De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

καὶ τῶν διθύρων τὰ μέν ἐστιν ἀναπτυκτά, 3 οἷον κτένες καὶ μύες (ἐπὶ θάτερα γὰρ συγκέκλεισται, ὥστε ἀνοέγεσθαι ἐπὶ θάτερα καὶ συγκλείεσθαι), τὰ δʼ ἐπʼ ἄμφω συμπέφυκεν, οἷον τὸ τῶν σωλήνων γένος.

ἅπαντα δὲ τὰ ὀστρακόδερμα, κπεραθά 4 τὰ φυτά, κάτω τὴν κεφαλὴν ἔχει. τούτου δʼ αἴτιον ὅτι κάτωθεν λαμβάνει τὴν τροφήν, ὥσπερ τὰ φυτὰ ταῖς ῥίζαις. συμβαίνει οὖν αὐτοῖς τὰ μὲν κάτω ἄνω ἔχειν, τὰ δʼ ἄνω κάτω. ἐν ὑμένι δʼ ἐστί, διʼ οὐ διηθεῖ τὸ πότιμον καὶ λαμβάνει τὴν τροφήν. ἔχει δὲ κεφαλὴν μὲν πάντα, τὰ δὲ τοῦ σώματος μόρια παρὰ τὸ τῆς τροφῆς δεκτικὸν ἀνώνυμα τἆλλα.

Τὰ δὲ μαλακόστρακα πάντα καὶ πορευτικά, διὸ 8 ποδῶν ἔχει πλῆθος. ἔστι δὲ γένη μὲν τέτταρα τὰ μέγιστʼ αὐτῶν οἵ τε καλούμενοι κάραβοι καὶ ἀστακοὶ καὶ καρίδες καὶ καρκίνοι· τούτων δʼ ἑκάστου πλείω εἴδη ἐστὶ διαφέροντα οὐ μόνον κατὰ τὴν μορφὴν ἀλλὰ καὶ κατὰ τὸ μέγεθος πολύ· τὰ μὲν γὰρ μεγάλα τὰ δὲ μικρὰ πάμπαν αὐτῶν ἐστίν.

τὰ μὲν οὖν 2 καρκινώδη καὶ καραβώδη παρόμοιʼ ἐστὶ τῷ χηλὰς ἔχειν ἀμφότερα. ταύτας δʼ οὐ πορείας ἔχουσι χάριν, ἀλλὰ πρὸς τὸ λαβεῖν καὶ κατασχεῖν ἀντὶ χειρῶν. διὸ καὶ κάμπτουσιν ἐναντίως ταύτας τοῖς ποσίν· τοὺς μὲν γὰρ ἐπὶ τὸ κοῖλον τὰς δʼ ἐπὶ τὸ περιφερὲς κάμπτουσι καὶ ἑλέσσουσιν· οὕτω γὰρ χρήθιμαι πρὸς 684,a τὸ λαβοῦσαι προσφέρεσθαι τὴν τροφήν.