Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί οἱ κλαίοντες ὀξὺ φθέγγονται, οἱ δὲ γελῶντες βαρύ; ἢ ὅτι οἱ μὲν κλαίοντες συντείνοντες καὶ συνάγοντες τὸ στόμα φωνοῦσιν; τῇ τε δὴ συντονίᾳ κινεῖται ταχὺ ὁ ἐν αὐτοῖς ἀὴρ, καὶ τῷ διὰ στενοῦ τοῦ στόματος φέρεσθαι θᾶττον φέρεται· δι’ ἄμφω οὖν ὀξεῖα γίνεται ἡ φωνή. οἱ δὲ γελῶντες ἀνέντες τὸν τόνον γελῶσι καὶ κεχηνότες. ἐκπέμποντες οὖν διὰ τοῦτ’ εὐρέως καὶ βραδέως τὸν ἀέρα εἰκότως βαρυφωνοῦσιν.

Διὰ τί οἱ ἄγονοι, οἷον παῖδες, γυναῖκες, καὶ οἱ ἤδη γέροντες καὶ οἱ εὐνοῦχοι, ὀξὺ φθέγγονται, οἱ δὲ ἄνδρες βαρύ; ἢ καθάπερ ἡ γραμμὴ καὶ τὰ ἄλλα λεπτὰ ἓν διάστημα ἔχει, τὰ δὲ παχέα πλείω, οὕτω καὶ ἡ λεπτὴ φωνὴ ἓν ἂν ἔχοι διάστημα. ῥᾷον δὲ καὶ ποιῆσαι καὶ κινῆσαι ἐστὶν ἓν ἢ πλείω. ἐχόντων οὖν τῶν προειρημένων πνεῦμα ἀσθενές, κινεῖ αὐτῷ ἀέρα ὀλίγον. ἐλάχιστος δέ ἐστιν ὁ ἓν διάστημα ἔχων, ὃς ἔσται λεπτὸς διὰ τὰ προειρημένα. καὶ ἡ ἀπ’ αὐτοῦ φωνὴ γινομένη τοιαύτη· ἡ δὲ λεπτὴ φωνὴ ὀξεῖά ἐστιν. οἱ μὲν οὖν ἄγονοι διὰ ταῦτα ὀξύφωνοί εἰσιν· οἱ δὲ ἄνδρες ἰσχύοντες τῷ πνεύματι πολὺν ἀέρα κινοῦσι, πολὺς δὲ ὢν βραδέως ἂν κινοῖτο καὶ βαρεῖαν φωνὴν ποιεῖ. ἐποίει γὰρ ἥ τε λεπτὴ καὶ ἡ ταχεῖα κίνησις ὀξεῖαν φωνήν, ὧν οὐδέτερον ἐπὶ τοῦ ἀνδρὸς συμβαίνει γίνεσθαι.

Διὰ τί αἱ φωναὶ βαρύτεραι ἡμῖν εἰσὶ τοῦ χειμῶνος; ἢ ὅτι παχύτερος ὁ ἀήρ ἐστι τότε, καὶ ὁ ἐν ἡμῖν καὶ ὁ ἐκτός; παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις γίνεται, ὥστε ἡ φωνὴ βαρυτέρα. ἔτι ὑπνωτικώτεροί ἐσμεν τοῦ χειμῶνος ἢ τοῦ θέρους, καὶ καθεύδομεν πλείω χρόνον· ἐκ δὲ τῶν ὕπνων βαρύτεροί ἐσμεν. ἐν ᾧ οὖν πλείονα χρόνον καθεύδομεν ἢ ἐγρηγόραμεν (οὗτος δέ ἐστιν ὁ χειμών), ἐν τούτῳ ἂν εἴημεν βαρυφωνότεροι ἢ ἐν ιὧ τοὐναντίον. τοῦ γὰρ μεταξὺ τῆς ἐγέρσεως ὄντος ὀλίγου χρόνου, ἡ ἐν τῷ ὕπνῳ ἕξις γινομένη διαμένει πρὸς τὴν καθύπνωσιν.

Διὰ τί ἐκ τῶν πότων καὶ τῶν ἐμέτων καὶ ἐν τοῖς ψύχεσι

βαρύτερον φθέγγονται; ἢ διὰ τὴν ἔμφραξιν τοῦ φάρυγγος τὴν γινομένην ὑπὸ τοῦ φλέγματος; ἐπικατασπᾷ γὰρ ῥευμάτιον εἰς αὐτόν· καὶ τοῖς μὲν ὁ ἔμετος ἢ ὁ πότος, τοῖς δὲ ἡ ὥρα καὶ τὸ συμπλήρωμα στενώτερον ποιεῖ τὸν φάρυγγα, ὥστε βραδυτέρα γίνεται ἡ φορὰ τοῦ πνεύματος. ἡ δὲ βραδεῖα φορὰ καὶ βαρεῖαν ποιεῖ φωνήν.

Διὰ τί ἐγγύθεν μὲν ἡ βαρυτέρα μᾶλλον ἐξακούεται, πόρρωθεν δὲ ἧττον; ἢ διότι ἡ βαρυτέρα φωνὴ πλείω μὲν ἀέρα κινεῖ, οὐκ εἰς μῆκος δέ; πόρρωθεν μὲν οὖν ἧττον ἀκούομεν, διότι ἐπ’ ἔλαττον κινεῖται, ἐγγύθεν δὲ μᾶλλον, διότι πλείων ἡμῖν ἀὴρ πρὸς τὸ αἰσθητήριον προσπίπτει. ἡ δὲ ὀξεῖα πόρρω ἀκούεται, ὅτι λεπτοτέρα ἐστί, τὸ δὲ λεπτὸν τὴν εἰς μῆκος αὔξησιν ἔχει. λέγοι δ’ ἄν τις ὅτι καὶ θάττων ἐστὶν ἡ ποιοῦσα αὐτὴν κίνησις. εἴη δ’ ἂν τοῦτο, εἰ πυκνὸν μὲν στενὸν δ’ εἴη τὸ κινοῦν πνεῦμα τὸν ἀέρα. ὅ τε γὰρ ὀλίγος εὐκινητότερός ἐστιν ἀήρ (κινεῖται γὰρ ὀλίγος ὑπὸ τοῦ στενοῦ), καὶ τὸ πυκνὸν πλείους πληγὰς ποιεῖ, ἃ τὸν ψόφον ποιοῦσιν. ἰδεῖν δ’ ἔστι τοῦτο ἐπὶ τῶν ὀργάνων· αἱ γὰρ λεπτότεραι χορδαὶ ὀξύτεραί εἰσι, τῶν ἄλλων τῶν αὐτῶν ὑπαρχόντων αὐταῖς.

Διὰ τί ἡ φωνὴ ὀξυτέρα φαίνεται τοῖς μακροτέραν ἀφεστηκόσι, τοῦ ὀξέος ὄντος ἐν τῷ ταχέως φέρεσθαι; τὸ δὲ μακρότερον φερόμενον βραδύτερον κινεῖται. ἢ ὅτι ἡ ὀξύτης τῆς φωνῆς οὐ μόνον ἐστὶν ἐν τῷ ταχέως κινεῖσθαι, ἀλλὰ καὶ ἐν τῷ λεπτότατον ψόφον γίνεσθαι· τοῖς δὲ μακροτέραν ἀφεστηκόσιν ἀεὶ λεπτοτέρα ἡ φωνὴ ἀφικνεῖται διὰ τὴν ὀλιγότητα τοῦ ἀέρος τοῦ κινουμένου. μαραίνεται γὰρ ἡ κίνησις, μαραινόμενος δὲ ὁ ἀριθμὸς μὲν εἰς τὸ ἓν τελευτᾷ,

σῶμα δὲ εἰς διάστημα ἕν. ὅ ἐστιν ἐν σώματι λεπτότης. ὁμοίως δὲ καὶ ἐν φωνῇ.

Διὰ τί καὶ οἱ γεγυμνασμένοι καὶ οἱ ἀσθενεῖς ὀξὺ φθέγγονται; ἢ ὅτι οἱ μὲν ἀσθενεῖς ὀλίγον ἀέρα κινοῦσιν, ὁ δὲ ὀλίγος τοῦ πλείονος θᾶττον φέρεται· οἱ δὲ γεγυμνασμένοι ἰσχυρῶς κινοῦσι τὸν ἀέρα, ὁ δὲ ἰσχυρῶς κινούμενος ἀὴρ θᾶττον φέρεται. τὸ δὲ ταχὺ ἐν φορᾷ ἐν φωνῇ ὀξύ ἐστιν.