Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ἐλάχιστον διάστημα τῶν ὀμμάτων ὁ ἄνθρωπος ἔχει τῶν ζῴων κατὰ μέγεθος; ἢ διότι μάλιστα κατὰ φύσιν ἔχει τῶν ἄλλων, ἡ δὲ αἴσθησις φύσει τὸ ἔμπροσθεν· ἐφ’ ὃ γὰρ ἡ κίνησις, τοῦτο δεῖ προορᾶν. ὅσῳ δ’ ἂν ᾖ πλεῖον τὸ διάστημα τῶν ὀμμάτων, τοσούτῳ μᾶλλον αἱ ὄψεις ἔσονται ἐν τῷ πλαγίῳ. εἰ οὖν ἔχειν δεῖ κατὰ φύσιν, ὅτι ὀλίγιστον δεῖ τὸ διάστημα εἶναι· οὕτω γὰρ εἰς τὸ πρόσθεν μάλιστα πορεύσεται. ἔτι δὲ τοῖς ἄλλοις ζῴοις, ἐπεὶ χεῖρας οὐκ ἔχουσιν, ἀναγκαῖον παρορᾶν εἰς τὰ πλάγια.

διὸ πλεῖον διέστηκεν τὰ ὄμματα αὐτῶν, καὶ μάλιστα τῶν προβάτων, διὰ τὸ μάλιστα ποιεῖσθαι τὴν πορείαν κύπτοντα.

Διὰ τί τὰ ἄλλα ζῷα τὰ μὲν οὐκ ἐξονειρώττει, τὰ δὲ ὀλιγάκις; πότερον ὅτι οὐδὲν ὕπτιον κατάκειται, ἐξονειρώττει δὲ οὐδὲν μὴ ὕπτιον; ἢ ὅτι οὐκ ἐνυπνιάζει τὰ ἄλλα ὁμοίως, ὁ δὲ ἐξονειρωγμὸς μετὰ φαντασίας γίνεται.

Διὰ τί τῶν ζῴων τὰ μὲν κινεῖ τὴν κεφαλήν, τὰ δὲ οὐ κινεῖ; ἢ ὅτι ἔνια οὐκ ἔχει αὐχένα; διὸ ταῦτα οὐ κινεῖ τὴν κεφαλήν.

Διὰ τί ἄνθρωπος πτάρνυται τῶν ζῴων μάλιστα; πότερον ὅτι τοὺς πόρους εὐρεῖς ἔχει δἰ ὧν τὸ πνεῦμα καὶ ὀσμὴ εἰσέρχεται; τούτοις γὰρ πληρουμένοις πνεύματος πτάρνυται. ὅτι δὲ εὐρεῖς, σημεῖον ὅτι ἥκιστα ὀσφραντικὸν τῶν ἄλλων ζῴων· ἀκριβέστεροι δὲ οἱ λεπτότεροι. εἰ οὖν εἰς μὲν τοὺς εὐρεῖς πλέον καὶ πλεονάκις εἰσέρχεται τὸ ὑγρόν, οὗ πνευματουμένου ὁ πταρμὸς γίνεται, τοιούτους δὲ μάλιστα τῶν ζῴων οἱ ἄνθρωποι ἔχουσι, πλειστάκις ἂν πτάρνοιντο εἰκότως. ἢ ὅτι ἐλάχιστοι κατὰ τὸ μῆκος οἱ μυκτῆρες, ὥστε τὸ θερμανθὲν ὑγρὸν ταχὺ δύναται πνεῦμα γίνεσθαι. ἐν δὲ τοῖς ἄλλοις διὰ μῆκος καταψύχεται πρότερον.

Διὰ τί ἡ γλῶττα οὐδενὸς πιερὰ τῶν ζῴων; ἢ ὅτι τὸ πῖον πυκνόν, ἡ δὲ γλῶττα ἀραιὰ φύσει ἐστίν, ὅπως τοὺς χυμοὺς γνωρίζῃ;

Διὰ τί τὰ θήλεα συντάσει οὐρεῖ, τὰ δὲ ἄρρενα οὔ; ἢ ὅτι πορρώτερόν ἐστιν ἡ κύστις ἡ τῶν θηλειῶν, καὶ εἰς βάθος καὶ μῆκος; μεταξὺ γὰρ αὐτῶν ἡ μήτρα τῆς ἕδρας καὶ τῆς κύστεως. ὥστε δεῖται βίας πλείονος τὸ ἐκπεμπόμενον

διά γε τὴν ἀπόστασιν τῆς μήτρας. βιάζεται δὲ συντεῖνον τῷ πνεύματι.

Διὰ τί τῶν ζῴων ὅσα μὴ πέτεται, πάντα ἀποβάλλει τὰς χειμερινὰς τρίχας, πλὴν ὑός; καὶ γὰρ κύων ἀποβάλλει καὶ βοῦς. ἢ ὅτι θερμότατον ἡ ὗς ἐστίν καὶ ἐκ θερμοῦ πεφύκασιν αἱ τρίχες αὐτῇ; τοιοῦτον γάρ ἐστι τὸ λιπαρόν. τῶν μὲν οὖν ἄλλων ἢ διὰ τὸ ἀποψύχεσθαι τὸ ὑγρὸν ἀποπίπτουσιν, ἢ πέττειν τροφὴν οὐ δυναμένης τῆς οἰκείας θερμότητος, ἢ διὰ τὸ μηδὲν πάσχειν τὴν ὑγρότητα τὴν ἐν αὐτῇ, διὰ τὸ πέττεσθαι καλῶς τὴν τροφήν, οὐκ ἀποβάλλει τὰς τρίχας. ὁπότε γὰρ ἡ αἰτία τῆς ἀποβολῆς ἐστίν, ἱκανὴ ἡ πιότης κωλῦσαι. πρόβατα δὲ καὶ ἄνθρωποι διὰ πλῆθος καὶ πυκνότητα τῆς τριχὸς ἀπαθῆ ἐστίν. οὐ γὰρ διικνεῖται ἡ ψύξις εἰς βάθος, ὥστε πῆξαι τὴν ὑγρότητα ἢ πέψαι κωλῦσαι τὴν θερμότητα.

Διὰ τί τῶν μὲν προβάτων μαλακώτεραι αἱ τρίχες ἀναφύονται τιλλόμεναι, τῶν δὲ ἀνθρώπων σκληρότεραι; ἢ ὅτι τῶν μὲν προβάτων ἐκ τοῦ ἐπιπολῆς πεφύκασιν; διὸ καὶ ἀλύπως ἐκσπῶνται, μενούσης τῆς ἀρχῆς τῆς τροφῆς ἀδιαφθόρου, ἥ ἐστιν ἐν σαρκί. τὰ μὲν οὖν περιττώματα ἀνοιχθέντων ἐξατμίζει μᾶλλον, τὸ δὲ ἔριον σαρκὸς οἰκείαν τροφὴν λαμβάνει· σὰρξ δὲ μαλακοῖς καὶ γλυκέσι τρέφεται. αἱ δὲ τῶν ἀνθρώπων τρίχες ἐκ βάθους πεφυκυῖαι βίᾳ καὶ μετ’ ἀλγηδόνος ἐκσπῶνται. δῆλον δέ· ἐπισπῶνται γὰρ αἷμα. τραυματιζομένου οὖν τοῦ τόπου συμβαίνει αὐτὸν καὶ οὐλοῦσθαι. διὸ τέλος μὲν συμβαίνει γίνεσθαι τοῖς τιλλομένοις· ἕως δ’ ἂν ἀνίωσι τρίχες, σκληρὰς ἀνιέναι διὰ τὸ τὴν μὲν τροφώδη τῆς σαρκὸς ἐκλελοιπέναι πᾶσαν τροφήν, ἐκ περιττωμάτων δ’ αὐτὰς γίνεσθαι. σημεῖον δέ· τῶν μὲν γὰρ πρὸς μεσημβρίαν πάντων σκληραί εἰσιν αἱ τρίχες διὰ τὸ τὸ ἐκτὸς θερμὸν εἰς βάθος διικνούμενον

ἐξατμίζειν τὴν εὔπεπτον τροφήν, τῶν δὲ ὑπὸ τὰς ἄρκτους μαλακαί· τούτοις γὰρ ἐπιπολῆς μᾶλλόν ἐστιν τό θ’ αἷμα καὶ οἱ γλυκεῖς χυμοί· διὸ καὶ εὔχροοί εἰσιν.

Διὰ τί αἱ μὲν τῶν προβάτων τρίχες ὅσῳ ἂν μακρότεραι ὦσι, σκληρότεραι γίνονται, αἱ δὲ τῶν ἀνθρώπων μαλακώτεραι; ἢ ὅτι αἱ τῶν προβάτων, οἵαν εἴρηται τροφὴν ἔχουσαι, μακρὰν τῆς ἀρχῆς ἀπαρτώμεναι ἀτροφώτεραί εἰσι, καὶ ῥᾳδίως ἐξ αὐτῶν ἐξατμίζεται ὑπὸ τοῦ θερμοῦ ἡ ἐνυπάρχουσα τροφὴ δι’ εὐπεψίαν; ξηραινόμεναι δὲ ξηρότεραι γίνονται· τὸ γὰρ ὑγρὸν μαλακόν. αἱ δὲ τῶν ἀνθρώπων ἐλάττω μέν, μᾶλλον δὲ τῆς ἀρχῆς. πέττεται δὲ αὐταῖς μᾶλλον διὰ τὸ ἐλάττω εἶναι· πεττομένη δὲ μαλακωτέραν ποιεῖ τὴν τρίχα· πάντα γὰρ τὰ πεπεμμένα τῶν ἀπέπτων μαλακώτερά ἐστιν. ἐκ περιττώματος γὰρ πλείστου ἡ τοῦ ἀνθρώπου θρὶξ ἢ ἡ τοῦ προβάτου. σημεῖον δέ· τὰ γὰρ νέα πρόβατα τῶν παλαιῶν μαλακώτερα ἔχει τὰ ἔρια.

Διὰ τί οἱ ἄνθρωποι καὶ οἱ ὄρνιθες οἱ δασεῖς λάγνοι εἰσίν; ἢ ὅτι θερμοὶ καὶ ὑγροὶ τὴν φύσιν εἰσί, δεῖ δὲ ἀμφοῖν πρὸς τὴν ὀχείαν. τὸ μὲν γὰρ θερμὸν ἐκκρίνει, τὸ δὲ ὑγρὸν ἐκκρίνεται. διὰ τὸ αὐτὸ δὲ καὶ οἱ χωλοὶ ἄνδρες· ἡ γὰρ τροφὴ αὐτοῖς ὀλίγη κάτω μὲν ἀφικνεῖται διὰ τὴν ἀναπηρίαν τῶν σκελῶν, εἰς δὲ τὸν ἐπάνω τόπον ἔρχεται πολλὴ καὶ εἰς σπέρμα συγκρίνεται.

Διὰ τί ὁ ἄνθρωπος χαίτην οὐκ ἔχει; ἢ διότι πώγωνα ἔχει, ὥστε ἡ ἐκεῖ ἀπελθοῦσα τροφὴ τῆς τοιαύτης περιττώσεως εἰς τὰς σιαγόνας ἔρχεται;

Διὰ τί πάντα τὰ ζῷα ἀρτίους τοὺς πόδας ἔχει; ἢ ὅτι οὐκ ἐνδέχεται κινεῖσθαι μὴ ἑστηκότος τινός, ἂν μὴ ἅλληται; ἐπεὶ τοίνυν ἐκ δυοῖν τινοῖν κίνησιν ἀνάγκη τῇ πορείᾳ εἶναι, ἔκ τε κινήσεως καὶ στάσεως, ταῦτα δὲ δύο καὶ ἄρτια ἤδη. καὶ τετράποδα, διότι πλείους· τοὺς μὲν γὰρ δύο κινεῖ, οἱ δὲ δύο ἑστήκασι, καὶ οἱ ἕξ· καὶ τὰ ἄλλα δὲ δύο ἔτι· τούτων δὲ τὸ μὲν κινεῖται, τὸ δὲ ἕστηκεν.

Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ; ἢ διότι τοῖς μὲν ἄλλοις ζῴοις ἐστὶ τὸ δέρμα μέρος τῆς σαρκός, ἀνθρώπῳ δὲ καθάπερ πάθος σαρκός; δοκεῖ γὰρ αὐτοῖς τὸ ἐπιπολῆς καταψυχόμενον στερεώτερον γίνεσθαι, καθάπερ τῶν ἑφθῶν ἀλεύρων αἱ γραῖαι καλούμεναι. ἐπεὶ οὖν κἀκεῖναί εἰσιν ἄλευρον ἑφθόν, καὶ τὸ τοῦ ἀνθρώπου καλούμενον δέρμα σὰρξ ἂν εἴη τραυματισθέντος δὲ ἢ τριβέντος ἀνθρώπου μὲν τὴν σάρκα συμβαίνει πυκνοῦσθαι· διὸ ἠλλοιωμένης τῆς ἐπιπολῆς σαρκὸς οὐ τὴν αὐτὴν φύσιν λαμβάνει τὰ τραύματα ἧπερ καὶ ἐκ γενετῆς· ἀλλοιωθείσης δ’ αὐτῆς μὴ γίνεσθαι ἔτι τὸ ἐξ αὐτῆς οὐθὲν ἄτοπον, καθάπερ καὶ ἐκ τῶν ἀλωπεκιῶν καλουμένων· καὶ γὰρ αὗται τῆς ἐπιπολῆς σαρκὸς φθοραὶ καὶ ἀλλοιώσεις εἰσίν. τῶν δὲ ὑποζυγίων τριβέντων καὶ ὑγιαζομένων πάλιν ἀναπληροῦται τὰ νενοσηκότα μέρη τοῦ σώματος τῶν αὐτῶν μέν, ἀσθενεστέρων δ’ ἢ ἐξ ἀρχῆς ἦν. ἐπεὶ δ’ ἐστὶ καὶ τὸ δέρμα μέρος αὐτῶν, γίνοιντό τε ἂν καὶ φύοιντο τρίχες (ἐκ δέρματος γὰρ φύονται τρίχες), λευκαὶ δὲ φύονται διὰ τὸ τὸ δέρμα ἀσθενέστερον γεγονέναι τοῦ ἐξ ἀρχῆς, καὶ τὴν λευκὴν ἀσθενεστάτην εἶναι τρίχα.

Διὰ τί ἐν μὲν τοῖς ἄλλοις ζῴοις διαμένει ὁμοίως τὰ δίδυμα, θήλεος καὶ ἄρσενος ὄντος, ἐν δὲ τοῖς ἀνθρώποις οὔ; ἢ διότι τούτῳ ἀσθενῆ μάλιστα τὰ δίδυμα· μονοτόκον γάρ ἐστιν. ἐν δὲ τοῖς διδύμοις παρὰ φύσιν τὸ θῆλυ γίνεσθαι καὶ ἄρρεν, ὥστε ὃ μάλιστά ἐστι παρὰ φύσιν, τοῦτο καὶ ἀσθενέστατον.