Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ὁ ἄνθρωπος χαίτην οὐκ ἔχει; ἢ διότι πώγωνα ἔχει, ὥστε ἡ ἐκεῖ ἀπελθοῦσα τροφὴ τῆς τοιαύτης περιττώσεως εἰς τὰς σιαγόνας ἔρχεται;

Διὰ τί πάντα τὰ ζῷα ἀρτίους τοὺς πόδας ἔχει; ἢ ὅτι οὐκ ἐνδέχεται κινεῖσθαι μὴ ἑστηκότος τινός, ἂν μὴ ἅλληται; ἐπεὶ τοίνυν ἐκ δυοῖν τινοῖν κίνησιν ἀνάγκη τῇ πορείᾳ εἶναι, ἔκ τε κινήσεως καὶ στάσεως, ταῦτα δὲ δύο καὶ ἄρτια ἤδη. καὶ τετράποδα, διότι πλείους· τοὺς μὲν γὰρ δύο κινεῖ, οἱ δὲ δύο ἑστήκασι, καὶ οἱ ἕξ· καὶ τὰ ἄλλα δὲ δύο ἔτι· τούτων δὲ τὸ μὲν κινεῖται, τὸ δὲ ἕστηκεν.

Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ; ἢ διότι τοῖς μὲν ἄλλοις ζῴοις ἐστὶ τὸ δέρμα μέρος τῆς σαρκός, ἀνθρώπῳ δὲ καθάπερ πάθος σαρκός; δοκεῖ γὰρ αὐτοῖς τὸ ἐπιπολῆς καταψυχόμενον στερεώτερον γίνεσθαι, καθάπερ τῶν ἑφθῶν ἀλεύρων αἱ γραῖαι καλούμεναι. ἐπεὶ οὖν κἀκεῖναί εἰσιν ἄλευρον ἑφθόν, καὶ τὸ τοῦ ἀνθρώπου καλούμενον δέρμα σὰρξ ἂν εἴη τραυματισθέντος δὲ ἢ τριβέντος ἀνθρώπου μὲν τὴν σάρκα συμβαίνει πυκνοῦσθαι· διὸ ἠλλοιωμένης τῆς ἐπιπολῆς σαρκὸς οὐ τὴν αὐτὴν φύσιν λαμβάνει τὰ τραύματα ἧπερ καὶ ἐκ γενετῆς· ἀλλοιωθείσης δ’ αὐτῆς μὴ γίνεσθαι ἔτι τὸ ἐξ αὐτῆς οὐθὲν ἄτοπον, καθάπερ καὶ ἐκ τῶν ἀλωπεκιῶν καλουμένων· καὶ γὰρ αὗται τῆς ἐπιπολῆς σαρκὸς φθοραὶ καὶ ἀλλοιώσεις εἰσίν. τῶν δὲ ὑποζυγίων τριβέντων καὶ ὑγιαζομένων πάλιν ἀναπληροῦται τὰ νενοσηκότα μέρη τοῦ σώματος τῶν αὐτῶν μέν, ἀσθενεστέρων δ’ ἢ ἐξ ἀρχῆς ἦν. ἐπεὶ δ’ ἐστὶ καὶ τὸ δέρμα μέρος αὐτῶν, γίνοιντό τε ἂν καὶ φύοιντο τρίχες (ἐκ δέρματος γὰρ φύονται τρίχες), λευκαὶ δὲ φύονται διὰ τὸ τὸ δέρμα ἀσθενέστερον γεγονέναι τοῦ ἐξ ἀρχῆς, καὶ τὴν λευκὴν ἀσθενεστάτην εἶναι τρίχα.

Διὰ τί ἐν μὲν τοῖς ἄλλοις ζῴοις διαμένει ὁμοίως τὰ δίδυμα, θήλεος καὶ ἄρσενος ὄντος, ἐν δὲ τοῖς ἀνθρώποις οὔ; ἢ διότι τούτῳ ἀσθενῆ μάλιστα τὰ δίδυμα· μονοτόκον γάρ ἐστιν. ἐν δὲ τοῖς διδύμοις παρὰ φύσιν τὸ θῆλυ γίνεσθαι καὶ ἄρρεν, ὥστε ὃ μάλιστά ἐστι παρὰ φύσιν, τοῦτο καὶ ἀσθενέστατον.

Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ; ἢ διότι ἡ οὐλὴ κωλύει διὰ τὴν πύκνωσιν ἢ διὰ τὸ φθείρειν τὴν τροφήν; τοῖς μὲν οὖν ἀνθρώποις παντελῶς κωλύει διὰ τὴν ἀσθένειαν τῆς τριχός, τοῖς δὲ ἵπποις οὐκ ἐκώλυσεν, διέφθειρε δέ.

Διὰ τί τοῖς ζῴοις ἄρτιοι πόδες; ἢ ὅτι παντὸς μὲν τοῦ κινουμένου ἀνάγκη τι ἠρεμεῖν, συνέβαινεν δὲ περιττῶν ὄντων μὴ γίνεσθαι τοῦτο· ὅπερ κατὰ τὴν ἀντιστοιχίαν τῶν ποδῶν ἦν ἡ κίνησις.

Διὰ τί ἐλάττω χρόνον τὰ ζῷα καθεύδει ἢ ἐγρήγορεν, οὐ συνεχῶς δέ; ἢ διὰ τὸ μὴ ἅμα πᾶσαν πέττεσθαι τὴν περίττωσιν; ἀλλ’ ὅταν τι πεφθῇ, κουφισθὲν διεγείρεται. καὶ πλεονάκις δ’ ἐγείρονται, ὅσοις ψυχρὸς ὁ τόπος ὁ πέττων ἐστὶν τὴν περίττωσιν· ταχὺ γὰρ παύεται καὶ πολλάκις, ἡ δὲ διάπαυσις ἔγερσίς ἐστιν. ἡδὺ δέ, οὐδὲ εἰκός, διὰ τὸ ἀνάπαυσιν εἶναι φαίνεται. ἀλλ’ οὐδ’ ἐνταῦθα πλείω χρόνον ἡ ἀνάπαυσις γίνεται τῶν κατὰ φύσιν ἔργων· οὐδ’ εἰ τὸ ἐσθίειν ἥδιον τοῦ μή, ὅμως πλείω χρόνον ἐσθίουσιν ἢ ἀσιτοῦσιν.

Διὰ τί τῶν ζῴων τὰ μὲν εὐθὺς ἀκολουθεῖ τοῖς γεννήσασι, τὰ δ’ ὀψέ, οἷον ἄνθρωπος, ἢ μόλις, ἢ οὐδέποτε; ἢ διότι τὰ μὲν ταχὺ ἀπολαμβάνει τὸ γνωρίζειν, τὰ δ’ ὀψέ; καὶ τὰ μὲν ἀναίσθητα τοῦ ὠφελοῦντος, τὰ δὲ ἔχει αἴσθησιν. ὅσα μὲν οὖν ἄμφω ἔχει ταῦτα (λέγω δ’ οἷον καὶ αἴσθησιν

τοῦ ὠφελοῦντος καὶ ἐπιτέλεσιν τοῦ σώματος), ἀκολουθεῖ, τὰ δὲ μὴ ἄμφω οὐ ποιεῖ τοῦτο· δεῖ γὰρ δύνασθαι καὶ διαισθάνεσθαι.

Διὰ τί λεύκη οὐ γίνεται τοῖς ἄλλοις ζῴοις; πότερον ὅτι τοῖς μὲν ἄλλοις νόσημα, τοῖς δὲ ἀνθρώποις γίνεται διάλευκα τὰ δέρματα καὶ αἱ τρίχες αὐτῶν; ἀλλ’ ὅμως ἀπορήσειεν ἄν τις διὰ τί ὕστερον οὐ γίνεται, ἀλλ’ ἐκ γενετῆς ἡ ποικιλία. ἢ ὅτι τὰ δέρματα τῶν ἄλλων ζῴων σκληρά, ἄνθρωπος δὲ φύσει λεπτοδερμότατον; ἡ δὲ λεύκη πνεύματός ἐστιν ἔκκρισις, ὃ κωλύεται διὰ τὴν πυκνότητα ἐξιέναι τοῖς ἄλλοις ζῴοις τοῦ δέρματος.

Διὰ τί δὲ ἐν μὲν τῇ λεύκῃ πολιαὶ γίνονται, ὅπου δὲ πολιαί, οὐκ ἀεὶ λεύκη; ἢ διότι αἱ τρίχες ἐκ τοῦ δέρματός εἰσιν, ἡ δὲ πολιὰ ὥσπερ σαπρότης τις τῶν τριχῶν ἐστιν. ὅταν μὲν οὖν τὸ δέρμα κάμνῃ, ἀνάγκη καὶ τὴν τρίχα ἐξ ἐκείνου οὖσαν κάμνειν· ὅταν δὲ ἡ θρίξ, οὐκ ἀνάγκη τὸ δέρμα.

Διὰ τί τῶν ζῴων τὰ μὲν χαλεπά ἐστι μετὰ τὸν τόκον, οἷον κύων καὶ ὗς, τὰ δὲ οὐδὲν ἐπιδήλως, οἷον γυνή, πρόβατον; ἢ ὅτι ὅσα μὲν περιττωματικὰ πραέα; ἀπέρχεται γὰρ ἐν τῷ τόκῳ τὰ λυποῦντα. ὅσοις δὲ ἀπὸ τῶν εὖ ἐχόντων γίνεται ἡ ἀφαίρεσις, ...ὥστε ἡ ἰσχνότης ποιεῖ διὰ τὴν ἕξιν τὴν ὀργήν, ὥσπερ καὶ αἱ ἀλεκτορίδες οὐ τεκοῦσαι χαλεπαί, ἀλλ’ ἐπῳάζουσαι, διὰ τὴν ἀσιτίαν.

Διὰ τί οἱ εὐνοῦχοι τὰ μὲν ἄλλα εἰς τὸ θῆλυ διαφθειρόμενοι μεταβάλλουσιν· καὶ γὰρ φωνὴν θηλυκὴν ἴσχουσιν καὶ ὀξύτητα καὶ ἀναρθρίαν, καὶ οὕτω σφόδρα μεταπίπτουσιν ὡς καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰ ἐκτεμνόμενα. ἐναντίως δ’ οἱ ταῦροι καὶ οἱ κριοὶ τὰ κέρατα ἴσχουσι, διότι καὶ τὰ θήλεα ἐναντίως αὐτῶν ἔχει. διὸ οἱ μὲν μείζω ἐκτεμνόμενοι ἴσχουσιν, οἱ δὲ ἐλάττω. τὸ δὲ μέγεθος μόνον οἱ εὐνοῦχοι εἰς τὸ ἄρρεν μεταβάλλουσιν· μείζους γὰρ γίνονται. ἔστι δὲ τοῦτο τοῦ ἄρρενος· τὰ γὰρ θήλεα ἐλάττω ἐστὶ τῶν ἀρρένων. ἢ οὐδὲ τοῦτο εἰς τὸ ἄρρεν, ἀλλ’ εἰς τὸ θῆλυ; οὐ γὰρ εἰς πᾶν τὸ μέγεθος, ἀλλ’ εἰς τὸ μῆκος μόνον, τὸ δὲ ἄρρεν καὶ εἰς πλάτος καὶ εἰς βάθος· τότε γὰρ τετελείωται. ἔτι δὲ ὡς ἔχει τὸ θῆλυ πρὸς τὸ ἄρρεν, οὕτως αὐτοῦ τοῦ θήλεος ἡ παρθένος πρὸς τὴν γυναῖκα· ἡ μὲν γὰρ ἤδη γενναία, ἡ δὲ οὔ. εἰς τὴν τούτων οὖν μεταβάλλει· ἐπὶ μῆκος γὰρ ταύταις ἡ αὔξησις. διὸ καὶ Ὅμηρος εὖ τὸ μῆκος δ’ ἔπορ’ Ἄρτεμις ἁγνή, ὡς διὰ τὴν παρθενίαν, ὅ εἶχε, δυναμένης δοῦναι. οὔκουν εἰς τὸ ἄρρεν κατὰ τὸ μέγεθος μεταβάλλει. οὐ γὰρ εἰς τὸ τέλειον μεταβάλλει. οἱ δὲ εὐνοῦχοι εἰς μέγεθος τὸ μῆκος ἐπιδιδόασιν.

Διὰ τί οἱ εὐνοῦχοι ἢ ὅλως οὐκ ἴσχουσιν ἢ ἧττον ἰξίας; ἢ ὅτι μεταβάλλουσι τὴν φύσιν ἐν τῇ ἐκτμήσει εἰς τὰ ἄγονα; τοιαῦτα δὲ παῖς καὶ γυνή, ὧν οὐδέτερον ἴσχει ἰξίας, εἰ μή τι σπάνιον γυνή.

Διὰ τί μᾶλλον ἄνθρωπος πολλὰς φωνὰς ἀφίησιν, τὰ δὲ ἄλλα μίαν, ἀδιάφορα ὄντα τῷ εἴδει; καὶ τοῦ ἀνθρώπου μία φωνή, ἀλλὰ διάλεκτοι πολλαί.

Διὰ τί δὲ αὕτη ἄλλη, τοῖς δὲ ἄλλοις οὔ; ἢ ὅτι οἱ μὲν ἄνθρωποι γράμματα πολλὰ φθέγγονται, τῶν δὲ ἄλλων τὰ

μὲν οὐδέν, ἔνια δὲ δύο ἢ τρία τῶν ἀφώνων; ταῦτα δὲ ποιεῖ μετὰ τῶν φωνηέντων τὴν διάλεκτον. ἔστι δὲ ὁ λόγος οὐ τὸ τῇ φωνῇ σημαίνειν, ἀλλὰ τοῖς πάθεσιν αὐτῆς, καὶ μὴ ὅτι ἀλγεῖ ἢ χαίρει. τὰ δὲ γράμματα πάθη ἐστὶ τῆς φωνῆς. ὁμοίως δὲ οἵ τε παῖδες καὶ τὰ θηρία δηλοῦσιν· οὐ γάρ πω οὐδὲ τὰ παιδία φθέγγονται τὰ γράμματα.

Διὰ τί μόνον τῶν ἄλλων ζῴων ἄνθρωπος γίνεται ἰσχνόφωνον; πότερον ὅτι καὶ ἐνεόν, ἡ δὲ ἰσχνοφωνία ἐνεότης ἐστίν; ἀλλὰ δὴ καὶ οὐδ’ ὅλως πεπλήρωται τοῦτο τὸ μόριον. ἢ ὅτι κοινωνεῖ μᾶλλον λόγου, τὰ δ’ ἄλλα φωνῆς; ἔστι δὲ ἡ ἰσχνοφωνία οὐ κατὰ τὸ ὄνομα ἓν ἢ οὐδὲ συνεχῶς διεξιέναι.

Διὰ τί ἄνθρωπος γίνεται ἐκ γενετῆς χωλὸς μάλιστα τῶν ἄλλων ζῴων; πότερον ὅτι ἰσχυρὰ τῶν ἄλλων ἐστὶ σκέλη τῶν ζῴων; ὀστώδη γὰρ καὶ νευρώδη καὶ τετράποδα καὶ οἱ ὄρνιθες ἔχουσιν, οἱ δὲ ἄνθρωποι σαρκώδη· διὰ τὴν ἁπαλότητα οὖν θᾶττον πηροῦνται ἐν τῇ κινήσει. ἢ διότι μόνον τῶν ζῴων πολλοὺς ἔχει χρόνους τῆς γενέσεως; καὶ γὰρ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ δεκάμηνα γίνεται. τοῖς δ’ ἄλλοις εἷς χρόνος τῆς τελειώσεως γέγονεν οὐ διατρίψας· τοῖς δ’ ἀνθρώποις πολὺς ὁ χρόνος γίνεται τῆς ἐν πλήθει διατριβῆς, ὥστε κινουμένων διὰ τὸ ἁπαλὰ εἶναι καὶ θραύεται τὰ ἀκρωτήρια ἐν τῷ πλείονι χρόνῳ πλείω.

Διὰ τί οἱ εὐνοῦχοι ἑλκώδεις τὰς κνήμας ἴσχουσι καὶ σαπράς; πότερον ὅτι καὶ αἱ γυναῖκες, οἱ δ’ εὐνοῦχοι γυναικικοί; ἢ τοῦτο μὲν συμβέβηκεν, αἴτιον δὲ καὶ ταῖς γυναιξὶν ὅτι ἡ θερμότης κάτω ὁρμᾷ. δηλοῖ δὲ τὰ γυναικεῖα. διὸ οὐδὲ οἱ εὐνοῦχοι οὐδὲ γυναῖκες δασεῖς γίνονται, διὰ πολλὴν ὑγρότητα.

Διὰ τί τῶν ζῴων οὐθὲν λιθιᾷ ἀλλ’ ἢ ἄνθρωπος; ἢ ὅτι τῶν μὲν ὑποζυγίων καὶ τῶν πολυωνύχων οἱ πόροι τῆς κύστεως εὐρεῖς εἰσίν; ὅσα δὲ μὴ τὸ πρῶτον, ὕστερον δὲ ζῳοτοκεῖ ἐν αὐτοῖς, οἷον ἔνιοι τῶν ἰχθύων, τούτων δὲ οὐδὲν κύστιν ἔχει, ἀλλ’ εἰς τὴν κοιλίαν αὐτοῖς ἡ τοιαύτη συνθλίβεται ὑπόστασις, οἷον καὶ τοῖς ὄρνισιν, ὥστε ταχὺ καὶ διεξέρχεται κατὰ τὴν ἕδραν. ὁ δὲ ἄνθρωπος κύστιν τε ἔχει καὶ στενὸν τὸν καυλὸν ὡς κατὰ μέγεθος. διὰ μὲν οὖν τὸ ἔχειν τοῦτο τὸ μόριον συνθλίβεται τὸ γεῶδες εἰς τὴν κύστιν (διὸ καὶ χρώζονται αἱ ἀμίδες ὑπ’ αὐτοῦ), διὰ δὲ τὴν θερμότητα τοῦ τόπου συμπέττεται καὶ παχύνεται μᾶλλον, ἐμμένει δὲ καὶ αὐξάνεται διὰ τὴν στενότητα τοῦ οὐρητῆρος· οὐ γὰρ δυνάμενα τὰ γεώδη ὑποστήματα ῥᾳδίως ὑπεξιέναι, πρὸς ἄλληλα ὑποστρεφόμενα γίνεται λίθος.

Διὰ τί οὐκ ἐρεύγεται τὰ ὑποζύγια, οὐδὲ οἱ βόες καὶ τὰ κερατοφόρα, οὐδὲ οἱ ὄρνιθες; ἢ διὰ ξηρότητα τῆς κοιλίας; ταχὺ γὰρ ἀναλίσκεται τὸ ὑγρὸν καὶ διηθεῖται· ἐμμένοντος δὲ καὶ πνευματουμένου γίνεται ὁ ἐρευγμός. τοῖς δὲ λοφούροις διὰ μῆκος τοῦ αὐχένος εἰς τὸ κάτω ὁρμᾷ τὸ πνεῦμα, διὸ καὶ ἀποψοφοῦσι μάλιστα. οἱ ὄρνιθες δὲ καὶ τὰ κερατοφόρα οὐ ποιεῖ οὐδέτερον. οὐδὲ ἐρεύγονται δὲ ὅσα μηρυκάζει, διὰ τὸ πολλὰς ἔχειν κοιλίας καὶ τὸν καλούμενον κεκρύφαλον· διὰ πολλῶν οὖν γίνεται καὶ ἄνω καὶ κάτω τῷ πνεύματι ἡ πορεία, καὶ φθάνει ἀναλισκόμενον τὸ ὑγρὸν πρὶν ἐμπνευματωθῆναι καὶ ποιῆσαι ἢ ἐρυγεῖν ἢ ψοφῆσαι.