Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί τοῖς χολώδεσι νοσῶδές ἐστι τὸ βόρειον καὶ
αὐχμῶδες θέρος καὶ μετόπωρον; ἢ ὅτι ἐπὶ ταὐτὸ ῥέπει αὐτοῖς τὸ σῶμα καὶ αἱ ὧραι, ὥστε ὥσπερ πῦρ ἐπὶ πυρὶ γίνεται. ξηραινομένων γὰρ τῶν σωμάτων, καὶ τοῦ γλυκυτάτου μὲν ἐξικμαζομένου ἐξ αὐτῶν, ὑπερθερμαινομένων δὲ λίαν, ἀνάγκη διὰ μὲν τὰς συντήξεις ὀφθαλμίας ξηρὰς γίνεσθαι, διὰ δὲ τὸ χολῶδες τοὺς ὑπολειπομένους εἶναι χυμούς, ὑπερθερμαινομένων δὲ καὶ τούτων πυρετοὺς ὀξεῖς γίνεσθαι ἅτε ὑπ’ ἀκράτου τῆς χολῆς, ἐνίοις δὲ μανίας, οἷς ἂν μέλαινα χολὴ φύσει ἐνῇ· αὕτη γὰρ ἐπιπολάζει ἀναξηραινομένων τῶν ἐναντίων χυμῶν.Διὰ τί τὸ τὰ ὕδατα μεταβάλλειν νοσῶδές φασιν εἶναι, τὸ δὲ τὸν ἀέρα οὔ; ἢ ὅτι τοῦτο γίνεται τροφή, καὶ ἔχοντες καὶ ἀπολελαυκότες τοῦ ὕδατος ἀπέρχονται, τοῦ δὲ ἀέρος οὐδέν; ἔτι ὕδατος μὲν πολλὰ εἴδη ἐστὶν καὶ διαφοραὶ καθ’ αὑτά, ἀέρος δὲ οὔ, ὥστε καὶ τοῦτο αἴτιον, ἐν μὲν γὰρ τῷ ἀέρι σχεδὸν τῷ αὑτῷ συμβαίνει διατελεῖν καὶ ἀποδημοῦντας, ἐν δὲ ὕδασιν ἄλλοις· διὸ καλῶς δοκεῖ νοσώδης ἡ τοῦ ὕδατος μεταβολὴ εἶναι.
Διὰ τί μᾶλλον ἡ τοῦ ὕδατος ἢ ἡ τῶν σιτίων μεταβολὴ νοσώδης; ἢ ὅτι πλεῖστον ἀναλίσκομεν τὸ ὕδωρ; ἔν τε γὰρ τοῖς σιτίοις ὑπάρχει καὶ ὄψοις, καὶ ἐν τῷ πόματι τὸ πλεῖστον ὕδωρ.
Διὰ τί δὲ ἡ μεταβολὴ νοσώδης; ἢ ὅτι πᾶσα μὲν ἡ μεταβολὴ καὶ ὥρας καὶ ἡλικίας εὐκίνητον. εὐκίνητα γὰρ τὰ ἄκρα, οἷον καὶ αἱ ἀρχαὶ και αἱ τελευταί. ὥστε καὶ αἱ τροφαὶ ἕτεραι οὖσαι ἀλλήλας φθείρουσιν· αἱ μὲν γὰρ ἄρτι, αἱ δὲ οὔπω προσπεφύκασιν. ἔτι δὲ ὥσπερ ἡ ποικίλη τροφὴ νοσώδης (ταραχώδης γὰρ καὶ οὐ μία πέψις), οὕτω συμβαίνει μεταβάλλουσιν ὕδωρ ποικίλη πόματος χρῆσθαι τῇ τροφῇ;
καὶ ἡ τοιαύτη τροφὴ κυριωτέρα τῆς ξηρᾶς ἐστὶ τῷ πλεῖστον εἶναι καὶ ἐξ αὐτῶν τῶν σιτίων τὸ ὑγρὸν γίνεσθαι τροφήν.Διὰ τί ἡ τῶν ὑδάτων μεταβολὴ τοῖς ἔχουσι φθεῖρας ποιεῖ πολλοὺς ἔχειν; ἢ ὅτι ἀπεψία γινομένη τοῦ ὑγροῦ διὰ τὴν ταραχήν, ἣ γίνεται διὰ τὴν ποικιλίαν τοῦ ὕδατος πυκνὰ μεταβάλλουσιν, ὑγρότητα ἐμποιεῖ, καὶ μάλιστα ἐν τῷ ἐπιτηδείως ὑπάρχοντι τόπῳ; ὁ δὲ ἐγκέφαλος ὑγρός· διὸ καὶ ἡ κεφαλὴ ἀεὶ μάλιστα. δηλοῖ δέ, ὅτι αἱ τρίχες ἔνεισι μάλιστα ἐν αὐτῇ. ἡ δὲ τοῦ τόπου τούτου ὑγρότης φθειρῶν ποιητική. δηλοῖ δὲ ἐπὶ τῶν παίδων· ὑγροκέφαλοί τε γάρ εἰσιν καὶ πολλάκις ἢ κορυζῶσιν ἢ αἷμα ποιεῖ ῥεῖν, καὶ φθεῖρας πλείους οἱ ἐν ταύτῃ τῇ ἡλικίᾳ ἔχουσιν.
Διὰ τί ἀπὸ Πλειάδος μέχρι ζεφύρου οἱ τὰς μακρὰς νόσους κάμνοντες μάλιστα ἀναιροῦνται, καὶ οἱ γέροντες μᾶλλον τῶν νέων; πότερον ὅτι δύο ἐστὶ τὰ φθαρτικώτατα, ὑπερβολή τε καὶ ψῦχος; τὸ γὰρ ζῆν θερμόν, ἡ δὲ ὥρα αὕτη ἄμφω ταῦτ’ ἔχει· ψυχρά τε γάρ ἐστι, καὶ ἀκμαιότατος ὁ χειμών· τὸ λοιπὸν γὰρ ἔαρ ἐστίν. ἢ ὅτι ὁμοίως μὲν διάκεινται τοῖς γέρουσι τῶν καμνόντων οἱ τὰς μακρὰς κάμνοντες ἀσθενείας; οἷον γὰρ ἤδη γῆρας ἡ μακρὰ ἀσθένεια συμβαίνει· τὸ γὰρ σῶμα ἀμφοῖν ξηρὸν καὶ ψυχρόν ἐστιν, τῶν μὲν δι’ ἡλικίαν, τῶν δὲ διὰ νόσον. ὁ δὲ χειμὼν καὶ οἱ πάγοι ὑπερβολή ἐστι ψυχρότητος καὶ ξηρότητος. μικρᾶς οὖν δεομένοις αὐτοῖς ῥοπῆς γίνεται οἷον πῦρ ἐπὶ πυρὶ ὁ χειμών, καὶ φθείρει διὰ ταῦτα.
Διὰ τί ἐν τοῖς ἑλώδεσι τὰ μὲν ἐν τῇ κεφαλῇ ἕλκη ταχὺ ὑγιάζεται, τὰ δὲ ἐν ταῖς κνήμαις μόλις; ἢ ὅτι βαρεῖα ἡ ὑγρότης διὰ τὸ γεώδης εἶναι, τὰ δὲ βαρέα εἰς τὸ κάτω ἀποχωρεῖ; τὰ μὲν οὖν ἄνω ἔκκριτα διὰ τὸ ἀποκεχωρηκέναι
εἰς τὰ κάτω, τὰ δὲ κάτω πολλῆς γέμει περιττώσεως καὶ εὐσήπτου.Διὰ τί, ἐὰν τοῦ χειμῶνος γενομένου βορείου καὶ τοῦ ἔαρος νοτίου καὶ ἐπόμβρου τὸ θέρος λίαν αὐχμηρὸν γένηται, θανατῶδες γίνεται τὸ μετόπωρον πᾶσιν, μάλιστα δὲ τοῖς παιδίοις, καὶ τοῖς ἄλλοις δὲ δυσεντερίαι καὶ τεταρταῖοι χρόνιοι γίνονται ἐν αὐτῷ; ἢ ὅτι μετρίου μὲν ἐπιγενομένου ὕδατος θερινοῦ καταψυχθὲν τὸ ζέον ὑγρὸν ἐν ἡμῖν λωφᾷ, ὅσον ἠθροίσθη ἐν τῷ ἦρι γενομένῳ τῷ ὑγρῷ; εἰ δὲ μή, τὰ μὲν παιδία διὰ τὸ ὑγρὰ φύσει καὶ θερμὰ εἶναι ὑπερζεῖ τῷ πάθει, διὰ τὸ μὴ καταψυχθῆναι. ὅσα δὲ μὴ τοῦ θέρους, τοῦ μετοπώρου ὅσον ἐκζεῖ. αἱ δὲ περιττώσεις ἐὰν μὴ εὐθὺς ἀνέλωσι, περὶ πνεύμονα καὶ ἀρτηρίαν γινόμεναι γὰρ ἄνω πρῶται συνίστανται διὰ τὸ ὑπὸ τοῦ ἀέρος ἡμᾶς θερμαίνεσθαι· διὰ γὰρ ταῦτα καὶ ὀφθαλμίαι πυρετῶν πρότερον γίνονται ἐν τῷ νοσερῷ θέρει. - ἐὰν οὖν μὴ ἐν τοῖς ἄνω, καθάπερ εἴρηται, τὰ περιττώματα εὐθὺς ἀνέλῃ, καταβαίνουσιν εἰς τὰς κοιλίας ἄπεπτα ὄντα, τοῦτο δέ ἐστι δυσεντερία, διὰ τὸ μὴ ἐκκρίνεσθαι ὑπὸ πλήθους τὸ ὑγρόν. καὶ ἐὰν παύσωνται, τεταρταῖοι γίνονται τοῖς σωζομένοις· ἡ γὰρ τοῦ ἀπέπτου ὑπόστασις μονιμωτάτη ἐστὶ καὶ σύντονος γίνεται τῷ σώματι, καθάπερ ἡ μέλαινα χολή.
Διὰ τί, ἐὰν τὸ θέρος ἔπομβρον γένηται καὶ νότιον, καὶ τὸ μετόπωρον, ὁ χειμὼν νοσερὸς γίνεται; ἢ ὅτι σφόδρα ὑγρὰ τὰ σώματα ὁ χειμὼν λαμβάνει, καὶ ἡ μεταβολὴ ἔτι μεγάλη γίνεται ἐξ ἀλέας πολλῆς καὶ οὐκ ἐκ προσαγωγῆς, διὰ τὸ καὶ τὸ μετόπωρον γίνεσθαι ἀλεεινόν, ὥστε τοῖς μὲν γίνεσθαι ἀνάγκη τὰ ὀξέα νοσήματα, μὴ ἀραιοῖς οὖσι· τοῖς γὰρ τοιούτοις ἄνω μᾶλλον τὰ ὑγρὰ περιττώματα ἀθροίζεται, διὰ τὸ τούτους μὲν τοὺς τόπους ἔχειν χώραν, τοὺς δὲ κάτω ἑτέρους εἶναι. οἱ οὖν ὄντες πυκνόσαρκοι οὐ πολλὰ περιττώματα δέχονται. ψυχομένης οὖν τῆς περιττώσεως
τῆς ἐν τοῖς ἄνω μέρεσιν τοῦ σώματος, ὥσπερ τοῖς οἰνωμένοις ὅταν ῥιγῶσιν, τὰ εἰρημένα νοσήματα συμβαίνει γίνεσθαι. τοῖς δὲ ἀραιοτέροις πυρετῶν γενομένων, τοὺς ἀπὸ πλείστης ἀπεψίας γενομένους πυρετοὺς καύσους συμβαίνει γίνεσθαι, διὰ τὸ τοῖς τοιούτοις ἐσκεδάσθαι μὲν μᾶλλον κατὰ πᾶν τὸ σῶμα τὰ ὑγρὰ ἢ τοῖς πυκνοσάρκοις, συνισταμένης δὲ τῆς σαρκὸς αὐτῶν ὑπὸ τοῦ χειμῶνος θερμαινόμενα τὰ ὑγρὰ πυρετοὺς ποιεῖν. ἡ γὰρ παντὸς τοῦ σώματος ὑπερβάλλουσα θερμότης ἐστὶ πυρετός· ἐπιτεινομένη δὲ διὰ τὸ p πλῆθος τῆς ἐνυπαρχούσης αὐτοῖς ὑγρότητος καῦσος γίνεται.Διὰ τί, ὅταν ἐκ γῆς ἀτμὸς ἀνίῃ πολὺς ὑπὸ τοῦ ἡλίου, τὸ ἔτος λοιμῶδες γίνεται; ἢ ὅτι ὑγρὸν ἀνάγκη καὶ ἔπομβρον τὸ ἒτος σημαίνειν, καὶ τὴν γῆν ὑγρὰν ἀνάγκη εἶναι; οἷον οὖν ἐν ἑλώδει τόπῳ ἡ οἲκησις γίνεται. νοσώδης δὲ ἡ τοιαύτη ἐστίν. καὶ τὰ σώματα δὴ τότε ἀνάγκη περίττωμα πολὺ ἔχειν, ὥστε ἐν τῷ θέρει ἔχειν ὕλην νοσώδη.
Διὰ τί γίνεται τὰ ἔτη νοσώδη, ὅταν γένηται φορὰ τῶν μικρῶν βατράχων τῶν φρυνοειδῶν; ἢ ὅτι ἕκαστον εὐσθενεῖ ἐν τῇ οἰκείᾳ χώρᾳ τῆς φύσεως; καὶ ταῦτα δὴ φύσει ἐστὶν ὑγρά, ὥστε ἔπομβρον καὶ ὑγρὸν σημαίνειν τὸν ἐνιαυτὸν γίνεσθαι. τὰ δὲ τοιαῦτα ἔτη νοσώδη ἐστίν· ὑγρὰ γὰρ τὰ σώματα ὄντα πολὺ ἔχει τὸ περίττωμα, ὅ ἐστι τῶν νόσων αἴτιον.
Διὰ τί οἱ νότοι οἱ ξηροὶ καί μὴ ὑδατώδεις πυρετώδεις εἰσίν; ἢ ὃτι ὑγρότητα καὶ θέρμην ἀλλοτρίαν ποιοῦσιν; εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει. τοῦτο δ’ ἐστὶ πυρετῶδες· ὁ γὰρ πυρετὸς ἐξ ἀμφοτέρας τῆς τούτων ἐστὶν ὑπερβολῆς. ὅταν μὲν οὖν ἄνευ ὕδατος πνέωσι, ταύτην ἐν ἡμῖν ποιοῦσι τὴν διάθεσιν, ὅταν δὲ ἅμα ὕδατι, τὸ ὕδωρ καταψύχει ἡμᾶς. οἱ δὲ ἐκ θαλάττης νότοι καὶ συμφέρουσι τοῖς φυτοῖς·
ἐψυγμένοι γὰρ ἀπὸ τῆς θαλάττης ἀφικνοῦνται πρὸς αὐτά. αἱ δ’ ἐρυσίβαι γίνονται ὑπὸ ὑγρότητος καὶ θέρμης ἀλλοτρίας.Διὰ τί ἐν τοῖς νότοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώτερον οἱ ἄνθρωποι; ἢ ὅτι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται διατηκόμενον διὰ τὴν ἀλέαν καὶ ἐκ πνεύματος κούφου ὑγρὸν βαρύ; ἔτι δὲ ἡ δύναμις ἡμῶν ἐν τοῖς ἄρθροις ἐστί· ταῦτα δὲ ἀνίεται ὑπὸ τῶν νοτίων. δηλοῦσι δὲ οἱ ψόφοι τῶν κεκολλημένων. τὸ γὰρ γλίσχρον ἐν τοῖς ἄρθροις πεπηγὸς μὲν κινεῖσθαι κωλύει ἡμᾶς, ὑγρὸν δὲ λίαν ὂν συντείνεσθαι.
Διὰ τί ἀρρωστοῦσι μὲν μᾶλλον τοῦ θέρους, ἀποθνήσκουσι δὲ μᾶλλον οἱ ἀρρωστοῦντες τοῦ χειμῶνος; ἢ ὅτι τοῦ χειμῶνος διὰ τὴν πυκνότητα ἐντὸς τῶν σωμάτων συνεσταλμένου τοῦ θερμοῦ, καὶ πονοῦντες μᾶλλον, εἰ μὴ πέττοιμεν, τῶν ἐν ἡμῖν συνισταμένων περιττωμάτων, ἰσχυρὰν ἀνάγκη τὴν ἀρχὴν εἶναι τῆς νόσου; τοιαύτην δὲ οὖσαν φθαρτικὴν εἰκός ἐστιν αὐτὴν εἶναι. ἐν δὲ τῷ θέρει, μανοῦ καὶ κατεψυγμένου παντὸς τοῦ σώματος καὶ ἐκλελυμένου πρὸς τοὺς πόνους ὄντος, ἀρχὰς νόσων ἀνάγκη πλείους μὲν γίνεσθαι διά τε κόπους καὶ ἀπεψίαν τῶν εἰσφερομένων (καὶ γὰρ οἱ νέοι καρποὶ τότε εἰσίν), ἀλλ’ οὐχ οὕτως ἰσχυράς, διὸ εὐβοήθητοι.
Διὰ τί μετὰ τὰς τροπὰς ἀμφοτέρας μέχρι ἑκατὸν ἡμερῶν ἀποθνήσκουσι μάλιστα; ἢ ὅτι ἄχρι τοσούτου ἑκατέρα ἡ ὑπερβολὴ διέχει, ἣ τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ; ἡ δὲ ὑπερβολὴ τοῖς ἀσθενέσι ποιεῖ τὰς νόσους καὶ τὰς φθοράς.