De partibus animalium
Aristotle
Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.
16 τὰ μὲν οὖν μονόθυρα διὰ τὸ προσπεφυκέναι σώζεται τῷ πρανὲς ἔχειν τὸ ὄστρακον, καὶ γίνεται ἀλλοτρίῳ φράγματι τρόπον τινὰ δίθυρον, οἷον αἱ καλούμεναι λεπάδες· τὰ δὲ δίθυρα, οἷον κτένες καὶ μύες, τῷ συνάγειν, τὰ δὲ στρομβώδη
ὁ δʼ ἐχῖνος μάλιστα πάντων 17 ἀλεωρὰν ἔχει· κύκλῳ γὰρ τὸ ὄστρακον συνηρεφὲς καὶ κεχαρακωμένον ταῖς ἀκάνθαις. ἴδιον δʼ ἔχει τῶν ὀστρακοδέρμων τοῦτο, καθάπερ εἴρηται πρότερον.
τῶν δὲ μαλακοστράκων καὶ τῶν ὀστρακοδέρμων 18 συνέστηκεν ἡ φύσις τοῖς μαλακίοις ἀντικειμένως· τοῖς μὲν γὰρ ἔξω τὸ σαρκῶδες, τοῖς δ ἐντός, ἐκτὸς δὲ τὸ γεῶδες. ὁ δʼ ἐχῖνος οὐδὲν ἔχει σαρκῶδες. πάντα μὲν οὖν ἔχει, καθάπερ εἴρηται, καὶ τἆλλα τὰ ὀστρακόδερμα στόμα τε καὶ τὸ γλωττοειδὲς καὶ κοιλίαν καὶ τοῦ περιττώματος τὴν ἔξοδον, διαφέρει δὲ [*](680,a) τῇ θέσει καὶ τοῖς μεγέθεσιν.
ὅν δὲ τρόπον ἔχει τούτων 19 ἓκαστον, ἔκ τε τῶν ἱστοριῶν τῶν περὶ τὰ ζῷα θεωρείσθω καὶ ἐκ τῶν ἀνατομῶν· τὰ μὲν γὰρ τῷ λόγῳ τὰ δὲ πρὸς τὴν ὄ ψιν αὐτῶν σαφηνίζειν δεῖ μᾶλλον. ἰδίως δʼ ἔχουσι τῶν ὀστρακοδέρμων οἵ τʼ ἐχῖνοι καὶ τὸ τῶν καλουμένων τηθύων γένος.
ἔχουσι 20 δʼ οἱ ἐχῖνοι ὀδόντας μὲν πέντε καὶ μεταξύ τὸ σαρκῶδες, ὅπερ ἐπὶ πάντων ἐστὶ τῶν εἰρημένων, ἐχόμενον δὲ τούτου στόμαχον, ἀπὸ δὲ τούτου τὴν κοιλίαν εἰς πολλὰ διῃρημένην, ὡσπερανεὶ πολλὰς τοῦ ζῴου κοιλίας ἔχοντος. κεχωρισμέναι μὲν γάρ εἰσι καὶ πλήρεις περιττώματος, ἐξ ἑνὸς δʼ ἤρτηνται τοῦ στομαέχου καὶ τελευτῶσι πρὸς μίαν ἔξοδον τὴν τοῦ πε ριττώματος.