ὦσιν ἁρμόττοντες τῷ διιόντι, ὥστ’ οὐδὲ συνιτικώτερον εἰς αὑτό, ἂν μὴ δεκτικοὶ ὦσιν οἱ πόροι τῶν σωμάτων. καίτοι τὸ μανὸν μαλακὸν καὶ δυνάμενον εἰς αὑτὸ συνιέναι. ἀλλ’ ἔνια κωλύεται διὰ τὴν μικρότητα τῶν πόρων, οἷον ἡ ὕελος· ταύτης γὰρ οὐ συνάγονται, μανοτέρας οὔσης τοῦ νάρθηκος, διὰ τὴν εἰρημένην αἰτίαν. ὁμοίως δὲ καὶ τὸ ὕδωρ καὶ εἴ τι ἄλλο τοιοῦτον· ὥστε καὶ τόδε φανερόν, διότι τοῦ μανοῦ καὶ μαλακοῦ ἢ ταὐτοῦ ὄντος ἢ παραπλησίου τὴν φύσιν, οὐ τὸ μανότερον μᾶλλον συνάγεται εἰς αὑτό· ἡ γὰρ αὐτὴ αἰτία πάντων.